Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Μάθωμεν οὖν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. Οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τὰ

  • ἀπλανῆ τῶν ζωδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν
  • ζωδίων τῶν ἀπλανῶν ἕνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνάμει καὶ θέσει καὶ ἀριθμῷ κόσμον λέγουσιν, ὅς ἐστι μέχρι σελήνης. Λαμβάνειν δὲ κόσμον ἀπὸ
    v.1.p.180
    κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν
  • ὑπερκειμένων τὰ ὑποκείμενα. Ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές,
  • αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην. Ἃ μὲν οὖν ἐκείνοις δοκεῖ ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων
  • ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. Περιεργότερον
  • γὰρ ἀναβλέψαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰτιῶν ἐπέχειν λόγον εἰς ἕκαστον τῶν καθ᾿ ἡμᾶς συμβαινόντων [ἐκβαίνειν τοὺς ἑπτὰ ἀστέρας], συνεργεῖν δὲ τὰ τῶν ἀπλανῶν ζωδίων μέρη. [Τὸν μὲν οὖν ζωδιακὸν
  • κύκλον διαιροῦσιν εἰς μέρη] δώδεκα, ἕκαστον δὲ ζώδιον
  • εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ τὰ ἀμερῆ. Τῶν δὲ ζωδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ δὲ θηλυκά· καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ· καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. Ἀρρενικὰ μὲν
  • οὖν ἐστὶν ἤ θηλυκά, ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν
  • [ἢ θηλυγονίαν]· Κριὸς γὰρ ἀρρενικόν ἐστι ζώδιον, Ταῦρος δὲ θηλυκόν, καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. Ἀφ᾿ ὧν οἴομαι οἱ Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα ἄρρεν προσαγορεύουσι, τὴν δὲ
  • δυάδα θήλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν· καὶ ἀναλόγως τοὺς
  • λοιποὺς τῶν τε ἀρτίων καὶ περισσῶν ἀριθμῶν. Ἔνιοι δὲ καὶ ἕκαστον ζώδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ Κριοῦ [τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ Κριόν τε] καλοῦσι καὶ ἄρρεν, τὸ δὲ δεύτερον Ταῦρόν
  • τε καὶ θῆλυ, τὸ δὲ τρίτον Διδύμους τε καὶ ἄρρεν, καὶ ἐπὶ
  • τῶν ἄλλων μοιρῶν δὲ ὁ αὐτὸς λόγος. Δίσωμα δὲ εἶναι λέγουσι ζώδια [Διδύμους τε καὶ τὸν] διαμετροῦντα τούτοις Τοξότην, Παρθένον τε καὶ Ἰχθύας· οὐ δίσωμα δὲ τὰ λοιπά. Καὶ ὡσαύτως τροπικὰ μέν, ἐν οἷς γενόμενος ὁ ἥλιος μεταλλάσσει
    v.1.p.182
  • καὶ ποιεῖ τοῦ περιέχοντος τροπάς, οἷόν ἐστι ζώδιον ὅ τε Κριὸς
  • καὶ ὁ τούτου διάμετρος, καθάπερ Ζυγός, Αἰγόκερώς τε καὶ Καρκίνος. Ἐν Κριῷ μὲν γὰρ ἐαρινὴ γίνεται τροπή, ἐν Αἰγοκέρῳ δὲ χειμερινή, ἐν Καρκίνῳ δὲ θερινή, ἐν Ζυγῷ δὲ φθινοπωρινή. Ταῦτα δὲ καὶ τὸν περὶ τούτων λόγον λεπτομερῶς
  • ἐξεθέμεθα ἐν τῇ πρὸ ταύτης βίβλῳ, ὅθεν ἔστι μαθεῖν τὸν φιλομαθῆ,
  • ὡς οἱ τῆς Περατικῆς αἱρέσεως ἀρχηγοὶ Εὐφράτης ὁ Περατικὸς καὶ Κέλβης ὁ Καρύστιος, μεταγαγόντες ὀνόματι μόνον διήλλαξαν, δυνάμει δὲ τὰ ὅμοια ἔθεντο, καὶ αὐτοὶ τῇ τέχνῃ κατακόρως προσέχοντες. Καὶ γὰρ ὅρια τῶν ἀστέρων οἱ
  • ἀστρολόγοι λέγουσιν, ἐν οἷς μᾶλλον δύνασθαι φάσκουσι τοὺς
  • ἄρχοντας ἀστέρας, οἷον [ἔν τισι μὲν κακοποιοῦσιν], ἔν τισι δὲ ἀγαθοποιοῦσιν, ὧν καί τινας κακοποιοὺς λέγουσι, τινὰς δὲ ἀγαθοποιούς. Ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις, ὡς οἱ κατὰ τρίγωνον [ἢ τετράγωνον φαινόμενοι.
  • Κατὰ τρίγωνον μὲν οὖν] σχηματίζονται ἐπιθεωροῦντες ἀλλήλους
  • ἀστέρες, ἐπὶ τριῶν ζωδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ οἱ δυεῖν. [Ὃν δὲ τρόπον ἐν τῷ ἀνθρώπῳ] κεφαλῇ μὲν τὰ ὑποκείμενα μέρη συμπάσχειν, συμπάσχειν δὲ καὶ τοῖς ὑποκειμένοις τὴν κεφαλήν, οὕτως καὶ τοῖς ὑπερσεληναίοις
  • τὰ ἐπίγεια. Ἀλλὰ γάρ τις ἐστὶ τούτων διαφορὰ καὶ ἀσυμπάθεια,
  • ὡς ἂν μὴ μίαν καὶ τὴν αὐτὴν ἐχόντων ἕνωσιν. Ταύτην τὴν σύστασιν καὶ τὴν διαφορὰν τῶν ἄστρων Χαλδαϊκὴν ὑπάρχουσαν πρὸς ἑαυτοὺς ἐπισπασάμενοι οὓς προείπομεν, ἐπιψευσάμενοι τῷ τῆς ἀληθείας ὀνόματι, ὡς Χριστοῦ λόγον κατήγγειλαν
  • αἰώνων στάσιν καὶ ἀποστασίας ἀγαθῶν δυνάμεων εἰς κακὰ
  • καὶ συμφωνίας ἀγαθῶν μετὰ πονηρῶν προσαγορεύοντες.
    v.1.p.184
    Καλοῦντες οὖν τοπάρχας καὶ προαστείους καὶ ἄλλα πλεῖστα ὀνόματα ἀναπλάσσοντες ἑαυτοῖς οὐχ ὑποκείμενα, ἀλλὰ τὴν τῶν ἀστρολόγων περὶ τοὺς ἀστέρας πᾶσαν φαντασίαν ἀτέχνως τεχνολογοῦντες,
  • μεγάλης πλάνης ὑπόθεσιν ἐπεισάγοντες, ἐξελεγχθήσονται
  • σὺν τῇ ἡμετέρᾳ ἐμμελείᾳ. Ἀντιπαραθήσω γὰρ τῇ προλελεγμένῃ τῶν ἀστρολόγων Χαλδαϊκῇ τέχνῃ ἔνια τῶν Περατικῶν συνταγμάτων, ἀφ᾿ ὧν ὑπάρξει συγκρίναντας κατανοῆσαι πῶς οἱ Περατικοὶ λόγοι τῶν ἀστρολόγων ὁμολογουμένως εἰσίν,
  • οὐ Χριστοῦ.
  • Δοκεῖ οὖν παρατάξαι μίαν τινὰ τῶν παρ᾿ αὐτοῖς δοξαζομένων βίβλων, ἐν ᾗ λέγει· Ἐγὼ φωνὴ ἐξυπνισμοῦ ἐν τῷ αἰῶνι τῆς νυκτός· λοιπὸν ἄρχομαι γυμνοῦν τὴν ἀπὸ τοῦ χάους δύναμιν. Ἡ δύναμις τοῦ ἀβυσσικοῦ

  • θολοῦ, ἡ τὸν πηλὸν ἀναβαστάζουσα τοῦ ἀφθάρτου
  • ἀχανοῦς διΰγρου, ἡ τοῦ σπάσματος ὅλη δύναμις ὑδατόχρους ἀεικίνητος, φέρουσα τὰ μένοντα, κατέχουσατὰ τρέμοντα, ἀπολύουσα τὰ ἐρχόμενα, κουφίζουσα τὰ μένοντα, καθαιροῦσα τὰ αὔξοντα, πιστὴ
  • οἰκονόμος τοῦ ἴχνους τῶν ἀέρων, ἡ τὰ ἀνερευγόμενα
  • ἀπὸ τῶν δώδεκα ὀφθαλμῶν ἐντολῆς ἀπολαύουσα, σφραγῖδα δηλοῦσα πρὸς τὴν μετ᾿ αὐτῶν οἰκονομοῦσαν τῶν ἐπιφερομένων ἀοράτων ὑδάτων δύναμιν, ἐκλήθη Θάλασσα. ,Ταύτην τὴν δύναμιν ἡ
  • ἀγνωσία ἐκάλεσε Κρόνον, δεσμοῖς φρουρούμενον,
  • ἐπεὶ ἔσφιγγε τὸ σύμπλεγμα τοῦ πυκνοῦ καὶ ὁμιχλώδους ἀδήλου σκοτεινοῦ ταρτάρου. Ταύτης ἐγένοντο κατ᾿ εἰκόνα Κηφεύς, Προμηθεύς, Ἰαπετός.
  • Δύναμις πεπιστευμένη τὴν Θάλασσαν ἀρρενόθηλυς,
  • ἣ τὸν ἀνατρέχοντα συριγμὸν ἀπὸ τῶν δώδεκα στομάτων τοῖς δώδεκα αὐλίσκοις ἁρμόζουσα διαχύνει λεπτὴ οὖσα καὶ καθαιροῦσα τὴν κατέχουσαν λάβρον ἀναφοράν, καὶ σφραγίζει ἀτραπῶν ὁ δοὺς αὐτῆς,
  • πρὸς τὸ μὴ πολεμῆσαι ἢ ἐναλλάξαι τὸ μὴ δι᾿
  • αὐτῆς θυγάτηρ τυφωνικὴ πιστὴ φύλαξ ὑδάτων παντοίων. Ὄνομα αὐτῇ Χορζάρ· ταύτην ἡ ἀγνωσία ἐκάλεσε Ποσειδῶνα, οὗ κατ᾿ εἰκόνα ἐγένετο Γλαῦκος, Μελικέρτης,
    v.1.p.186
    Ἰνώ, Νεβρόη. Περιεσφαιρωκὼς τὴν δωδεκαγώνιον
  • πυραμίδα, πύλην εἰς πυραμίδα σκοτίζων
  • ποικίλαις χρόαις καὶ ἀπαρτίζων πᾶσαν τὴν νυκτόχρουν. Τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Κόρην, οὖ λειτουργοὶ πέντε· πρῶτος Οὔ, δεύτερος Ἀοαί, τρίτος Οὐώ, τέταρτος Οὐωάβ, πέμπτος . . . ἄλλοι πιστοὶ
  • οἰκονόμοι αὐτοῦ τῆς τοπαρχίας ἡμέρας καὶ νυκτὸς
  • οἱ ἀναπαυόμενοι ἐν τῇ ἐξουσίᾳ αὐτῶν. Τούτους ἡ ἀγνωσία ἐκάλεσε τοὺς πλανήτας ἀστέρας, ἐφ᾿ ὧν ἡ φθαρτὴ γένεσις ἑώρηται. Ἀέρος ἀνατολῆς οἰκονόμος, Καρφακασηεοχείρ, Ἐκκαββάκαρα· τούτους
  • ἐκάλεσεν ἡ ἀγνωσία Κουρῆτας· ἄρχων ἀνέμων
  • τρίτος Ἀριήλ, οὗ κατ᾿ εἰκόνα ἐγένετο Αἴολος, Βριάρης. Καὶ ἄρχων δωδεκαώρου νυκτερινῆς Σοκλάν, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ὄσιριν· τούτου κατ᾿ εἰκόνα ἐγένετο Ἄδμητος, Μήδεια, Ἕλλην, Αἴθουσα. Ἄρχων
  • ἡμερινῆς δωδεκαώρου Εὐνώ· οὗτος οἰκονόμος τῆς
  • πρωτοκαμάρου ἀνατολῆς καὶ αἰθερίου, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἶσιν. Τούτου σημεῖον τὸ κυνὸς ἄστρον, οὗ κατ᾿ εἰκόνα ἐγένοντο Πτολεμαῖος ὁ Ἀρσινόης, Διδύμη, Κλεοπάτρα, Ὀλυμπιάς. Δύναμις θεοῦ δεξιά,
  • ἣν ἐκάλεσεν ἡ ἀγνωσία Ῥέαν, οὗ κατ᾿ εἰκόνα ἐγένοντο
  • Ἄττις, Μύγδων, Οἰνώνη. Δύναμις ἀριστερὰ τροφῆς ἐξουσιάζει, ἣν ἐκάλεσεν ἡ ἀγνωσία Δήμητραν, ὄνομα αὐτῇ Βένα· τούτου κατ᾿ εἰκόνα ἐγένοντο Κελεός, Τριπτόλεμος, Μίσυρ, Ἀπραξία. Δύναμις δεξιὰ
  • ἐξουσιάζει καρπῶν· τοῦτον ἡ ἀγνωσία ἐκάλεσε
  • Μῆνα, οὗ κατ᾿ εἰκόνα ἐγένοντο Βουμέγας, Ὀστάνης, Ἑρμῆς τρισμέγιστος, Κουρίτης, Πετόσιρις, Ζωδάριον, Βηρωσός, Ἀστράμψουχος, Ζωρόαστρις. Δύναμις πυρὸς εὐώνυμος· τοῦτον ἡ ἀγνωσία ἐκάλεσεν
  • Ἥφαιστον, οὗ κατ᾿ εἰκόνα ἐγένοντο Ἐριχθόνιος,
  • Ἀχιλλεύς, Καπανεύς, Φλέγων, Μελέαγρος, τὰ δύηκεν, Κέλαδος, Ῥαφαήλ, Σουριήλ, Ὀμφάλη. Δυνάμεις τρεῖς μέσαι τοῦ ἀέρος κρεμάμεναι, αἰτίαι γενέσεως. Ταύτας ἡ ἀγνωσία ἐκάλεσε Μοίρας, ὧν κατ᾿
  • εἰκόνα ἐγένοντο οἶκος Πριάμου, οἶκος Λαΐου, Ἰνώ,
  • Αὐτονόη, Ἀγαυή, Ἀθάμας, Πρόκνη, Δαναΐδες, Πελιάδες.
    v.1.p.188
    Δύναμις ἀρσενόθηλυς ἀεὶ νηπιάζουσα, ἀγήρατος, αἰτία κάλλους, ἡδονῆς, ἀκμῆς, ὀρέξεως, ἐπιθυμίας, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἔρωτα, οὗ κατ᾿
  • εἰκόνα ἐγένοντο Πάρις, Νάρκισσος, Γανυμήδης,
  • Ἐνδυμίων, Τιθωνός, Ἰκάριος, Λήδα, Ἀμυμώνη, Θέτις, Ἑσπερίδες, Ἰασίων, Λέανδρος, Ἡρώ. Οὗτοι εἰσὶν οἱ προάστειοι ἕως αἰθέρος· οὕτω γὰρ καὶ ἐπιγράφει τὸ βιβλίον.

  • Καταφανὴς σύμπασιν εὐκόλως γεγένηται ἡ τῶν Περατῶν
  • αἵρεσις ἀπὸ τῆς τῶν ἀστρολόγων μεθηρμοσμένη τοῖς ὀνόμασι μόνοις. Τὸν δὲ αὐτὸν τρόπον περιέχει καὶ τὰ ἕτερα αὐτῶν βιβλία, εἴ τινι φίλον εἴη διὰ πάντων ἐλθεῖν. Πάντων γὰρ, ὡς ἔφην, τῶν γεννητῶν τῆς γενέσεως αἴτια νομίζουσιν εἶναι τὰ
  • ἀγέννητα καὶ τὰ ὑπερκείμενα, καὶ γεγονέναι κατὰ ἀπόρροιαν
  • τὸν κόσμον τὸν καθ᾿ ἡμᾶς, ὃν ἰδικὸν ἐκεῖνοι καλοῦσι, καὶ τούτους πάντας ὁμοῦ τοὺς ἀστέρας τοὺς θεωρουμένους ἐν τῷ οὐρανῷ τῆς γενέσεως αἰτίους γεγονέναι τοῦδε τοῦ κόσμου, ἐναλλάξαντες αὐτῶν τὸ ὄνομα, ὡς ἀπὸ τῶν προαστείων ἔστι συγκρίναντας
  • εὑρεῖν· δεύτερον δὲ δὴ κατὰ τὸν αὐτὸν τρόπον, ὡς
  • γέγονεν ὁ κόσμος ἀπὸ τῆς ἀπορροίας τῆς ἄνω, οὕτως τὰ ἐνθάδε ἀπὸ τῆς ἀπορροίας τῶν ἀστέρων γένεσιν ἔχειν καὶ φθορὰν λέγουσι καὶ διοικεῖσθαι. Ἐπεὶ γοῦν οἱ ἀστρολόγοι ἴσασιν ὡροσκόπον καὶ μεσουράνημα, καὶ δύσιν καὶ ἀντιμεσουράνημα, καὶ
  • τούτων τῶν ἄστρων ἄλλοτε ἄλλως κινουμένων διὰ τὴν στροφὴν
  • ἀεὶ τοῦ παντὸς ἄλλοτε ἄλλα ἀποκλίματα εἶναι κατὰ κέντρον, καὶ κέντροις ἐπαναφοράς, ἀλληγοροῦντες τὴν διαταγὴν τῶν ἀστρολόγων τὸ μὲν κέντρον οἱονεὶ θεὸν καὶ μονάδα καὶ κύριον τῆς πάσης γενέσεως ὑποτυποῦσι, τὸ δὲ ἀπόκλιμα ἀριστερόν,
  • τὴν δ᾿ ἐπαναφορὰν δεξιόν. Ὅταν οὖν τοῖς γράμμασιν
  • αὐτῶν ἐντυχών τις δύναμιν εὑρίσκῃ παρ᾿ αὐτοῖς λεγομένην δεξιὰν ἢ ἀριστεράν, ἀνατρεχέτω ἐπὶ τὸ κέντρον καὶ τὸ ἀπόκλιμα καὶ τὴν ἐπαναφοράν, καὶ κατόψεται σαφῶς πᾶσαν αὐτῶν τὴν πραγματείαν ἀστρολογικὴν διδασκαλίαν καθεστῶσαν.

  • Καλοῦσι δὲ αὑτοὺς Περάτας, μηδὲν δύνασθαι νομίζοντες
  • τῶν ἐν γενέσει καθεστηκότων διαφυγεῖν τὴν ἀπὸ τῆς γενέσεως τοῖς γεγενημένοις ὡρισμένην μοῖραν. Εἰ γάρ τι, φησί,
    v.1.p.190
    γεννητόν, ὅλως καὶ φθείρεται, καθάπερ καὶ Σιβύλλῃ δοκεῖ, μόνοι δέ, φησίν, ἡμεῖς οἱ τὴν ἀνάγκην τῆς γενέσεως ἐγνωκότες καὶ
  • τὰς ὁδούς, δι᾿ ὧν εἰσελήλυθεν ὁ ἄνθρωπος εἰς τὸν κόσμον,
  • ἀκριβῶς δεδιδαγμένοι διελθεῖν καὶ περᾶσαι τὴν φθορὰν μόνοι δυνάμεθα. Ἔστι δὲ ἡ φθορὰ, φησί, τὸ ὕδωρ, οὐδὲ ἄλλῳ τινὶ, φησίν, ἐφθάρη τάχιον ὁ κόσμος ἢ ὕδατι. Τὸ δὲ ὕδωρ ἐστὶ τὸ περιεσφαιρωκὸς ἐν τοῖς προαστείοις, λέγουσιν, ὁ Κρόνος· δύναμις
  • γάρ, φησίν, ὑδατόχρους, ἥντινα δύναμιν, φησί, τουτέστι
  • τὸν Κρόνον, οὐδεὶς τῶν ἐν γενέσει καθεστώτων διαφυγεῖν δύναται· πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. Τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ
  • καὶ τοὺς θεοὺς ἐκψοφοῦν·
  • Ἴστω γὰρ, φησί, τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν.
  • Οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν, ἀλλ᾿ ἤδη καὶ
  • οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὧν ἐστὶ καὶ Ἡράκλειτος εἷς, λέγων· ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι. Οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν. Πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν,
  • εἰσὶν Αἰγύπτιοι. Καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου,
  • ἐκ τοῦ σώματος. Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι, καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθράν, τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης, τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν εἰς
  • τὴν ἔρημον, τουτέστιν ἔξω γενέσεως γενέσθαι, ὅπου εἰσὶν ὁμοῦ
  • πάντες οἱ θεοὶ τῆς ἀπωλείας καὶ ὁ θεὸς τῆς σωτηρίας. Εἰσὶ δὲ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. Τούτους, φησίν, ἐκάλεσε Μωϋσῆς ὄφεις τῆς ἐρήμου δάκνοντας καὶ διαφθείροντας
  • τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν.
  • Δακνομένοις οὖν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ
    v.1.p.192
    ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ, τουτέστιν ὑπὸ τῶν δυνάμεων. Οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ δύσασθαι
  • τοὺς ἐκπορευομένους ἐκ γῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος
  • καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος δ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις. Ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται, τουτέστι τῶν θεῶν τῆς γενέσεως. Γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως· οὗτος, φησίν, ὁ ὄφις
  • ἐστὶν ἡ δύναμις ἠ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ
  • στρεφομένη εἰς ὄφιν. Ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως ἐν Αἰγύπτῳ μάγων οἱ ὄφεις, οἱ θεοὶ τῆς ἀπωλείας· ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως. Ὁ καθολικὸς ὄφις, φησίν, οὗτός ἐστιν ὁ σοφὸς τὴς Εὔας λόγος.
  • Τοῦτο, φησίν, ἐστὶ μυστήριον Ἐδέμ, τοῦτο ποταμὸς ἐξ
  • Ἐδέμ, τοῦτο σημεῖον τὸ τεθὲν τῷ Κάϊν, ἵνα πᾶς ὁ εὑρίσκων αὐτὸν μὴ ἀποκτείνῃ. Οὗτος, φησίν, ἐστὶ Κάϊν, οὗ τὴν θυσίαν οὐ προσεδέξατο ὁ θεὸς τοῦδε τοῦ κόσμου. Τὴν δὲ ᾑμαγμένην προσήκατο τοῦ Ἄβελ· αἵμασι γὰρ χαίρει δ τοῦδε τοῦ κόσμου
  • δεσπότης. Οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου
  • μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, γενόμενος κατ᾿ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. Οὗτός ἐστι, φησίν, ὁ κατ᾿ εἰκόνα Ἠσαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται, ὃς οὐκ ἐδέξατο, φησί,
  • τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾿ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ
  • τοῦ ἀμβλυωποῦντος λαβών, οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ. Περὶ τούτου, φησί, γέγραπται, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἔναντι κυρίου. Εἰσὶ δέ, φησί, τούτου ἀντίμιμοι πολλοί, τοσοῦτοι ὅσοι ὤφθησαν ἐν τῇ ἐρήμῳ
  • τοῖς υἱοῖς Ἰσραὴλ δάκνοντες, ἀφ᾿ ὧν ἐρρύσατο τοὺς δακνομένους
  • ὁ τέλειος ἐκεῖνος, ὃν ἔστησε Μωϋσῆς. Τοῦτο ἐστί, φησί, τὸ εἰρημένον· καὶ ὃν τρὸπον ὕψωσε Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου. Τούτου κατ᾿ εἰκόνα γέγονεν ὁ ὄφις ἐν τῇ ἐρήμῳ
  • χαλκοῦς, ὃν ἔστησε Μωϋσῆς. Τούτου, φησί, μόνου τὸ ὁμοίωμα
  • v.1.p.194
    ἐν τῷ οὐρανῷ διὰ παντὸς ἐστὶν φωτὶ ὁρώμενον. Οὗτος, φησίν, ἐστὶν ἡ μεγάλη ἀρχή, περὶ ἧς γέγραπται. Περὶ τούτου, φησίν, εἴρηται· Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν δ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ
  • πρὸς τὸν θεόν, πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς
  • αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν. Ἐν αὐτῷ δέ, φησίν, ἡ Εὔα γέγονεν, ἡ Εὔα ζωή. Αὕτη δέ, φησίν, ἐστὶν ἡ Εὔα, μήτηρ πάντων τῶν ζώντων, κοινὴ φύσις, τουτέστι θεῶν ἀγγέλων, ἀθανάτων θνητῶν, ἀλόγων λογικῶν·
  • ὁ γὰρ πάντων, φησίν, εἰπὼν εἴρηκε πάντων· καὶ εἴ τινος,
  • φησίν, οἱ ὀφθαλμοὶ μακάριοι, οὗτος ὄψεται ἀναβλέψας εἰς τὸν οὐρανὸν τοῦ ὄφεως τὴν καλὴν εἰκόνα ἐν τῇ μεγάλῃ ἀρχῇ τοῖ οὐρανοῦ στρεφομένην καὶ γινομένην ἀρχὴν πάσης κινήσεως πᾶσι τοῖς γινομένοις, καὶ γνώσεται ὅτι χωρὶς αὐτοῦ [οὐδὲν] οὔτε τῶν
  • οὐρανίων οὔτε τῶν ἐπιγείων οὔτε τῶν καταχθονίων συνέστηκεν·
  • οὐ νύξ, οὐ σελήνη, οὐ καρποί, οὐ γένεσις, οὐ πλοῦτος, οὐχ ὁδοιπορία, οὐδ᾿ ὅλως τι τῶν ὄντων ἐστὶ δίχα σημαίνοντος ἐκείνου. Ἐπὶ τούτου, φησίν, ἐστὶ τὸ μέγα θαῦμα ὁρώμενον ἐν τῷ οὐρανῷ τοῖς δυναμένοις ἰδεῖν. Κατὰ γάρ, φησί, ταύτην τὴν
  • ἄκραν αὐτοῦ τὴν κεφαλήν, ὅπερ πάντων ἀπιστότερον τοῖς οὐκ
  • εἰδόσι, μίσγονται δύσις τε καὶ ἀνατολὴ ἀλλήλαις. Τουτέστι περὶ οὗ εἶπεν ἡ ἀγνωσία· ἐν οὐρανῷ εἱλεῖται μέγα θαῦμα Δράκων δεινοῖο πελώρου. Ἑκατέρωθεν δὲ αὐτοῦ παρατέτακται Στέφανος καὶ Λύρα, καὶ
  • κατ᾿ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἄκραν ἐλεεινὸς ἄνθρωπος, ὁ
  • Ἐν γόνασιν ἐστὶν ὁρώμενος, δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο Δράκοντος. Κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασιν ἐστὶν ἀτελὴς ὄφις ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου, καὶ κωλυόμενος
  • ἐφάψασθαι τοῦ στεφάνου παρακειμένου τῷ τελείῳ ὄφει.
  • Αὕτη ἡ παμποίκιλος σοφία τῆς Περατικῆς αἱρέσεως, ἣν ἐξειπεῖν πᾶσαν δυσχερές, οὕτως οὖσαν σκολιὰν διὰ τὸ ἐκ τῆς ἀστρολογικῆς δοκεῖν συνεστάναι. Καθὸ οὖν δυνατὸν ἦν, δι᾿ ὀλίγων πᾶσαν αὐτῆς τὴν δύναμιν ἐκτεθείμεθα. Ἵνα δὲ δι᾿

    v.1.p.196
  • ἐπιτομῆς τὴν πᾶσαν αὐτῶν γνώμην ἐκθώμεθα, δοκεῖ προσθεῖναι
  • ταῦτα. Ἔστι κατ᾿ αὐτοὺς τὸ πᾶν πατήρ, υἱός, ὕλη· τούτων τῶν τριῶν ἕκαστον ἀπείρους ἔχει δυνάμεις ἐν ἑαυτῷ. Καθέζεται οὖν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην
  • τὴν ὕλην, καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα, καὶ ἀναλαμβάνει
  • τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην, καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἐτυπώσατο. Ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς
  • ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως
  • ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσημένων. Ὁμοίως δ᾿ αὖ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ
  • τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα·
  • ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορὰ, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου· μᾶλλον δὲ ὥσπερ ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ
  • γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τὰς ἰδέας ἐγγράφων,
  • οὕτως ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. Ἔστιν οὖν πάντα τὰ πατρικὰ ἐνθάδε καὶ οὐδέν. Εἰ γάρ τις, φησίν, ἐξισχύσει τῶν ἐνθάδε κατανοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτὴρ ἄνωθεν
  • μετενηνεγμένος ἐνθάδε σωματοποιηθείς, ὥσπερ ἐγκισσήματι τῷ
  • ἀπὸ τῆς ῥάβδου, λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης, μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται. Ὅταν
  • οὖν, φησί, λέγῃ ὁ σωτήρ· Ὁ πατὴρ ὑ μῶν ὁ ἐν τοῖς οὐρανοῖς,
  • ἐκεῖνον λέγει, ἀφ᾿ οὗ ὁ υἱὸς μεταλαβὼν τοὺς χαρακτῆρας μετενήνοχεν ἐνθάδε· ὅταν δὲ λέγῃ· Ὁ ὑμέτερος πατὴρ ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος ἐστί, τὸν ἄρχοντα καὶ δημιουργὸν τῆς ὕλης λέγει, ὃς ἀναλαβὼν τοὺς διαδοθέντας ἀπὸ
  • τοῦ υἱοῦ χαρακτῆρας ἐγέννησεν ἐνθάδε, ὅς ἐστιν ἀπ᾿ ἀρχῆς
  • ἀνθρωποκτόνος· τὸ γὰρ ἔργον αὐτοῦ φθορὰν καὶ θάνατον ἐργάζεται.
    v.1.p.198
    Οὐδεὶς οὖν, φησί, δύναται σωθῆναι δίχα τοῦ υἱοῦ οὐδὲ ἀνελ θεῖν, ὅςἐστιν ὁ ὄφις. Ὡς γὰρ κατήνεγκεν ἄνωθεν τοὺς πατρικοὺς χαρακτῆρας, οὕτως πάλιν ἐντεῦθεν ἀναφέρει
  • τοὺς ἐξυπνισμένους καὶ γεγονότας πατρικοὺς χαρακτῆρας ὑποστάτους
  • ἐκ τοῦ ἀνυποστάτου ἐντεῦθεν ἐκεῖ μεταφέρων. Τοῦτ᾿ ἐστὶ, φησί, τὸ εἰρημένον· Ἐγώ εἰμι ἡ θύρα. Μεταφέρει δέ, φησί, . . . καμμοῦσιν ὀφθαλμοῦ βλεφάρου, ὥσπερ ὁ νάφθας τὸ πῦρ πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος, μᾶλλον δὲ
  • ὥσπερ ἡ ἡρακλεία λίθος τὸν σίδηρον, ἄλλο [δὲ] οὐδέν, ἢ ὥσπερ
  • ἡ τοῦ θαλασσίου ἱέρακος κερκὶς τὸ χρυσίον, ἕτερον δὲ οὐδὲν· ἢ ὥσπερ ἄγεται ὑπὸ τοῦ ἠλέκτρου τὸ ἄχυρον, οὕτω, φησίν, ὑπὸ τοῦ ὄφεως ἄγεται πάλιν ἀπὸ τοῦ κόσμου τὸ ἐξεικονισμένον τέλειον γένος ὁμοούσιον, ἄλλο δὲ οὐδέν, καθὼς ὑπ᾿ αὐτοῦ κατεπέμφθη.
  • Πρὸς ταύτην τὴν ἀπόδειξιν φέρουσι τὴν τοῦ ἐγκεφάλου
  • ἀνατομήν, αὐτὸν μὲν τὸν ἐγκέφαλον ἀπεικονίζοντες τῷ πατρὶ διὰ τὸ ἀκίνητον, τὴν δὲ παρεγκεφαλίδα τῷ υἱῷ διά τε τὸ κινεῖσθαι καὶ δρακοντοειδῆ ὑπάρχειν, ἣν ἀρρήτως καὶ ἀσημάντως ἐπισπᾶσθαι διὰ τοῦ κωναρίου φάσκουσι τὴν ἐκ τοῦ καμαρίου
  • ἀπορρέουσαν πνευματικὴν καὶ ζωογόνον οὐσίαν, ἤν ὑποδεξαμένη
  • ἡ παρεγκεφαλὶς ὥςπερ ὁ υἱός, ἀλάλως μεταδίδωσι τῇ ὕλῃ τὰς ἰδέας, τουτέστιν ἐπὶ τὸν νωτιαῖον μυελὸν διαρρέει τὰ σπέρματα καὶ τὰ γένη τῶν γεννωμένων κατὰ σάρκα. Τούτῳ τῷ παραδείγματι χρώμενοι εὐφυῶς δοκοῦσι παρεισάγειν τὰ ἄρρητα
  • αὐτῶν ἀλάλως παραδιδόμενα μυστήρια, ἃ ἐξειπεῖν ἡμῖν
  • οὐ θέμις, ὅμως δὲ νοῆσαι διὰ τῶν εἰρημένων εὔκολον.

    Ἀλλ᾿ ἐπεὶ καὶ τὴν Περατικὴν αἵρεσιν νομίζω φανερῶς ἐκτεθεῖσθαι καὶ διὰ πολλῶν ἔκδηλον πεποιηκέναι διαλαθοῦσαν καὶ πάντα πᾶσι συντιθεμένην, ἀποκρύπτουσάν τε τὸν

  • ἴδιον ἰόν, δοκεῖ μηδὲν περαιτέρω τούτων κατηγορεῖν, ἱκανῶν
  • ὄντων πρὸς κατηγορίαν αὐτῶν τῶν ὑπ᾿ αἰτῶν δογματιζομένων.

    Ἴδωμεν οὖν τί λέγουσιν οἱ Σηθιανοί. Τούτοις δοκεῖ τῶν ὅλων εἶναι τρεῖς ἀρχὰς περιωρισμένας, ἑκάστην δὲ τῶν ἀρχῶν ἀπείρους ἔχειν δυνάμεις. Δυνάμεις δ᾿ αὐτῶν λεγόντων

    v.1.p.200
  • λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· Πᾶν ὅ τι νοήσει
  • ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν πέφυκε γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη· οἱονεὶ, φησί, γενήσεται τοῦτο τὸ παιδίον αὐλητής, ἐγχρονίσαν αὐλητῇ, ἢ γεωμέτρης γεωμέτρῃ, γραμματικῷ
  • γραμματικός, τέκτων τέκτονι, καὶ ταῖς ἄλλαις ἁπάσαις τέχναις
  • ἐγγὺς γινόμενον ὁμοίως συμβήσεται. Αἱ δὲ τῶν ἀρχῶν, φησίν, οὐσίαι φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός, ὅπερ ἐστὶν ἄνω, οὐκ ἔστι
  • πνεῦμα, ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη,
  • ἀλλ᾿ οἱονεὶ μύρου τις ὀσμὴ ἢ θυμιάματος ἐκ συνθέσεως κατεσκευασμένου λεπτή, διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν φορᾷ εὐωδίας. Ἐπειδὴ δὲ ἄνω ἐστὶ τὸ φῶς καὶ κάτω [τὸ] σκότος, καὶ τούτων, ὡς ἔφην, τοιοῦτον
  • τρόπον μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς πέφυκε καθάπερ
  • ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος, ἀνάπαλιν δὲ ἡ τοῦ πνεύματος εὐωδία μέσην ἔχουσα τάξιν ἐκτείνεται καὶ φέρεται πανταχῆ, ὡς ἐπὶ τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῆ φερομένην ἐπεγνώκαμεν· τοιαύτης δὲ οὔσης
  • τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ
  • τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστιν ἐν τῷ σκότει τῷ κάτωθεν αὐτῶν τεταγμένῳ. Τὸ δὲ σκότος ὕδωρ ἐστὶ φοβερόν, εἰς ὃ κατέσπασται καὶ μετενήνεκται εἰς τὴν τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. Τὸ δὲ σκότος ἀσύνετον οὐκ ἐστίν, ἀλλὰ
  • φρόνιμον παντελῶς, καὶ οἶδεν ὄτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ
  • σκότους, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. Διὸ πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. Καὶ τούτων ἔστιν ἰδεῖν τῆς
  • φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ,
  • σκοτεινὴν ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην πνεύματι.
    v.1.p.202
    Ὡς οὗν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν· καὶ σπεύδουσιν ἆραι
  • καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὐτῶν δυνάμεις
  • εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν. Πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι εἰσὶν ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι καὶ νοεραί· ἀναρίθμητοι δὲ τὸ πλῆθος, φρόνιμοί τε οὖσαι καὶ νοεραί,
  • ἐπειδὰν μένωσι κατ᾿ αὐτάς, ἡσυχάζουσι πᾶσαι· ἐὰν δὲ
  • πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως τῶν συνελθουσῶν
  • δυνάμεων. Γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις
  • τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀποπληγεὶς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. Ἐπεὶ οὖν ἄπειροι μὲν κατ᾿ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι συνδρομαί, ἀναγκαίως γεγόνασιν
  • ἀπείρων σφραγίδων εἰκόνες. Αὗται οὖν εἰσὶν αἱ εἰκόνες αἱ
  • τῶν διαφόρων ζῴων ἰδέαι. Γέγονεν οὖν ἐκ πρώτης τῶν τριῶν ἀρχῶν συνδρομῆς μεγάλης μεγάλη τις ἰδέα σφραγῖδος, οὐρανὸς καὶ γῆ. Σχῆμα δὲ ἔχουσιν ὁ οὐρανὸς καὶ ἡ γῆ μήτρᾳ παραπλήσιον τὸν ὀμφαλὸν ἐχούσῃ μέσον, καὶ εἰ, φησίν, ὑπὸ ὄψιν
  • ἀγαγεῖν θέλει τις τὸ σχῆμα τοῦτο, ἔγκυον μήτραν ὁποίου βούλεται
  • ζῴου τεχνικῶς ἐρευνησάτω, καὶ εὑρήσει τὸ ἐκτυπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῶν ἐν μέσῳ πάντων ἀπαραλλάκτως ὑποκειμένων· γέγονε δὲ οὐρανοῦ καὶ γῆς τὸ σχῆμα τοιοῦτον οἱονεὶ μήτρᾳ παραπλήσιον κατὰ τὴν πρώτην συνδρομήν. Ἐν
  • δ᾿ αὖ τῷ μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς γεγόνασιν ἄπειροι δυνάμεων
  • συνδρομαί. Καὶ ἑκάστη συνδρομὴ οὐκ ἄλλο τι εἰργάσατο καὶ ἐξετύπωσεν ἢ σφραγῖδα οὐρανοῦ καὶ γῆς παραπλήσιον μήτρᾳ. Ἐν αὖ γῇ δὲ ἀνέφυσαν ἐκ τῶν ἀπείρων σφραγίδων διαφόρων ζῴων ἄπειρα πλήθη. Εἰς δὲ ταύτην πᾶσαν
  • τὴν ὑπὸ τὸν οὐρανὸν ἐν τοῖς διαφόροις ζῴοις ἀπειρίαν κατέσπαρται
  • v.1.p.204
    καὶ καταμεμέρισται μετὰ τοῦ φωτὸς ἡ τοῦ πνεύματος ἄνωθεν εὐωδία. Γέγονεν οὖν ἐκ τοῦ ὕδατος πρωτόγονος ἀρχὴ ἄνεμος σφοδρὸς καὶ λάβρος καὶ πάσης γενέσεως αἴτιος. Βρασμὸν γάρ τινα ἐμποιῶν τοῖς ὕδασιν ἀπὸ τῶν ὑδάτων διεγείρει
  • κύματα· ἡ δὲ τῶν κυμάτων κίνησις, οἱονεί τις οὖσα ὁρμὴ . .
  • . . . ἐγκύμονα γεγονέναι τοῦ ἀνθρώπου ἢ τοῦ νοῦ, ὁπόταν ὑπὸ τῆς τοῦ πνεύματος ὁρμῆς ὀργήσασα ἐπείγηται. Ἐπὰν δὲ τοῦτο τὸ ὑπὸ τοῦ ἀνέμου κῦμα ἐκ τοῦ ὕδατος ἐγερθὲν καὶ ἔγκυμον εἰργασμένον τὴν φύσιν γέννημα θηλείας εἰλήφῃ ἐν
  • ἑαυτῷ, κατέχει τὸ κατεσπαρμένον φῶς ἄνωθεν μετὰ τῆς τοῦ
  • πνεύματος εὐωδίας, τουτέστι νοῦν μεμορφωμένον ἐν τοῖς διαφόροις εἴδεσιν, ὅ ἐστι τέλειος θεός, ὃς ἐξ ἀγεννήτου φωτὸς ἄνωθεν καὶ πνεύματος κατενηνεγμένος εἰς ἀνθρωπίνην φύσιν, ὥσπερ εἰς ναόν, φορᾷ φύσεως καὶ ἀνέμου κινήματι, γεννηθεὶς
  • ἐξ ὕδατος, συγκεκραμένος καὶ καταμεμιγμένος τοῖς σώμασιν
  • οἱονεὶ ἅλας τῶν γενομένων ὑπάρχων καὶ φῶς τοῦ σκότους, ἀπὸ τῶν σωμάτων σπεύδων λυθῆναι καὶ μὴ δυνάμενος τὴν λύσιν εὑρεῖν καὶ τὴν διέξοδον ἑαυτοῦ· καταμέμικται γὰρ σπινθήρ τις ἐλάχιστος ἀπ . . . ᾀσμα ἄνωθεν ἀ . .
  • . . . νος δίκην ἐν τὸ . . . λυσυγκρίτοις πολλῶν,
  • ὡς, φησίν, ἐν τῷ ψαλμῷ λέγει. Πᾶσα οὗν φροντὶς καὶ ἐπιμέλεια τοῦ φωτὸς ἄνωθεν ἐστί, πῶς καὶ τίνα τρόπον ἀπὸ τοῦ θανάτου τοῦ πονηροῦ καὶ σκοτεινοῦ σώματος ἀπολυθείη ὁ νοῦς ἀπὸ τοῦ πατρὸς τοῦ κάτωθεν, ὅ ἐστιν ὁ ἄνεμος ἐν βρασμῷ
  • καὶ ταράχῳ ἐπεγείρας κύματα καὶ γεννήσας νοῦν τέλειον υἱὸν
  • ἑαυτοῦ, οὐκ ὄντα ἴδιον ἑαυτοῦ κατ᾿ οὐσίαν. Ἄνωθεν γὰρ ἦν ἀκτὶς ἀπὸ τοῦ τελείου φωτὸς ἐκείνου, ἐν τῷ σκοτεινῷ καὶ φοβερῷ καὶ πικρῷ καὶ μιαρῷ ὕδατι κεκρατημένος, ὅπερ ἐστὶ πνεῦμα φωτεινὸν ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος· ἐπεὶ οὖν . . .
  • . . . ημάτων κύματα . . . διαφόροις γ . . .
  • v.1.p.206
    . . . εσι μήτρα τίς . . . κατεσπαρμέν . . . ὡς ἐπὶ πάντων τῶν ζῴων θεωρεῖται. Ὁ δὲ ἄνεμος λάβρος ὁμοῦ καὶ σφοδρὸς φερόμενός ἐστι τῷ συρίγματι ὄφει παραπλήσιος. Πρῶτον οὖν ἀπὸ τοῦ ἀνέμου, τουτέστιν ἀπὸ τοῦ
  • ὄφεως, ἡ ἀρχὴ τῆς γεννήσεως τὸν εἰρημένον τρόπον γέγονε,
  • πάντων ὁμοῦ τὴν ἀρχὴν τῆς γεννήσεως εἰληφότων. Ἐπεὶ οὖν κατείληπται τὸ φῶς καὶ τὸ πνεῦμα εἰς τὴν ἀκάθαρτον, φησί, καὶ πολυπήμονα μήτραν ἄτακτον, εἴσω ὁ ὄφις εἰσερχόμενος, ὁ ἄνεμος τοῦ σκότους, ὁ πρωτόγονος τῶν ὑδάτων, γεννᾷ τὸν ἄνθρωπον,
  • καὶ ἄλλο οὐδὲν εἶδος οὔτε ἀγαπᾷ οὔτε γνωρίζει ἡ
  • ἀκάθαρτος μήτρα. Ὁμοιωθεὶς οὖν ὁ ἄνωθεν τοῦ φωτὸς τέλειος λόγος τῷ θηρίῳ τῷ ὄφει, εἰσῆλθεν εἰς τὴν ἀκάθαρτον μήτραν, ἐξαπατήσας αὐτὴν τοῦ θηρίου τῷ ὁμοιώματι, ἵνα λύσῃ τὰ δεσμὰ τὰ περικείμενα τῷ τελείῳ νοῒ τῷ γεννωμένῳ ἐν ἀκαθαρσίᾳ
  • μήτρας ὑπὸ τοῦ πρωτοτόκου τοῦ ὕδατος, ὄφεως, ἀνέμου.
  • Θηρίου αὕτη, φησίν, ἐστὶν ἡ τοῦ δούλου μορφή, καὶ αὕτη ἡ ἀνάγκη τοῦ κατελθεῖν τὸν λόγον τοῦ θεοῦ εἰς μήτραν παρθένου. Ἀλλ᾿ οὐκ ἔστι, φησίν, ἀρκετὸν τὸ εἰσεληλυθέναι τὸν τέλειον ἄνθρωπον, λόγον, εἰς μήτραν παρθένου καὶ λῦσαι τὰς
  • ὠδῖνας τὰς ἐν ἐκείνῳ τῷ σκότει· ἀλλὰ γὰρ μετὰ τὸ τὰ ἐν μήτρᾳ
  • μυστήρια μυσαρὰ εἰσελθεῖν ἀπελούσατο καὶ ἔπιε τὸ ποτήριον ζῶντος ὕδατος ἁλλομένου, ὃ δεῖ πάντως πιεῖν τὸν μέλλοντα ἀποδιδύσκεσθαι τὴν δουλικὴν μορφὴν καὶ ἐπενδύσασθαι ἔνδυμα οὐράνιον.

  • Ταῦτά ἐστιν ἃ λέγουσιν, ὡς δι᾿ ὀλίγου ἐστὶν εἰπεῖν,
  • οἱ προστάται τῶν Σηθιανῶν λόγων. Ἔστι δὲ ὁ λόγος αὐτῶν συγκείμενος ἐκ φυσικῶν καὶ πρὸς ἕτερα εἰρημένων ῥημάτων, ἃ εἰς τὸν ἴδιον λόγον μετάγοντες διηγοῦνται, καθάπερ εἴπομεν. Λέγουσι δὲ καὶ Μωσέα αὐτῶν συναίρεσθαι τῷ λόγῳ, ἐπὰν εἴπῃ
  • σκότος καὶ γνόφος καὶ θύελλα· οὗτοι, φησίν, οἱ τρεῖς λόγοι·
  • ἢ ὅταν εἴπῃ ἐν παραδείσῳ γεγονέναι τρεῖς, Ἀδάμ, Εὔαν, ὄφιν· ἤ ὅταν λέγῃ τρεῖς, Κάϊν, Ἄβελ, Σήθ, καὶ πάλιν τρεῖς, Σήμ, Χάμ, Ἰάφεθ· ἢ ὅταν λέγῃ τρεῖς πατριάρχας, Ἀβραάμ, Ἰσαάκ,
    v.1.p.208
    Ἰακώβ· ἢ ὅταν λέγῃ τρεῖς ἡμέρας πρὸ ἡλίου καὶ σελήνης γεγονέναι·
  • ἢ ὅταν λέγῃ τρεῖς νόμους, ἀπαγορευτικόν, ἐφετικόν,
  • διατιμητικόν. Ἀπαγορευτικὸς δέ ἐστι νόμος· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ μὴ φάγητε. Ἐν δὲ τῷ λέγειν· Ἔξελθε ἐκ τῆς γῆς σου
  • καὶ ἐκ τῆς συγγενείας σου καὶ δεῦρο εἰς γῆν, ἣν ἄν
  • σοι δείξω, ἐφετικός, φησίν, οὗτος ὁ νόμος· ἑλομένῳ γὰρ ἔστιν ἐξελθεῖν, μὴ ἑλομένῳ δὲ μένειν. Διατιμητικὸς δὲ νόμος ἐστὶν ὁ λέγων· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις· διατετίμηται γὰρ ἑκάστου τῶν ἀδικημάτων ζημία. Ἔστι δὲ αὐτοῖς
  • ἡ πᾶσα διδασκαλία τοῦ λόγου ἀπὸ τῶν παλαιῶν θεολόγων,
  • Μουσαίου καὶ Λίνου καὶ τοῦ τὰς τελετὰς μάλιστα καὶ τὰ μυστήρια καταδείξαντος Ὀρφέως. Ὁ γὰρ περὶ τῆς μήτρας αὐτῶν καὶ τοῦ Ὀρφέως λόγος, καὶ ὁ ὀμφαλός, ὅπερ ἐστὶν ἁρμονία,
  • διαρρήδην οὕτως ἐστὶν ἐν τοῖς Βακχικοῖς τοῦ Ὀρφέως.
  • Τετέλεσται δὲ ταῦτα καὶ παραδέδοται ἀνθρώποις πρὸ τῆς Κελεοῦ καὶ Τριπτολέμου καὶ Δήμητρος καὶ Κόρης καὶ Διονύσου ἐν Ἐλευσῖνι τελετῆς, ἐν Φλιοῦντι τῆς Ἀττικῆς. Πρὸ γὰρ τῶν Ἐλευσινίων μυστηρίων ἔστιν ἐν τῇ Φλιοῦντι τῆς λεγομένης Μεγάλης
  • ὄργια. Ἔστι δὲ παστὰς ἐν αὐτῇ, ἐπὶ δὲ τῆς παστάδος
  • ἐγγέγραπται μέχρι σήμερον ἡ πάντων τῶν εἰρημένων λόγων ἰδέα. Πολλὰ μὲν οὖν ἐστὶ τὰ ἐπὶ τῆς παστάδος ἐκείνης ἐγγεγραμμένα, περὶ ὧν καὶ Πλούταρχος ποιεῖται λόγους ἐν ταῖς πρὸς Ἐμπεδοκλέα δέκα βίβλοις. Ἔστι δ᾿ ἐν τοῖς πλείοσι καὶ πρεσβύτης τις
  • ἐγγεγραμμένος πολιὸς πτερωτὸς ἐντεταμένην ἔχων τὴν αἰσχύνην,
  • v.1.p.210
    γυναῖκα ἀποφεύγουσαν διώκων κυανοειδῆ. Ἐπιγέγραπται δὲ ἐπὶ τοῦ πρεσβύτου· φάος ῥυέντης, ἐπὶ δὲ τῆς γυναικός· περεηφικόλα. Ἔοικε δὲ εἶναι κατὰ τὸν Σηθιανῶν λόγον ὁ φάος ῥυέντης τὸ φῶς, τὸ δὲ σκοτεινὸν ὕδωρ ἡ φικόλα, τὸ δὲ ἐν
  • μέσῳ τούτων διάστημα ἁρμονία πνεύματος μεταξὺ τεταγμένου.
  • Τὸ δὲ ὄνομα τοῦ φάος ῥυέντου τὴν ῥύσιν ἄνωθεν τοῦ φωτὸς, ὡς λέγουσι, δηλοῖ κάτω. Ὥστε εὐλόγως ἄν τις εἴποι τοὺς Σηθιανοὺς ἐγγύς που τελεῖν παρ᾿ αὐτοῖς τὰ τῆς Μεγάλης Φλυῆσιν ὄργια. Τῇ δὲ διαιρέσει τῇ τριχῆ μαρτυρεῖν ἔοικε καὶ ὁ ποιητὴς
  • λέγων· Τριχθὰ δὲ πάντα δέδασται, ἕκαστα δ᾿
  • ἔμμορε τιμῆς· τουτέστι τῶν τριχῆ διῃρημένων ἕκαστον εἴληφε δύναμιν. Καὶ τὸ ὕδωρ δὲ τὸ ὑποκείμενον κάτω σκοτεινόν, ὅτι δέδυκε τὸ φῶς, καὶ ἀνακομίσασθαι καὶ λαβεῖν ἄνωθεν δεῖ τὸν κατενηνεγμένον σπινθῆρα ἀπ᾿ αὐτοῦ, οὕτως ἐοίκασιν
  • οἱ πάνσοφοι Σηθιανοὶ παρ᾿ Ὁμήρου λαβόντες λέγειν·
  • Ἴστω γὰρ (φησί) τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν, καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι· τουτέστιν ἀποτρόπαιόν τι καὶ φρικτὸν οἱ θεοὶ καθ᾿ Ὅμηρον εἶναι
  • τὸ ὕδωρ νομίζουσιν, ὅπερ ὁ λόγος τῶν Σηθιανῶν φοβερὸν
  • εἶναι φησὶ τῷ νοΐ.

    Ταῦτ᾿ ἐστὶν ἃ λέγουσι καὶ τοιούτοις παραπλήσια ἐν ἀπείροις συγγράμμασι· πείθουσι δὲ ἐντυγχάνειν τῷ περὶ κράσεως καὶ μίξεως λόγῳ τοὺς μαθητευομένους, ὃς μεμελέτηται

  • πολλοῖς, ἀλλὰ καὶ Ἀνδρονίκῳ τῷ περιπατητικῷ. Λέγουσιν οὖν
  • οἱ Σηθιανοὶ τὸν περὶ κράσεως καὶ μίξεως λόγον συνεστάναι τῷδε τῷ τρόπῳ· τὴν ἀκτῖνα τὴν φωτεινὴν ἄνωθεν ἐγκεκρᾶσθαι, καὶ τὸν σπινθῆρα τὸν ἐλάχιστον ἐν τοῖς σκοτεινοῖς ὕδασι κάτω καταμεμῖχθαι λεπτῶς καὶ συνηνῶσθαι καὶ γεγονέναι ἐν ἑνὶ φυράματι,
  • ὡς μίαν ὀσμὴν ἐκ πολλῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς
  • θυμιαμάτων, καὶ δεῖ τὸν ἐπιστήμονα, τῆς ὀσφρήσεως ἔχοντα
    v.1.p.212
    κριτήριον εὐαγές, ἀπὸ τῆς μιᾶς τοῦ θυμιάματος ὀσμῆς διακρίνειν λεπτῶς ἕκαστον τῶν καταμεμιγμένων ἐπὶ τοῦ πυρὸς θυμιαμάτων, οἱονεὶ στύρακα καὶ σμύρναν καὶ λίβανον, ἢ εἴ τι
  • ἄλλο εἴη μεμιγμένον. Χρῶνται δὲ καὶ ἑτέροις παραδείγμασι,
  • λέγοντες καταμεμῖχθαι καὶ χρυσίῳ χαλκόν, καὶ τέχνη τις εὕρηται ἡ διακρίνουσα τὸν χαλκὸν ἀπὸ τοῦ χρυσίου. Ὁμοίως δὲ κἂν ἐν ἀργύρῳ κασσίτερος ἢ χαλκὸς ἤ τι τῶν ὁμογενῶν καταμεμιγμένον εὑρεθῇ, μίξεως τινὶ τέχνῃ κρείττονι καὶ ταῦτα διακρίνεται.
  • Ἤδη δέ τις καὶ ὕδωρ μεμιγμένον οἴνῳ διακρίνει.
  • Οὕτω, φασί, κἂν πάντα τὰ συγκεκραμένα διακρίνεται. Καὶ δὴ ἀπὸ τῶν ζῴων, φησί, καταμάνθανε. Τελευτήσαντος γὰρ τοῦ ζῴου ἕκαστα διακρίνεται, καὶ λυθέντος οὕτω τὸ ζῷον ἀφανίζεται. Τοῦτο ἐστὶ, φησί, τὸ εἰρημένον· Οὐκ ἦλθον εἰρήνην
  • βαλεῖν ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν, τουτέστι τὸ
  • διχάσαι καὶ χωρίσαι τὰ συγκεκραμένα. Διχάζεται γὰρ καὶ διακρίνεται ἕκαστα τῶν συγκεκραμένων οἰκείου χωρίου τυχόντα. Ὡς γάρ ἐστι χωρίον συγκράσεως τοῖς ζῴοις ἅπασιν ἔν, οὕτω καὶ τῆς διακρίσεως καθέστηκεν ἕν, ὃ οἶδεν οὐδείς, φησίν, ἧ
  • μόνοι ἡμεῖς, οἱ ἀναγεννώμενοι πνευματικοὶ οὐ σαρκικοί, ὧν
  • ἔστι τὸ πολίτευμα ἐν οὐρανοῖς ἄνω. Οὕτω παρεισδύοντες διαφθείρουσι τοὺς ἀκροωμένους, ὁτὲ μὲν ἀποχρώμενοι ῥητοῖς, εἰς ὃ θέλουσι συνάγοντες κακῶς τὰ καλῶς εἰρημένα, φωλεύουσί τε τὸ ἑαυτῶν ἀδίκημα διὰ παραβολῶν ὧν βούλονται. Πάντα οὖν,
  • φησί, καθὼς εἴρηται, τὰ συγκεκραμένα ἔχει χωρίον ἴδιον καὶ
  • τρέχει πρὸς τὰ οἰκεῖα, ὡς σίδηρος πρὸς τὴν ἡρακλείαν λίθον, καὶ τὸ ἄχυρον ἠλέκτρου πλησίον, καὶ τῷ κέντρῳ τοῦ θαλασσίου ἱέρακος τὸ χρυσίον. Οὕτως ἡ τοῦ καταμεμιγμένου τῷ ὕδατι φωτὸς ἀκτίς, οἰκείου χωρίου ἐκ διδασκαλίας καὶ μαθήσεως μεταλαβοῦσα,
  • σπεύδει πρὸς τὸν λόγον τὸν ἄνωθεν ἐλθόντα ἐν
  • εἰκόνι δουλικῇ, καὶ γίνεται μετὰ τοῦ λόγου λόγος ἐκεῖ, ὅπου λόγος ἐστί, μᾶλλον ἢ ὁ σίδηρος πρὸς τὴν ἡρακλείαν λίθον. Καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, φησί, καὶ πάντα διακρίνεται ἐπὶ τῶν οἰκείων τόπων τὰ συγκεκραμένα, μάνθανε. Φρέαρ ἐστὶν ἐν Πέρσαις
  • ἐν Ἄμπῃ πόλει παρὰ τὸν Τίγριν ποταμόν· ᾠκοδόμηται δὲ
  • v.1.p.214
    παρὰ τὸ φρέαρ ἄνω δεξαμενή τις ἔχουσα τρεῖς ἀφετηρίας ἀπ᾿ αὐτῆς. Οὗ φρέατος ἀντλήσας κάδδῳ ἀνενέγκας τὸ ἀπὸ τοῦ φρέατος ἀντληθὲν ὅ τι ποτέ ἐστιν, ἔχεεν εἰς τὴν παρακειμένην δεξαμενήν· τὸ δὲ χυθὲν ἐλθὸν ἐπὶ τὰς ἀφετηρίας ἐν ἑνὶ σκεύει
  • ἀναληφθὲν διακρίνεται. Καὶ ἐν μὲν πρώτῃ ἄλας πηγνύμενον
  • δείκνυται, ἐν ἑτέρᾳ δὲ τῶν ἀφετηριῶν ἄσφαλτος, ἐν δὲ τῇ τρίτῃ ἔλαιον. Μέλαν δέ ἐστι τὸ ἔλαιον, ὡς, φησί, καὶ Ἡρόδοτος ἱστορεῖ, καὶ ὀσμὴν παρεχόμενον βαρεῖαν· ῥαδινάκην δὲ αὐτὸ οἱ Πέρσαι καλοῦσιν. Ἤρκει, φασὶν οἱ Σηθιανοί, πρὸς ἀπόδειξιν
  • τοῦ προκειμένου ἡ τοῦ φρέατος ὁμοιότης πάντων μᾶλλον τῶν
  • προειρημένων.

    Ἱκανῶς δοκεῖ ἡμῖν σεσαφηνίσθαι ἡ τῶν Σηθιανῶν γνώμη. Εἰ δέ τις ὅλην τὴν κατ᾿ αὐτοὺς πραγματείαν βούλεται μαθεῖν, ἐντυχέτω βιβλίῳ ἐπιγραφομένῳ Παράφρασις Σήθ·

  • πάντα γὰρ τὰ ἀπόρρητα αὐτῶν ἐκεῖ εὑρήσει ἐγκείμενα. Ἀλλ᾿
  • ἐπεὶ τὰ κατὰ τοὺς Σηθιανοὺς ἐξεθέμεθα, ἴδωμεν τίνα ἐστὶ καὶ τὰ Ἰουστίνῳ δοκοῦντα.

    Ἰουστῖνος πάντη ἐναντίος τῇ τῶν ἁγίων γραφῶν γενόμενος διδαχῇ, προσέτι δὲ καὶ τῇ τῶν μακαρίων εὐαγγελιστῶν

  • ἐγγράφῳ φωνῇ, ὡς ἐδίδασκεν ὁ λόγος τοὺς μαθητὰς λέγων·
  • Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ὅπερ δηλοῖ μὴ προσέχειν τῇ τῶν ἐθνῶν ματαίᾳ διδασκαλίᾳ, οὗτος ἐπὶ τὰ ἐθνῶν τερατολογούμενα καὶ διδασκόμενα ἀναγαγεῖν πειρᾶται τοὺς ἀκροωμένους,
  • αὐτολεξεὶ τὰ παρ᾿ Ἕλλησι μυθευόμενα διηγούμενος,
  • οὔτε πρότερον διδάξας οὔτε παραδοὺς τὸ τέλειον αὐτοῦ μυστήριον, εἰ μὴ ὅρκῳ δήσῃ τὸν πλανώμενον. Ἔπειτα τοὺς μύθους παρατίθησι ψυχαγωγίας χάριν, ὅπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων ἀναρίθμῳ φλυαρίᾳ παραμύθιον ἔχωσι τὰ μυθευόμενα
  • (ὃν τρόπον εἴ τις ὁδὸν μακρὰν βαδίζων, παρατυχὼν καταλύματι
  • ἀναπαύεσθαι δοκεῖ), καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ᾿ αὐτοῦ τεχναζόμενον ἀνόμημα διὰ πλειόνων ἐξηχηθέντες ὁρμήσωσι τετυφωμένοι, οὓς φρικτοῖς καταδήσας πρότερον ὅρκοις
  • μήτε ἐξειπεῖν μήτε ἀποστῆναι ὁμολογεῖν ἀναγκάσας, οὕτω παραδίδωσι
  • τὰ ὑπ᾿ αὐτοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ
    v.1.p.216
    δὲ παραπεποιημένοις βιβλίοις κατά τι παρεμφαίνουσι ταῖς προειρημέναις αἱρέσεσιν. Οἱ πάντες γὰρ ἑνὶ πνεύματι συνωθούμενοι
  • εἰς ἕνα βυθὸν ἀμάρας συνάγονται, ἄλλοι ἄλλως τὰ αὐτὰ
  • διηγούμενοι καὶ μυθεύοντες· οὗτοι δὲ ἰδίως οἱ πάντες γνωστικοὺς ἑαυτοὺς ἀποκαλοῦσι, τὴν θαυμασίαν γνῶσιν τοῦ τελείου καὶ ἀγαθοῦ μόνοι καταπεπωκότες.

    Ὄμνυε δέ, φησὶν Ἰουστῖνος, εἰ γνῶναι θέλεις, ἃ ὀφθαλμὸς

  • οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν
  • ἀνθρώπου ἀνέβη, τὸν ἐπάνω πάντων ἀγαθόν, τὸν ἀνώτερον, ἄρρητα φυλάξαι τὰ τῆς διδασκαλίας σιγώμενα· καὶ γὰρ καὶ ὁ πατὴρ ἡμῶν, ἰδὼν τὸν ἀγαθὸν καὶ τελεσθεὶς παρ᾿ αὐτῷ, τὰ τῆς σιγῆς ἄρρητα ἐφύλαξε, καὶ ὤμοσε καθὼς γέγραπται,
  • ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ταῦτα
  • τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις ψυχαγωγεῖ διὰ πλειόνων βιβλίων, καὶ οὕτως ἐπὶ τὸν ἀγαθὸν ἄγει, τελειῶν τοὺς μύστας τὰ ἄλαλα μυστήρια. Ἵνα δὲ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης
  • καθὼς νομίζει ἐνδόξου. Αὕτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ᾗ
  • μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ὑπ᾿ αὐτοῦ δηλώσομεν, οὖσαν παρὰ Ἡροδότῳ, ἣν ὡς καινὴν τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, ἐξ αὐτῆς πᾶσαν σύστασιν τοῦ κατ᾿ αὐτὸν διδασκαλείου ποιούμενος.

  • Ἡρόδοτος μὲν οὖν τὸν Ἡρακλέα φησὶν ἀπὸ τῆς Ἐρυθείας
  • τοῦ Γηρυόνου τὰς βοῦς ἄγοντα εἰς τὴν Σκυθίαν ἐλθεῖν, κεκμηκότα δὲ ἀπὸ τῆς πορείας εἰς ἔρημόν τι χωρίον κατακλιθέντα κοιμηθῆναι ὀλίγον· ὑπνώσαντος δὲ αὐτοῦ ἀφανῆ γενέσθαι τὸν ἵππον, ἐφ᾿ οὗ καθεζόμενος διώδευσε τὴν μακρὰν
  • ὁδόν· περιεγερθεὶς δὲ ζήτησιν ἐποιεῖτο ἐπὶ τῆς ἐρημίας πολλήν,
  • εὑρεῖν πειρώμενος τὸν ἵππον. Καὶ τοῦ μὲν ἵππου διαμαρτάνει, κόρην δέ τινα μιξοπάρθενον εὑρὼν ἐπὶ τῆς ἐρημίας ἐπηρώτα, εἰ εἴη που τεθεαμένη τὸν ἵππον. Ἡ δὲ κόρη φησὶν εἰδέναι μέν, μὴ δείξειν δὲ πρότερον αὐτῷ, εἰ μὴ πρὸς μῖξιν φιλίας
  • συνέλθῃ αὐτῇ ὁ Ἡρακλῆς. Ἦν δὲ, φησὶν ὁ Ἡρόδοτος, τὰ
  • ἄνω αὐτῆς μέχρι βουβῶνος παρθένου, πᾶν δὲ τὸ κάτω σῶμα
    v.1.p.218
    μετὰ βουβῶνα φρικτόν τι θέαμα ἐχίδνης. Σπουδῇ δὲ τῆς περὶ τὸν ἵππον εὑρέσεως ὁ Ἡρακλῆς πείθεται τῷ θηρίῳ· ἔγνω γὰρ αὐτὴν καὶ ἐποίησεν ἐγκύμονα, καὶ προεῖπεν αὐτῇ μετὰ τὴν γνῶσιν,
  • ὅτι ἔχει κατὰ γαστρὸς ἐξ αὐτοῦ τρεῖς ὁμοῦ παῖδας, οἵτινες
  • ἔσονται ἐπιφανεῖς. Ἐκέλευσε δὲ αὐτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν, Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. Λαβὼν δὲ τούτου μισθὸν τὸν ἵππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλλάττετο φέρων καὶ τὰς βοῦς. Μακρὸς δὲ ὁ μετὰ ταῦτα
  • μῦθος Ἡροδότῳ, χαιρέτω δὲ τὸ νῦν. Τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα,
  • μετάγοντι τὸν μῦθον εἰς τὴν τῶν ὅλων γέννησιν, ἡμεῖς διηγησόμεθα.

    Οὗτος φησίν· Ἦσαν τρεῖς ἀρχαὶ τῶν ὅλων ἀγέννητοι, ἀρρενικαὶ δύο, θηλυκὴ μία. Τῶν δὲ ἀρρενικῶν ἡ μέν τις

  • καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτως λεγόμενος, προγνωστικὸς
  • τῶν ὅλων. Ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος [καὶ ἄγνωστος] καὶ ἀόρατος. Ἡ δὲ θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δίσωμος, κατὰ πάντα τῇ κατὰ τὸν Ἡροδότου μῦθον ἐμφερής, μέχρι βουβῶνος παρθένος, ἔχιδνα δὲ τὰ κάτω,
  • ὥς φησιν Ἰουστῖνος. Καλεῖται δὲ Ἐδὲμ αὕτη ἡ κόρη καὶ Ἰσραήλ.
  • Αὗται, φησίν, αἱ ἀρχαὶ τῶν ὅλων, ῥϊζαι καὶ πηγαί, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο· ἄλλο δὲ ἦν οὐδέν. Ἰδὼν οὖν ὁ πατὴρ τὴν μιξοπάρθενον ἐκείνην ἀπρόγνωστος ὢν τὴν Ἐδέμ, ἦλθεν εἰς ἐπιθυμίαν αὐτῆς· Ἐλωεὶμ δὲ, φησίν, καλεῖται οὗτος ὁ πατήρ·
  • οὐδὲν δ᾿ ἧττον ἐπεθύμησε καὶ ἡ Ἐδὲμ τοῦ Ἐλωείμ, καὶ συνήγαγεν
  • αὐτοὺς ἡ ἐπιθυμία εἰς μίαν φιλίας εὔνοιαν. Γεννᾷ δὲ ἀπὸ τῆς συνόδου τῆς τοιαύτης ὁ πατὴρ ἐκ τῆς Ἐδὲμ ἑαυτῷ ἀγγέλους δώδεκα. Ὀνόματα δέ ἐστι τῶν πατρικῶν ἀγγέλων τάδε· Μιχαήλ, Ἀμήν, Βαρούχ, Γαβριήλ, Ἠσαδδαῖος. . . . Καὶ τῶν
  • μητρικῶν ἀγγέλων, ὧν ἐποίησεν ἡ Ἐδέμ, ὁμοίως ὑποτέτακται
  • τὰ ὀνόματα· ἔστι δὲ ταῦτα, Βάβελ, Ἀχαμῶθ, Νάας, Βήλ, Βελίας, Σατάν, Σαήλ, Ἀδωναῖος, Καυΐθαν, Φαραώ, Καρκαμενώς, Λάθεν. Τούτων τῶν εἰκοσιτεσσάρων ἀγγέλων οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται καὶ πάντα ποιοῦσι κατὰ τὸ θέλημα αὐτοῦ·
    v.1.p.220
  • οἱ δὲ μητρικοὶ τῇ μητρὶ Ἐδέμ· τούτων δὲ τῶν ἀγγέλων
  • ὁμοῦ πάντων τὸ πλῆθος ὁ παράδεισος, φησίν, ἐστί, περὶ οὖ λέγει Μωσῆς· Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, τουτέστι κατὰ πρόσωπον τῆς Ἐδέμ, ἵνα βλέπῃ τὸν παράδεισον ἡ Ἐδέμ, τουτέστι τοὺς ἀγγέλους, διὰ
  • παντός. Τούτου τοῦ παραδείσου ἀλληγορικῶς οἱ ἄγγελοι κέκληνται
  • ξύλα, καὶ ἔστι τὸ ξύλον τῆς ζωῆς ὁ τρίτος τῶν πατρικῶν ἀγγέλων Βαρούχ, τὸ δὲ ξύλον τοῦ εἰδέναι γνῶσιν καλοῦ καὶ πονηροῦ ὁ τρίτος τῶν μητρικῶν ἀγγέλων, ὁ Νάας. Οὕτως γὰρ λέγει δεῖν τὰ Μωσέως ἑρμηνεύειν, λέγων· περιεσταλμένως
  • αὐτὰ εἶπεν ὁ Μωϋσῆς διὰ τὸ μὴ πάντας χωρεῖν τὴν ἀλήθειαν.
  • Γενομένου δέ, φησί, τοῦ παραδείσου ἐξ εὐαρεστήσεως κοινῆς Ἐλωεὶμ καὶ Ἐδέμ, οἱ τοῦ Ἐλωεὶμ ἄγγελοι λαβόντες ἀπὸ τῆς καλλίστης γῆς, τουτέστιν οὐκ ἀπὸ τοῦ θηριώδους μέρους τῆς Ἐδέμ, ἀλλὰ ἀπὸ τῶν ὑπὲρ βουβῶνα ἀνθρωποειδῶν καὶ ἡμέρων
  • χωρίων τῆς γῆς ποιοῦσι τὸν ἄνθρωπον. Ἐκ δὲ τῶν θηριωδῶν
  • μερῶν, φησί, γίνονται τὰ θηρία καὶ τὰ λοιπὰ ζῷα. Τὸν ἄνθρωπον οὖν ἐποίησαν σύμβολον τῆς ἑνότητος αὐτῶν καὶ εὐνοίας, καὶ κατατίθενται τὰς ἑαυτῶν δυνάμεις εἰς αὐτόν, Ἐδὲμ
  • μὲν τὴν ψυχήν, Ἐλωεὶμ δὲ τὸ πνεῦμα. Καὶ γίνεται οἱονεὶ
  • σφραγίς τις αὕτη καὶ φιλίας ὑπόμνημα καὶ σύμβολον αἰώνιον τοῦ γάμου τῆς Ἐδὲμ καὶ τοῦ Ἐλωεὶμ ἄνθρωπος, ὁ Ἀδάμ. Ὁμοίως δὲ καὶ ἡ Εὔα γέγονε, φησίν, ὥσπερ Μωσεῖ γέγραπται, εἰκὼν καὶ σύμβολον, σφραγὶς εἰς αἰῶνα φυλαχθησομένη τῆς
  • Ἐδέμ· κατετέθη τε ὁμοίως καὶ ἐν τῇ Εὔᾳ τῇ εἰκόνι ψυχὴ μὲν
  • ἀπὸ τῆς Ἐδέμ, πνεῦμα δὲ ἀπὸ τοῦ Ἐλωείμ. Καὶ ἐδόθησαν ἐντολαὶ αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακληρονομήσατε τὴν γῆν, τουτέστι τὴν Ἐδέμ, οὕτω γὰρ θέλει γεγράφθαι. Πᾶσαν γὰρ τὴν ἑαυτῆς δύναμιν οἱονεί τινα
  • οὐσίαν ἐν γάμῳ ἡ Ἐδὲμ προσήνεγκε τῷ Ἐλωείμ. Ὅθεν, φησί,
  • κατὰ μίμησιν ἐκείνου τοῦ πρώτου γάμου προῖκα προσφέρουσι μέχρι σήμερον αἱ γυναῖκες τοῖς ἀνδράσι, θείῳ τινὶ καὶ πατρικῷ νόμῳ πειθόμεναι τῷ γενομένῳ πρὸς Ἐλωεὶμ τῆς Ἐδέμ. Κτισθέντων δὲ πάντων, ὡς γέγραπται παρὰ τῷ Μωϋσῇ, οὐρανοῦ
  • τε καὶ γῆς καὶ τῶν ἐν αὐτῇ, εἰς τέτταρας ἀρχὰς διῃρέθησαν οἱ
  • δώδεκα τῆς μητρὸς ἄγγελοι, καὶ καλεῖται τούτων ἕκαστον τεταρτημόριον
    v.1.p.222
    ποταμός, Φεισὼν καὶ Γεὼν καὶ Τίγρις καὶ Εὐφράτης, ὡς, φησί, λέγει Μωϋσῆς· οὗτοι ἐμπεριέρχονται οἱ δώδεκα ἄγγελοι εἰς τέτταρα μέρη συμπεριπεπλεγμένοι καὶ διέπουσι τὸν
  • κόσμον, σατραπικήν τινα ἔχοντες κατὰ τοῦ κόσμου παρὰ τῆς
  • Ἐδὲμ ἐξουσίαν. Μένουσι δὲ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾿ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέρχονται, ἀλλάσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους τεταγμένους ἑαυτοῖς. Ὅταν δὲ ἐπικρατῇ τῶν τόπων
  • ὁ Φεισών, λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῷ μέρει
  • τῆς γῆς γίνεται· φειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀγγέλων τούτων· ὁμοίως καὶ ἑκάστου μέρους τῶν τεσσάρων, κατὰ τὴν ἑκάστου δύναμιν καὶ φύσιν, κακοὶ καιροὶ καὶ νόσων στάσεις. Καὶ τοῦτο εἰσαεὶ κατὰ τὴν ἐπικράτησιν τῶν τεταρτημορίων ὡσπερεὶ
  • ποταμῶν ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως
  • τὸν κόσμον περιέρχεται. Γέγονε δὲ ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἰτίας· κατασκευάσας καὶ δημιουργήσας Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆναι ἠθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι, μή τι γέγονε τῶν
  • κατὰ τὴν κτίσιν ἐνδεῶς, συμπαραλαβὼν τοὺς ἰδίους ἀγγέλους
  • μετ᾿ αὐτοῦ, ἦν γὰρ ἀνωφερής, καταλιπὼν τὴν Ἐδὲμ κάτω, γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ οὐκ ἠθέλησεν. Ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ πέρας ἄνω τοῦ οὐρανοῦ, καὶ θεασάμενος φῶς κρεῖττον ὑπὲρ ὃ αὐτὸς ἐδημιούργησεν εἶπεν· Ἀνοίξατέ
  • μοι πύλας, ἵνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ
  • κυρίῳ· ἐδόκουν γὰρ ἐγὼ κύριος εἶναι. Φωνὴ αὐτῷ ἀπὸ τοῖ φωτὸς ἐδόθη λέγουσα· Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσέρχονται δι᾿ αὐτῆς· καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εἰσῆλθεν ὁ πατὴρ δίχα τῶν ἀγγέλων πρὸς τὸν
  • ἀγαθὸν καὶ εἶδεν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ
  • ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Κάθου ἐκ δεξιῶν μου. Ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· Ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὃν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέδεται
  • εἰς τοὺς ἀνθρώπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν.
  • Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Οὐδὲν δύνασαι κακοποιῆσαι
    v.1.p.224
    παρ᾿ ἐμοὶ γενόμενος, ἐκ κοινῆς γὰρ εὐαρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν Ἐδὲμ ἔχειν τὴν κτίσιν μέχρις οὗ βούλεται·
  • σὺ δὲ μένε παρ᾿ ἐμοί. Τότε γνοῦσα ἡ Ἐδὲμ ὅτι
  • καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὐτῇ τοὺς ἰδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν ἑαυτήν, εἴ πως εἰς ἐπιθυμίαν ἐλθὼν ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν. Ὡς δὲ κρατηθεὶς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ οὐκέτι κατῆλθε πρὸς τὴν Ἐδέμ,
  • προσέταξεν ἡ Ἐδὲμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας
  • καὶ χωρισμοὺς γάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ Ἐλωείμ, οὕτω καὶ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὄν ἐν τοῖς ἀνθρώποις τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίζηται λυπούμενον, καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμένη.
  • Καὶ δίδωσιν ἐξουσίαν ἡ Ἐδὲμ μεγάλην τῷ τρίτῳ
  • ἀγγέλῳ αὐτῆς τῷ Νάας, ἵνα πάσαις κολάσεσι κολάζῃ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ πνεύματος ᾖ κολαζόμενος ὁ Ἐλωεὶμ ὁ καταλιπὼν παρὰ τὰς συνθήκας τὰς γενομένας αὐτῶν τὴν σύζυγον. Ἰδὼν ταῦτα ὁ
  • πατὴρ Ἐλωεὶμ ἐκπέμπει τὸν Βαρούχ, τὸν τρίτον ἄγγελον τῶν
  • ἑαυτοῦ, εἰς βοήθειαν τῷ πνεύματι τῷ ὄντι ἐν τοῖς ἄνθρώποις. Πάλιν ἐλθὼν οὖν ὁ Βαροὺχ ἔστη ἐν μέσῳ τῶν ἀγγέλων τῆς Ἐδέμ, τουτέστιν ἐν μέσῳ τοῦ παραδείσου (παράδεισος γὰρ οἱ ἄγγελοι, ὧν μέσος ἔστη), καὶ παρήγγειλε τῷ ἀνθρώπῳ, ἀπὸ
  • παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖν,
  • ἀπὸ δὲ τοῦ [ξύλου τοῦ] γινώσκειν τὸ καλὸν καὶ το πονηρὸν μὴ φαγεῖν, ὅπερ ἐστὶν ὁ Νάας, τουτέστι τοῖς μὲν ἄλλοις ἀγγέλοις πείθεσθαι τοῖς ἕνδεκα τῆς Ἐδέμ, πάθη μὲν γὰρ ἔχουσιν οἱ ἕνδεκα, παρανομίαν δὲ οὐκ ἔχουσιν· ὁ δὲ
  • Νάας παρανομίαν ἔσχε· προσῆλθε γὰρ τῇ Εὔᾳ ἐξαπατήσας αὐτὴν
  • καὶ ἐμοίχευσεν αὐτήν, ὅπερ ἐστὶ παράνομον· προσῆλθε δὲ καὶ τῷ Ἀδὰμ καὶ ἔσχεν αὐτὸν ὡς παῖδα, ὅπερ ἐστὶ καὶ αὐτὸ παράνομον· ἔνθεν γέγονε μοιχεία καὶ ἀρσενοκοιτία. Ἀπὸ τότε ἐπεκράτησε τὰ κακὰ τοῖς ἀνθρώποις καὶ τὰ ἀγαθὰ ἐκ μιᾶς
  • ἀρχῆς γενόμενα τῆς τοῦ πατρός. Ἀναβὰς γὰρ πρὸς τὸν ἀγαθὸν
  • ὁ πατὴρ ὁδὸν ἔδειξε τοῖς ἀναβαίνειν θέλουσιν. Ἀποστὰς δὲ τῆς Ἐδέμ ἀρχὴν κακῶν ἐποίησε τῷ πνεύματι τῷ ἐν τοῖς
    v.1.p.226
    ἀνθρώποις. Ἐπέμφθη οὖν ὁ Βαροὺχ πρὸς τὸν Μωσέα, καὶ δι᾿ αὐτοῦ ἐλάλησε τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἐπιστραφῶσι πρὸς
  • τὸν ἀγαθόν. Ὁ δὲ τρίτος ὁ . . . . . διὰ τῆς ψυχῆς ἀπὸ τῆς
  • Ἐδὲμ οἰκούσης εἰς τὸν Μωσέα, ὥσπερ καὶ εἰς πάντας ἀνθρώπους, τὰς ἐντολὰς τοῦ Βαροὺχ ἐπεσκίασε καὶ τὰς ἰδίας ἐποίησεν ἀκούεσθαι· διὰ τοῦτο ἡ ψυχὴ κατὰ τοῦ πνεύματος τέτακται, καὶ τὸ πνεῦμα κατὰ τὴς ψυχῆς. Ἡ μὲν γὰρ ψυχή ἐστιν
  • Ἐδέμ, τὸ δὲ πνεῦμα Ἐλωείμ, ἑκάτερα ὄντα ἐν πᾶσιν ἀνθρώποις
  • καὶ θήλεσι καὶ ἄρρεσι. Πάλιν μετὰ ταῦτα ἐπέμφθη ἐπὶ τοὺς προφήτας ὁ Βαρούχ, ἵνα διὰ τῶν προφητῶν ἀκούσῃ τὸ πνεῦμα τὸ ἐν τοῖς ἀνθρώποις κατοικοῦν καὶ φύγῃ τὴν Ἐδὲμ
  • καὶ τὴν πλάσιν τὴν πονηράν, ὥσπερ ἔφυγεν ὁ πατὴρ Ἐλωείμ·
  • ὁμοίως καὶ [διὰ τῶν προφητῶν] τῇ αὐτῇ ἐπινοίᾳ ὁ Νάας διὰ τῆς ψυχῆς τῆς ἐνοικούσης ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι τοῦ πατρὸς ὑπέσυρε τοὺς προφήτας, καὶ ὑπεσύρησαν πάντες, καὶ οὐκ ἠκολούθησαν τοῖς λόγοις τοῦ Βαρούχ, οὓς ἐνετείλατο
  • Ἐλωείμ. Τὸ τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο
  • Ἐλωεὶμ τὸν Ἡρακλέα καὶ ἔπεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς Ἐδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ τὸν πατέρα ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. Ταῦτά ἐστι τα δώδεκα ἆθλα τοῦ Ἡρακλέους, ἃ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ
  • τάξει, ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ
  • κάπρον καὶ τὰ ἑξῆς. Τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἃ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀγγέλων. Ὡς δ᾿ ἐδόκει κατηγωνίσθαι, προσπλέκεται αὐτῷ ἡ Ὀμφάλη, ἥτις ἐστὶ Βάβελ ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα
  • καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ Βαρούχ,
  • ἃς ἐνετείλατο Ἐλωείμ, καὶ μετενδιδύσκει τὴν ἰδίαν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς Ἐδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ. Τὸ δὲ τελευταῖον ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως
  • πέμπεται ὁ Βαρούχ, καταπεμφθεὶς πάλιν ὑπὸ τοῦ Ἐλωείμ,
  • καὶ ἐλθὼν εἰς Ναζαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαρίας, βόσκοντα πρόβατα, παιδάριον δυωδεκαετές, καὶ ἀναγγέλλει αὐτῷ ἀπ᾿ ἀρχῆς πάντα ὅσα ἐγένετο ἀπὸ τῆς Ἐδὲμ
    v.1.p.228
    καὶ τοῦ Ἐλωεὶμ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα, καὶ εἶπε· Πάντες
  • οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. Πειράθητι
  • οὖν, Ἰησοῦ, υἱὲ ἀνθρώπου, μὴ ὑποσυρῆναι, ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάγγειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγαθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου
  • ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ. Καὶ
  • ὑπήκουσε τῷ ἀγγέλῳ ὁ Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. Ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠθέλησε . . . πιστὸς γὰρ ἔμεινε τῷ Βαρούχ. Ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρωθῆναι.
  • Ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ξύλον,
  • ἀνέβη πρὸς τὸν ἀγαθόν. Εἰπὼν δὲ τῇ Ἐδέμ· Γύναι, ἀπέχεις σου τὸν υἱόν, τουτέστι τόν ψυχικὸν ἄνθρωπον καὶ τὸν χοϊκόν, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τὸ πνεῦμα τοῦ πατρός, ἀνῆλθε πρὸς τὸν ἀγαθόν. Ὁ δὲ ἀγαθός ἐστι Πρίαπος,
  • ὁ πρίν τι εἶναι ποιήσας· διὰ τοῦτο καλεῖται Πρίαπος, ὅτι
  • ἐπριοποίησε τὰ πάντα. Διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος καὶ ἐν ταῖς ὁδοῖς βαστάζων τὰς ὀπώρας ἐπάνω αὐτοῦ, τουτέστι τοὺς καρποὺς τῆς κτίσεως, ὧν αἴτιος ἐγένετο, πριοποιήσας τὴν κτίσιν πρότερον
  • οὐκ οὖσαν. Ὅταν οὖν, φησίν, ἀκούσητε λεγόντων ἀνθρώπων,
  • ὅτι κύκνος ἐπὶ τὴν Λήδαν ἦλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωείμ, καὶ ἡ Λήδα ἡ Ἐδέμ. Καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι, ὅτι ἀετὸς ἦλθεν ἐπὶ τὸν Γανυμήδην, ὁ ἀετός ἐστιν ὁ Νάας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμ· καὶ ὅταν λέγωσιν, ὅτι
  • ὁ χρυσὸς ἦλθεν ἐπὶ τὴν Δανάην καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς,
  • ὁ χρυσός ἐστιν ὁ Ἐλωείμ, Δανάη δὲ ἐστιν ἡ Ἐδέμ. Ὁμοίως δὲ κατὰ τὸν αὐτὸν τρόπον πάντας τοὺς τοιούτους λόγους μύθους ἐμφερεῖς. ὄντας παρατιθέμενοι διδάσκουσιν. Ὅταν οὖν προφῆται λέγωσιν· Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ,
  • κύριος ἐλάλησεν, οὐρανὸν λέγει, φησί, τὸ πνεῦμα τὸ ἐν
  • τῷ ἀνθρώπῳ, τὸ τοῦ Ἐλωείμ, γῆν δὲ τὴν ψυχὴν τὴν ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι, κύριον δὲ τὸν Βαρούχ, Ἰσραὴλ δὲ τὴν Ἐδέμ· Ἐδὲμ γὰρ λέγεται καὶ Ἰσραὴλ ἡ σύζυγος τοῦ Ἐλωείμ. Οὐκ ἔγνω με, φησίν, Ἰσραήλ, εἰ γὰρ ἐγνώκει, ὅτι πρὸς
    v.1.p.230
  • τῷ ἀγαθῷ εἰμί, οὐκ ἂν ἐκόλαζε τὸ πνεῦμα τὸ ἐν
  • τοῖς ἀνθρώποις διὰ τὴν πατρικὴν ἄγνοιαν.

    Ἐντεῦθεν γέγραπται δὲ καὶ ὅρκος ἐν τῷ πρώτῳ βιβλίῳ τῷ ἐπιγραφομένῳ Βαρούχ, ὃν ὁρκίζουσι τοὺς κατακούειν μέλλοντας τούτων τῶν μυστηρίων καὶ τελεῖσθαι παρὰ τῷ ἀγαθῷ·

  • ὃν ὅρκον, φησίν, ὤμοσεν ὁ πατὴρ ἡμῶν Ἐλωεὶμ παρὰ
  • τῷ ἀγαθῷ γενόμενος, καὶ οὐ μετεμελήθη ὀμόσας, περὶ οὗ γέγραπται, φησίν, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ἔστι δὲ ὁ ὅρκος οὗτος· Ὀμνύω τὸν ἐπάνω πάντων, τὸν ἀγαθὸν, τηρῆσαι τὰ μυστήρια ταῦτα καὶ ἐξειπεῖν
  • μηδενί, μηδὲ ἀνακάμψαι ἀπὸ τοῦ ἀγαθοῦ ἐπὶ
  • τὴν κτίσιν. Ἐπειδὰν δὲ ὀμόσῃ τοῦτον τὸν ὅρκον, εἰσέρχεται πρὸς τὸν ἀγαθὸν καὶ βλέπει, ὅσα ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, καὶ πίνει ἀπὸ τοῦ ζῶντος ὕδατος, ὅπερ ἐστὶ λουτρὸν αὐτοῖς,
  • ὡς νομίζουσι, πηγὴ ζῶντος ὕδατος ἁλλομένου. Διακεχώρισται
  • γὰρ, φησίν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἔστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος τῆς πονηρᾶς κτίσεως, ἐν ᾧ λούονται οἱ χοϊκοὶ καὶ ψυχικοὶ ἄνθρωποι, καὶ ὕδωρ ἐστὶν ὑπεράνω τοῦ στερεώματος τοῦ ἀγαθοῦ ζῶν, ἐν ᾧ λούονται
  • οἱ πνευματικοὶ ζῶντες ἄνθρωποι, ἐν ᾧ ἐλούσατο Ἐλωεὶμ καὶ
  • λουσάμενος οὐ μετεμελήθη. Καὶ ὅταν λέγῃ, φησίν, ὁ προφήτης λαβεῖν ἑαυτῷ γυναῖκα πορνείας, διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθε τοῦ κυρίου, τουτέστιν ἡ Ἐδὲμ ἀπὸ τοῦ Ἐλωείμ, ἐν τούτοις, φησίν, ὁ προφήτης
  • σαφῶς λαλεῖ τὸ ὅλον μυστήριον, καὶ οὐκ ἀκούεται διὰ
  • τὴν κακίαν τοῦ Νάας. Κατὰ τὸν αὐτὸν ἐκεῖνον τρόπον καὶ τὰς ἄλλας λαλιὰς προφητικὰς ὁμοίως παρᾴδουσι διὰ πλειόνων βιβλίων, ἔστι δὲ αὐτοῖς προηγουμένως βιβλίον ἐπιγραφόμενον Βαρούχ, ἐν ᾧ ὅλην τὴν τοῦ μύθου αὐτῶν διαγωγὴν ὁ ἐντυχὼν
  • γνώσεται. Πολλαῖς μὲν οὖν αἱρέσεσιν ἐντυχών, ἀγαπητοί,
  • οὐδενὶ τούτου κακῷ χείρονι ἐνέτυχον. Ἀληθῶς δέ, ὥσπερ λέγεται, κατὰ τὸν αὐτοῦ Ἡρακλέα δεῖ μιμησαμένους ἐκκαθᾶραι τὴν Αὐγείου κόπρον, μᾶλλον δὲ ἀμάραν, εἰς ἣν ἐμπεσόντες οἱ τούτου ἐχόμενοι οὐ πώποτε ἀποπλυθήσονται, ἀλλ᾿ οὐδὲ ἀνακύψαι δυνήσονται.

    v.1.p.232

  • Ἐπεὶ γοὔν καὶ τὰ Ἰουστίνου τοῦ ψευδογνωστικοῦ ἐπιχειρήματα
  • ἐξεθέμεθα, δοκεῖ καὶ τὰς τῶν ἀκολούθων αἱρέσεων δόξας ἐν ταῖς ἑξῆς βίβλοις ἐκθέσθαι, μηδένα δὲ καταλιπεῖν ἀνέλεγκτον αὐτῶν, τῶν ὑπ᾿ αὐτῶν λεγομένων παρατιθεμένων,
  • ὄντων ἱκανῶν πρὸς παραδειγματισμόν, εἰ καὶ μόνον ἐκρηθείη
  • τὰ ἀπόκρυφα παρ᾿ αὐτοῖς καὶ ἄρρητα, ἃ μόλις μετὰ πολλοῦ πόνου μυοῦνται οἱ ἄφρονες. Ἴδωμεν οὖν τί καὶ Σίμων λέγει.

  • Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου.

    Τίνα τὰ Σίμωνι τετολμημένα, καὶ ὅτι ἐκ μαγικῶν καὶ ποιητικῶν τὸ δόγμα κρατύνει.