Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Κρανίον δὲ λαλεῖν ἐπὶ γῆς θέντες ἐπιτελοῦσι τούτῳ

  • τῷ τρόπῳ· αὐτὸ μὲν πεποίηται ἐπιπλόου βοείου, πεπλασμένον
  • [δὲ] κηρῷ τυρρηνικῷ καὶ γύψῳ ἀναπεποιημένῃ περιτεθέντος τοῦ ὑμένος ἔμφασιν κρανίου ἐνδείκνυται, ὃ πᾶσι λαλεῖν δοκεῖ ἐνεργοῦντος τοῦ ὀργάνου, καθ᾿ ὃν τρόπον καὶ ἐπὶ τοῖς παισὶ διηγησάμεθα· γεράνου ἢ τινὸς τοιούτου μακροτραχήλου ζώου
  • φάρυγγα σκευάσας, προσθεὶς τῷ κρανίῳ λεληθότως ὁ συμπαίκτης
  • ἃ θέλει φθέγγεται. Ὃ ἐπὰν ἀφανὲς γενέσθαι θέλῃ, ἀνθράκων πλῆθος κύκλῳ περιθεὶς ὡς θυμιῶν ἐμφαίνεται, ὧν τῆς θέρμης ὁ κηρὸς ἀντιλαμβανόμενος λύεται, καὶ οὕτως ἀφανὲς τὸ κρανίον γεγονέναι νομίζεται.

  • Ταῦτα μάγων ἔργα καὶ τοιάδε μυρία, ἃ τῇ τῶν
  • ἐπῶν συμμετρίᾳ καὶ τῶν ἀξιοπίστως δρωμένων ἔργων φαντασίᾳ πείθει τοὺς ἄφρονας· ὧν τὴν τέχνην καταπλαγέντες οἱ αἱρεσιάρχαι ἐμιμήσαντο, τὸ μὲν ἐν ἀποκρύφῳ καὶ σκότῳ παραδιδόντες τὰ δοκούμενα, τὰ δὲ καὶ παραφράζοντες ὡς ἴδια· τούτου
  • χάριν ὑπομνῆσαι θέλοντες τοὺς πολλοὺς περιεργότεροι ἐγενήθημεν
  • πρὸς τὸ μὴ καταλιπεῖν τινὰ τόπον τοῖς ἐθέλουσι πλανᾶσθαι· ἀπηνέχθημεν δὲ οὐκ ἀλόγως εἴς τινα τῶν μάγων ἀπόρρητα, ἃ πρὸς μὲν τὸ προκείμενον οὐ πάνυ ἀναγκαῖα ἦν, πρὸς δὲ τὸ φυλάσσεσθαι τὴν τῶν μάγων πανοῦργον καὶ ἀσύστατον τέχνην
  • εὔχρηστα ἐνομίζετο. Ἐπεὶ τοίνυν, ὡς εἰκάσαι ἔστι, τὰς πάντων
  • δόξας ἐξεθέμεθα, πολλὴν φροντίδα ποιήσαντες πρὸς τὸ φανερῶσαι τὰ ὡς ξένα ὑπὸ τῶν αἱρεσιαρχῶν ἐπεισαγόμενα πρὸς
    v.1.p.108
    θεοσέβειαν ὄντα μάταια καὶ νόθα, οὐδὲ ἐν αὐτοῖς ἴσως ἄξια λόγου τυγχάνοντα, δοκεῖ διὰ συντόμου λόγου ὑπομνησθῆναι
  • κεφαλαιωδῶς τὰ προειρημένα.
  • Πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην φιλοσόφοις καὶ θεολόγοις ζητήσασιν οὐ συνεφώνησε περὶ τοῦ θεοῦ, τί ἐστιν ἢ ποδαπός. Οἱ μὲν γὰρ αὐτὸν λέγουσιν εἶναι πῦρ, οἱ δὲ πνεῦμα, οἱ δὲ ὕδωρ, ἕτεροι δὲ γῆν. Ἕκαστον δὲ τῶν στοιχείων ἔλαττόν

  • τι ἔχει καὶ ἕτερον ὑπὸ τοῦ ἑτέρου ἡττᾶται. Τοῦτο δὲ συνέβη
  • τοῖς τοῦ κόσμου σοφοῖς, ὅπερ ἐστὶ τοῖς νοῦν ἔχουσι πρόδηλον, ὅτι ἰδόντες τῆς κτίσεως τὰ μεγέθη ἐπὶ τῇ τῶν ὄντων οὐσίᾳ ἐταράχθησαν, μείζονα ταῦτα νομίσαντες τοῦ ὑφ᾿ ἑτέρου γένεσιν ἐπιδέξασθαι δύνασθαι, καὶ οὐδὲ ὁμοῦ τὸ σύμπαν αὐτὸ εἶναι
  • τὸν θεόν. Ἀπέφηναν δὲ τὸ αἴτιον πρὸς θεολογίαν ἓν τῶν
  • βλεπομένων, νομίσας τις ὅπερ ἔκρινε, καὶ οὕτως ἐπὶ τοῖς ὑπὸ θεοῦ γενομένοις καὶ κατὰ τὴν ἐκείνου ὑπερβάλλουσαν μεγαλειότητα ἐλαχίστοις ὑπάρχουσιν ἐνιδόντες, μὴ δυνηθέντες δὲ εἰς τὸ μέγεθος τοῦ ὄντως θεοῦ ἐκτεῖναι τὸν νοῦν, ταῦτα ἐθεολόγησαν.
  • Οἱ δὲ ἐνδοτέρω τῆς ἀληθείας νομίσαντες γεγονέναι Πέρσαι
  • ἔφασαν τὸν θεὸν εἶναι φωτεινόν, φῶς ἐν ἀέρι συνεχόμενον. Οἱ δὲ Βαβυλώνιοι ἔφασαν τὸν θεὸν σκοτεινὸν εἶναι, ὅπερ καὶ αὐτὸ τοῦ ἑτέρου ἐπακολούθημα φαίνεται· νυκτὶ γὰρ ἐπακολουθεῖ ἡμέρα, τῇ δὲ ἡμέρᾳ νύξ. Αἰγύπτιοι δὲ πάντων ἀρχαιότεροι
  • εἶναι νομίζοντες τὴν τοῦ θεοῦ δύναμιν . . . ψηφίσαντες
  • τάδε διαστήματα τῶν μοιρῶν ἐξ ἐπιπνοίας θειοτάτης ἔφασαν τὸν θεὸν εἶναι μονάδα ἀδιαίρετον καὶ αὐτὴν ἑαυτὴν γεννῶσαν καὶ ἐξ αὐτῆς τὰ πάντα κατεσκευάσθαι· αὕτη γάρ, φησιν, ἀγέννητος οὖσα τοὺς ἑξῆς ἀριθμοὺς γεννᾷ, οἷον ἐφ᾿
  • ἑαυτὴν ἡ μονὰς ἐπιπροστεθεῖσα γεννᾷ τὴν δυάδα καὶ ὁμοίως
  • ἐπιπροστιθεμένη γεννᾷ τὴν τριάδα καὶ τετράδα μέχρι τῆς δεκάδος, ἥτις ἀρχὴ καὶ τὸ τέλος τῶν ἀριθμῶν, ἵνα γένηται πρώτη καὶ δεκάτη ἡ μονὰς διὰ τὸ καὶ τὴν δεκάδα ἰσοδυναμεῖν καὶ ἀριθμεῖσθαι εἰς μονάδα, καὶ αὕτη δεκαπλασιασθεῖσα γένηται
  • ἑκατοντάς· καὶ πάλιν γίνεται μονάς, καὶ ἡ ἑκατοντὰς δεκαπλασιασθεῖσα
  • ποιήσει χιλιάδα, καὶ αὕτη ἔσται μονάς· οὕτως καὶ
    v.1.p.110
    τὰ χίλια δεκαπλασιασθέντα ἂν ἀπαρτίσωσι τὴν μυριάδα, ὁμοίως ἔσται μονάς. Τῆς δὲ μονάδος κατὰ τὴν ἀδιαίρετον σύγκρισιν συγγενεῖς ἀριθμοὶ παραλαμβάνονται (??). Ἔστι δὲ καὶ
  • ἑτέρου ἀριθμοῦ συγγένεια πρὸς τὴν μονάδα φυσικωτέρα κατὰ
  • τὴν τοῦ ἑξακύκλου ἕλικος πραγματείαν, τῆς δυάδος κατὰ τὴν ἄρτιον θέσιν τῶν ἀριθμῶν καὶ διαίρεσιν. Συγγενὴς δὲ ὁ ἀριθμός ἐστι τοῦ (??) καὶ (??). Ταῦτα δὲ ἐκ τῆς μονάδος ἀριθμὸν λαβόντα πρόνοιαν ἀρετῆς ἐχώρησε μέχρι τῶν (??) στοιχείων, λέγω
  • δὴ τοῦ πνεύματος καὶ πυρὸς ὕδατός τε καὶ γῆς· καὶ ἐκ τούτων
  • ποιήσας τὸν κόσμον ἀρρενόθηλυν αὐτὸν κατεσκεύασε, καὶ δύο μὲν στοιχεῖα εἰς τὸ ἄνω ἡμισφαίριον προσέταξε τό, τε πνεῦμα καὶ τὸ πῦρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον τῆς μονάδος ἀγαθοποιόν τε καὶ ἀνωφερὲς καὶ ἀρσενικόν· λεπτομερὴς γὰρ
  • οὖσα ἡ μονὰς ποτᾶται εἰς τὸ λεπτότατον μέρος καὶ καθαρώτατον
  • τοῦ αἰθέρος· τά τε ἄλλα δύο στοιχεῖα ὄντα παχύτερα ἀπένειμεν τῇ δυάδι, γῆν τε καὶ ὕδωρ, καὶ καλεῖται τοῦτο τὸ ἡμισφαίριον κατωφερὲς θηλυκόν τε καὶ κακοποιόν· καὶ αὐτὰ δὲ πάλιν τὰ ἄνω δύο στοιχεῖα ἑαυτοῖς συγκρινόμενα ἔχουσιν ἐν
  • ἑαυτοῖς τὸ ἄρρεν καὶ τὸ θῆλυ πρὸς εὐκαρπίαν καὶ αὔξησιν τῶν
  • ὅλων. Καὶ τὸ μὲν πῦρ ἄρρεν ἐστί, τὸ δὲ πνεῦμα θῆλυ· καὶ πάλιν τὸ ὕδωρ ἄρρεν ἐστιν, ἡ δὲ γῆ θῆλυ. Καὶ οὕτως ἀπ᾿ ἀρχῆς συνεβίωσε τὸ πῦρ τῷ πνεύματι, τῇ δὲ γῇ τὸ ὕδωρ. Ὥσπερ γὰρ δύναμις τοῦ πνεύματος ἐστὶ τὸ πῦρ, οὕτως καὶ τῆς
  • γῆς τὸ ὕδωρ . . . . καὶ αὐτὰ δὲ τὰ στοιχεῖα ψηφιζόμενα καὶ
  • ἀναλυόμενα καθ᾿ ὑφαίρεσιν ἐννεάδων λήγει οἰκείως, ἃ μὲν εἰς τὸν ἀρρενικὸν ἀριθμὸν, ἃ δὲ εἰς τὸν θηλυκόν· ὑφαιρεῖται δὲ πάλιν ἡ ἐννὰς διὰ ταύτην τὴν αἰτίαν, διὰ τὸ τὰς τριακοσίας
  • ἑξήκοντα τοῦ ὅλου μοίρας ἐξ ἐννεάδων συνίστασθαι καὶ διὰ
  • τοῦτο τὰ τέτταρα πλινθία τοῦ κόσμου ἐνενήκοντα μοιρῶν περιγεγράφθαι τελείων· προσῳκείωται δὲ τῇ μονάδι τὸ φῶς, τῇ δὲ δυάδι τὸ σκότος, καὶ τῷ μὲν φωτὶ κατὰ φύσιν ἡ ζωή, τῇ δὲ δυάδι ὁ θάνατος· καὶ τῇ μὲν ζωῇ ἡ δικαιοσύνη, τῷ δὲ θανάτῳ
  • ἡ ἀδικία. Διὸ πᾶν γεννώμενον ἐν τοῖς ἀρσενικοῖς ἀριθμοῖς
  • ἀγαθοποιόν ἐστι, τὸ δὲ ἐν τοῖς θηλυκοῖς κακοποιόν ἐστιν, οἷον
    v.1.p.112
    ψηφίζουσι· μονάς, ἵνα ἀπ᾿ αὐτῆς ἀρξώμεθα, γίνεται (??), ἃ λήγει εἰς μονάδα τῆς ἐννεάδος ὑφαιρεθείσης. Ὁμοίως ψήφισον· δυὰς γίνεται (??), ὕφελε τὰς ἐννεάδας, λήγει εἰς δυάδα, καὶ
  • ἀποκαθίσταται ἕκαστον εἰς τὸ ἴδιον.
  • Τῇ οὖν μονάδι ἀγαθοποιῷ οὔσῃ εἰς τὸν ἀπερίζυγον ἀριθμὸν λήγοντα ὀνόματα ἀνωφερῆ ἀγαθοποιὰ εἶναι παρατηρούμενοι λέγουσι· τὰ δὲ εἰς τὸν ἄρτιον ἀριθμὸν λήγοντα κατωφερῆ τε καὶ θηλυκὰ καὶ κακοποιὰ εἶναι νενόμισται. Τὴν γὰρ φύσιν

  • ἐξ ἐναντίων συνισταμένην λέγουσιν ἔκ τε καλοῦ καὶ κακοῦ, ὥσπερ
  • δεξιὸν καὶ ἀριστερόν, φῶς καὶ σκότος, νὺξ καὶ ἡμέρα, ζωὴ καὶ θάνατος. Ἔτι δὲ καὶ τοῦτο λέγουσιν ὡσεὶ τὸ θεὸς ψηφίσας . . . καὶ μὴν εἰς πεντάδα, εἰς ἐννάδα καταντᾷ, ὅ ἐστιν ἄρτιον, ὃ ἐπιγραφὲν περιάψαντες θεραπεύουσιν. Οὑτωσὶ καὶ βοτάνη
  • τις εἰς τοῦτο λήγουσα τοῦ ἀριθμοῦ ὁμοίως περιαφθεῖσα ἐνεργεῖ
  • διὰ τὴν ὁμοίαν τοῦ ἀριθμοῦ ψῆφον. Ἀλλὰ καὶ ἰατρὸς ὁμοίᾳ ψήφῳ ἀρρώστους θεραπεύει· εἰ δὲ ἐναντία ἡ ψῆφος, οὐ θεραπεύει ῥᾳδίως. Τούτοις τοῖς ἀριθμοῖς προσέχοντες ὅσα ὅμοια ᾖ λογίζονται κατὰ τόνδε τὸν νοῦν οἱ μὲν κατὰ φωνήεντα
  • μόνα, οἱ δὲ κατὰ πάντα τὸν ἀριθμόν· τοιαύτη καὶ ἡ Αἰγυπτίων
  • σοφία, δι᾿ ἧς τὸ θεῖον δοξάζοντες γινώσκειν νομίζουσιν.

    Ἱκανῶς οὖν δοκεῖ ἡμᾶς καὶ ταῦτα ἐκτεθεῖσθαι. Ἀλλ᾿ ἔτι νομίζω μηδεμίαν δόξαν τῆς ἐπιγείου καὶ χαμαιπετοῦς σοφίας παραλελοιπέναι, οὐκ ἄχρηστον δὲ τὴν εἰς αὐτὰ φροντίδα

  • ὁρῶ ἡμῖν γεγενημένην· οὐδὲ γὰρ μόνον πρὸς ἔλεγχον τῶν αἱρέσεων
  • εὔχρηστον ὁρῶμεν γεγονέναι τὸν λόγον, ἀλλὰ καὶ πρὸς αὐτοὺς τοὺς ταῦτα δοξάζοντας, οἳ ἐντυχόντες τῇ γεγενημένῃ ἡμῶν πολυμεριμνίᾳ καὶ τὸ σπουδαῖον θαυμάσουσι καὶ τὸ φιλόπονον οὐκ ἐξουθενήσουσι καὶ μωροὺς οὐκ ἀποφανοῦνται Χριστιανοὺς
  • ἐνιδόντες οἶς αὐτοὶ μωρῶς πιστεύουσιν. Ἔτι δὲ καὶ
  • τοὺς τῇ ἀληθείᾳ προσέχοντας φιλομαθεῖς προβιβάσει ὁ λόγος φρονιμωτέρους πρὸς τὸ μὴ μόνον τὰς τῶν αἱρέσεων μαθόντας ἀρχὰς εὐκόλως ἀνατρέπειν τοὺς πλανᾶν τετολμηκότας, ἀλλὰ καὶ τὰς τῶν σοφῶν λεγομένας δόξας, ὧν οὐκ ἄπειροι γενόμενοι,
    v.1.p.114
  • οὔθ᾿ ὑπ᾿ αὐτῶν ταραχθήσονται ὡς ἀμαθεῖς, οὔθ᾿ ὑπό τινων
  • πλανηθήσονται ὡς δυνάμει τινὶ δρώντων, ἀλλ᾿ ἔτι καὶ τοὺς πλανωμένους ἐπιτηρήσουσιν.

    Ἱκανῶς οὖν τὰ δόξαντα ἐκθέμενοι λοιπὸν ἐπὶ τὴν τοῦ προκειμένου πραγματείαν χωρήσωμεν, ὅπως ὃ τετάγμεθα

  • περὶ τῶν αἱρέσεων ἐπιδείξαντες ἑκάστοις τε τὰ ἴδια ἀποδοῦναι
  • ἀναγκάσαντες γυμνοὺς τοὺς αἱρεσιάρχας φανερώσομεν, καὶ ἀφροσύνην τῶν πειθομένων κατηγορήσαντες πείσομεν παλινδρομεῖν ἐπὶ τὸν τῆς ἀληθείας εὔδιον λιμένα. Ἵνα δὲ σαφέστερα τοῖς ἐντυγχάνουσι τὰ ῥηθησόμενα φανῇ, δοκεῖ καὶ [τὰ] τῷ Ἀράτῳ
  • πεφροντισμένα περὶ τῆς κατὰ τῶν οὐρανίων ἄστρων διαθέσεως
  • ἐξειπεῖν, ὥς τινες εἰς τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα ἀπεικονίζοντες αὐτὰ ἀλληγοροῦσι, μετάγειν τὸν νοῦν τῶν προσεχόντων πειρώμενοι, πιθανοῖς λόγοις προσάγοντες αὐτοὺς πρὸς ἃ βούλονται, ξένον θαῦμα ἐνδεικνύμενοι ὡς κατηστερισμένων τῶν ὑπ᾿
  • αὐτῶν λεγομένων, οἳ τῷ παραξένῳ θαύματι ἐνορῶντες μικροθαύμαστοι
  • ἁλίσκονται δίκην ὀρνέου τοῦ λεγομένου ὤτου, οὗ τὸ παράδειγμα καλὸν ἐξειπεῖν διὰ τὰ μέλλοντα. Ἔστι δὲ τὸ ζῷον οὐ πολὺ ἀπεμφαῖνον ἀετοῦ οὔτε μεγέθει οὔτε μορφῇ· ἁλίσκεται δὲ τοῦτον τὸν τρόπον. Ὁ ἀγρευτὴς τῶν ὀρνίθων ἐπὰν ἴδῃ
  • ἀγέλην που καταπτᾶσαν, πόρρωθεν ἀνακρουόμενος τὰς χεῖρας
  • ὀρχεῖσθαι σκήπτεται, καὶ οὕτω πρὸς ὀλίγον ἐγγίζει τοῖς ὄρνισιν· οἱ δὲ τὴν παράξενον θέαν καταπεπληγότες ἀπερίβλεπτοι πάντων γίνονται. Ἕτεροι δὲ τῶν ἐπὶ τὴν ἄγραν παρεσκευασμένων ὄπισθεν ἐπελθόντες τοὺς ὄρνεις εὐκόλως συλλαμβάνονται
  • θεωμένους τὸν ὀρχηστήν. Διὸ ἀξιῶ μή τις τοῖς ὁμοίοις θαύμασι
  • καταπλαγεὶς ἐξηγουμένων τὸν οὐρανὸν δίκην ὤτου συλληφθῇ· ὄρχησις γὰρ καὶ λῆρος ἡ τῶν τοιούτων πανουργία καὶ οὐκ ἀλήθεια. Φησὶν οὖν ὁ Ἄρατος οὕτως· Οἱ μὲν ὁμῶς πολέες τε καὶ ἄλλυδις ἄλλοι ἐόντες
  • οὐρανῷ ἕλκονται πάντ᾿ ἤματα συνεχὲς αἰεί (τουτέστιν οἱ πάντες
  • ἀστέρες). Αὐτὰρ ὅγ᾿ οὐδ᾿ ὀλίγον μετανίσσεται, ἀλλὰ μάλ᾿ αὕτως ἄξων αἰὲν ἄρηρεν, ἔχει δ᾿ ἀτάλαντον ἁπάντῃ μεσσηγὺς γαῖαν, περὶ δ᾿ οὐρανὸν αὐτὸν ἀγινεῖ.

    v.1.p.116

  • Πολέας φησὶν εἶναι τοὺς κατὰ τὸν οὐρανὸν ἀστέρας,
  • τουτέστι στρεπτούς, διὰ τὸ περιέρχεσθαι ἀπὸ ἀνατολῆς εἰς δύσιν καὶ δύσεως εἰς ἀνατολὴν ἀπαύστως σφαιροειδεῖ σχήματι. Εἱλεῖσθαι δὲ κατὰ τὰς ἄρκτους αὐτὰς λέγει οἷόν τι ποταμοῖ ῥεῦμα μέγα θαῦμα Δράκοντος πελώρου, καὶ τοῦτ᾿ εἶναι ὅ, φησίν,
  • ἐν τῷ Ἰὼβ πρὸς θεὸν διάβολος ἔφη· ἐμπεριπατήσας τὴν ὑπ᾿
  • οὐρανὸν καὶ περιελθών, τουτέστι περιστραφεὶς καὶ περισκοπήσας τὰ γινόμενα· τετάχθαι γὰρ νομίζουσι κατὰ τὸν ἀρκτικὸν πόλον τὸν Δράκοντα, τὸν ὄφιν, ἀπὸ τοῦ ὑψηλοτάτου πόλου πάντα ἐπιβλέποντα καὶ πάντα ἐφορῶντα, ἵνα μηδὲν τῶν πραττομένων
  • αὐτὸν λάθῃ· πάντων γὰρ δυνόντων τῶν κατὰ τὸν
  • οὐρανὸν ἀστέρων μόνος οὗτος ὁ πόλος οὐδέποτε δύνει, ἀλλὰ ἄνω ὑπὲρ τὸν ὁρίζοντα ἐρχόμενος πάντα περισκοπεῖ καὶ ἐπιβλέπει καὶ λαθεῖν αὐτὸν τῶν πραττομένων, φησί, δύναται οὐδέν. Ἧχι μάλιστα
  • μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσι,
  • τετάχθαι δή φησιν αὐτοῦ τὴν κεφαλήν. Κατὰ γὰρ τὴν δύσιν καὶ ἀνατολὴν τῶν δύο ἡμισφαιρίων κεῖται τὸ κεφάλαιον τοῦ Δράκοντος, ἵνα, φησί, μηδὲν αὐτὸν λάθῃ κατὰ τὸ αὐτὸ μήτε τῶν ἐν τῇ δύσει, μήτε τῶν ἐν τῇ ἀνατολῇ, ἀλλὰ πάντα γινώσκῃ
  • τὸ θηρίον ὁμοῦ. Ἔστι δὲ κατ᾿ αὐτῆς τῆς κεφαλῆς τοῦ
  • Δράκοντος ἰδέα ἀνθρώπου διὰ ἄστρων θεωρουμένη, ὃ καλεῖ κεκμηκὸς εἴδωλον ὁ Ἄρατος καὶ μογέοντι ἐοικός· καλεῖται δὲ ὁ Ἐν γόνασιν. Ὁ μὲν οὖν Ἄρατος οὐκ εἰδέναι φησὶν οὗτος τίς ἐστιν
  • ὁ πόνος καὶ τὸ θαῦμα τοῦτο στρεφόμενον ἐν οὐρανῷ· οἱ δὲ
  • διὰ τῆς τῶν ἄστρων ἱστορίας αἱρετικοὶ θέλοντες τὰ ἑαυτῶν δόγματα συνιστᾶν, περιεργότερον τούτοις ἐπισχόντες, τὸν Ἐν γόνασι φασὶν εἶναι τὸν Ἀδάμ, κατὰ πρόσταγμα, φησίν, τοῦ θεοῦ, καθὼς εἶπε Μωσῆς, φυλάσσοντα τὴν κεφαλὴν τοῦ Δράκοντος καὶ
  • τὸν Δράκοντα τὴν πτέρναν αὐτοῦ. Οὕτως γάρ φησιν ὁ Ἄρατος
  • Δεξιτεροῦ ποδὸς ἴχνος ἔχων σκολιοῖο Δράκοντος.

    v.1.p.118

    Παρατετάχθαι δέ φησιν αὐτῷ ἑκατέρωθεν (λέγω δὲ τῷ Ἐν γόνασι) Αύραν καὶ Στέφανον, αὐτὸν δὲ γόνυ κλίνειν καὶ ἐκτετακότα ἀμφοτέρας τὰς χεῖρας οἱονεὶ περὶ ἁμαρτίας ἐξομολογούμενον.

  • Εἶναι δὲ τὴν λύραν μουσικὸν ὄργανον ὑπὸ νηπίου
  • ἔτι παντελῶς κατεσκευασμένον τοῦ λόγου· λόγον δὲ εἶναι παρὰ τοῖς Ἕλλησιν ἀκουόμενον τὸν Ἑρμῆν. Φησὶ δὲ ὁ Ἄρατος περὶ τῆς κατασκευῆς τῆς λύρας· τὴν δ᾿ ἆρ᾿ ἔτι καὶ παρὰ λίκνῳ
  • Ἑρμείης ἐτόρησε, λύρην δ᾿ εἶπεν καλέεσθαι.
  • Ἑπτάχορδος ἐστί, διὰ τῶν ἑπτὰ χορδῶν τὴν πᾶσαν ἁρμονίαν καὶ κατασκευὴν ἐμμελῶς ἔχουσαν τοῦ κόσμου [σημαίνουσα]· ἐν ἓξ ἡμέραις γὰρ ἐγένετο ὁ κόσμος, καὶ τῂ ἑβδόμῃ καταπέπαυται. Εἰ οὖν, φησίν, ἐξομολογούμενος ὁ Ἀδὰμ καὶ τὴν κεφαλὴν
  • φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται
  • τὴν λύραν, τουτέστι κατακολουθήσει τῷ λόγῳ τοῦ θεοῦ, τουτέστι πειθόμενος τῷ νόμῳ, παρακείμενον αὐτῷ τὸν στέφανον λήψεται. Ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ, καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου. Ἔοικε
  • δὲ ὁ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλλειν τὰς χεῖρας, καὶ τοῦτο
  • μὲν τῆς λύρας, τοῦτο δὲ τοῦ στεφάνου ἐφάπτεσθαι [τοῦτο δὲ ἐξομολογεῖσθαι], ὡς ἔστιν ἰδεῖν δι᾿ αὐτοῦ τοῦ σχήματος· ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται ὁ στέφανος αὐτοῦ ὑπ᾿ ἄλλου θηρίου, μικροτέρου δράκοντος, ὅ ἐστι γέννημα τοῦ φυλασσομένου
  • ὑπὸ τοῦ Ἐν γόνασι τῷ ποδί. Ἄνθρωπος δὲ ἕστηκεν
  • ἑκατέραις ταῖς χερσὶ καρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων ἀπὸ τοῦ στεφάνου τὸν ὄφιν καὶ οὐκ ἐᾷ ἐφάπτεσθαι βιαζόμενον τοῦ στεφάνου τὸ θηρίον· Ὀφιοῦχον δὲ αὐτὸν ὁ Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ ὄφεως ἐπὶ τὸν στέφανον
  • ἐλθεῖν πειρωμένου. Λόγος δέ, φησίν, ἐστὶ σχήματι ἀνθρώπου
  • ὁ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ δράκοντος ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου. Αὐταὶ δὲ αἱ Ἄρκτοι, φασίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες. Πρώτη γάρ,
  • φησίν, κτίσις ἡ κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, ὅ ἐστιν ὁ ἐν γόνασιν
  • v.1.p.120
    ὁρώμενος. Δευτέρα δὲ ἡ κτίσις ἡ κατὰ Χριστόν, δι᾿ ἧς ἀναγεννώμεθα, ὅ ἐστιν ὁ Ὀφιοῦχος ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸν ἡτοιμασμένον τῷ ἀνθρώπῳ. Μεγάλη δὲ ἐστὶν Ἄρκτος ἡ Ἑλίκη, φησίν, μεγάλης κτίσεως
  • σύμβολον, πρὸς ἣν πλέουσιν Ἕλληνες, τουτέστι πρὸς ἣν παιδεύονται
  • καὶ διὰ τῶν τοῦ βίου φερόμενοι κυμάτων ἐπακολουθοῦσιν, ἑλίκην τινὰ οὖσαν τὴν τοιαύτην κτίσιν ἢ διδασκαλίαν ἢ σοφίαν, εἰς τὰ ὀπίσω ἄγουσαν τοὺς ἑπομένους τῇ τοιαύτῃ κτίσει. Στροφὴ γὰρ τις τῆς Ἑλίκης προσηγορία καὶ ἀνακύκλωσις
  • ἐπὶ τὰ αὐτὰ εἶναι δοκεῖ. Μικρὰ δέ τις ἡ ἑτέρα Ἄρκτος
  • οἱονεί τις εἰκὼν τῆς δευτέρας κτίσεως τῆς κατὰ θεὸν κτισθείσης· ὀλίγοι γάρ, φησίν, εἰσὶν οἱ διὰ τῆς στενῆς ὁδοῦ πορευόμενοι· στενὴν δὲ λέγουσιν εἶναι τὴν Κυνοσουρίδα, πρὸς ἣν ὁ Ἄρατός φησιν ὅτι οἱ Σιδόνιοι ναυτίλλονται. Σιδονίους δὲ ἀπὸ μέρους
  • εἴρηκεν ὁ Ἄρατος Φοίνικας διὰ τὸ εἶναι τὴν Φοινίκων σοφίαν
  • θαυμαστήν, Φοίνικας δὲ εἶναι Ἕλληνες λέγουσι τοὺς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης κατοικήσαντας εἰς τοῦτον τὸν χῶρον, οὗ καὶ νῦν οἰκοῦσι, τοῦτο γὰρ Ἡροδότῳ δοκεῖ. Κυνόσουρα δέ, φησίν, αὕτη ἡ Ἄρκτος, ἡ κτίσις ἡ δευτέρα, ἡ μικρά, ἡ στενὴ ὁδός,
  • καὶ οὐχὶ ἡ Ἑλίκη. Οὐ γὰρ εἰς τὰ ὀπίσω ἄγει, ἀλλ᾿ εἰς τὰ ἔμπροσθεν
  • ἐπ᾿ εὐθείας τοὺς ἑπομένους ὁδηγεῖ, κυνὸς οὖσα. Κύων γὰρ ὁ λόγος, τοῦτο μὲν φρουρῶν καὶ φυλάσσων τὸ ἐπιβουλευόμενον ὑπὸ τῶν λύκων ποίμνιον, τοῦτο δὲ ἀπὸ τῆς κτίσεως τὰ θηρία κυνηγῶν καὶ διαφθείρων, τοῦτο δὲ γεννῶν τὰ πάντα, καί, ὃ
  • δὴ φασί, κύων, τουτέστι γεννῶν. Ἐντεῦθεν, φασίν, ὁ Ἄρατος
  • περὶ τὴς τοῦ Κυνὸς ἀνατολῆς λέγων εἴρηκεν οὕτως· Κυνὸς δὲ ἀνατείλαντος οὐκέτι φυταλιαὶ ἐψεύσαντο. Τοῦτο ἐστὶν ὃ λέγει· τὰ φυτευόμενα φυτὰ εἰς τὴν γῆν μέχρι τῆς τοῦ Κυνὸς ἀνατολῆς πολλάκις μὴ ῥιζοβολήσαντα ὅμως τέθηλε φύλλοις, καὶ ἐνδείκνυται
  • τοῖς βλέπουσιν ὅτι ἔσται τελεσφόρα καὶ φαίνεται ζῶντα,
  • οὐκ ἔχοντα ζωὴν ἀπὸ τῆς ῥίζης ἐν αὐτοῖς· ἐπειδὰν δ᾿ ἡ τοῦ Κυνὸς ἀνατολὴ γένηται, ὑπὸ τοῦ Κυνὸς τὰ ζῶντα ἀπὸ τῶν νεκρῶν διακρίνεται· μαραίνεται γὰρ ὄντως ὅσα οὐκ ἐρριζοβόλησεν. Οὗτος οὖν, φησίν, ὁ Κύων, λόγος τις ὢν θεῖος, ζώντων
    v.1.p.122
  • καὶ νεκρῶν κριτὴς καθέστηκε, [καὶ] καθάπερ τῶν φυτῶν ὁ
  • Κύων τὸ ἄστρον ἐπὶ τῆς κτίσεως θεωρεῖται, οὕτως ἐπὶ τῶν οὐρανίων φυτῶν, φησί, τῶν ἀνθρώπων, ὁ λόγος. Διὰ τὴν τοιαύτην οὖν αἰτίαν ἡ δευτέρα κτίσις, Κυνόσουρα, λογικῆς κτίσεως εἰκὼν ἕστηκεν ἐν οὐρανῷ· μέσος δὲ ὁ Δράκων τῶν δύο κτίσεων
  • ὑποτείνεται, τὰ ἀπὸ τῆς μεγάλης κτίσεως κωλύων ἐπὶ τὴν μικρὰν
  • κτίσιν μετελθεῖν, τά τε ἐν τῇ κτίσει καθεστηκότα, καθάπερ τὸν Ἐν γόνασι, παραφυλάσσων, τηρῶν πῶς καὶ τίνα τρόπον ἕκαστον ἐν τῇ μικρᾷ κτίσει καθέστηκε. Τηρεῖται δὲ καὶ αὐτὸς κατὰ τὴν κεφαλήν, φησίν, ὑπὸ τοῦ Ὀφιούχου. Αὕτη,
  • φησίν, εἰκὼν ἕστηκεν ἐν οὐρανῷ, σοφία τις οὖσα τοῖς ἰδεῖν δυναμένοις.
  • Εἰ δὲ ἐστὶν ἀσαφὲς κατὰ τοῦτο, δι᾿ ἄλλης εἰκόνος, φησίν, ἡ κτίσις διδάσκει φιλοσοφεῖν, περὶ ἧς ὁ Ἄρατος εἴρηκεν οὕτως· Οὐδ᾿ ἄρα Κηφῆος μογερὸν γένος Ἰασίδαο.

  • Ὁ Κηφεύς, φησίν, αὐτοῦ ἐστὶ πλησίον καὶ ἡ Κασσιέπεια
  • καὶ Ἀνδρομέδα καὶ ὁ Περσεύς, μεγάλα τῆς κτίσεως γράμματα τοῖς ἰδεῖν δυναμένοις. Κηφέα γάρ φησιν εἶναι τὸν Ἀδάμ, τὴν Κασσιέπειαν Εὔαν, τὴν Ἀνδρομέδαν τὴν ἀμφοτέρων τούτων ψυχήν, τὸν Περσέα Λόγον, πτερωτὸν Διὸς ἔγγονον, τὸ
  • Κῆτος τὸ ἐπίβουλον θηρίον. Οὐκ ἐπ᾿ ἄλλον τινὰ τούτων, ἀλλ᾿
  • ἐπὶ μόνην τὴν Ἀνδρομέδαν ἔρχεται ὁ ἀποκτείνας τὸ θηρίον, οὗ καὶ τὴν Ἀνδρομέδαν πρὸς ἑαυτὸν λαβὼν ἔκδοτον δεδεμένην τῷ θηρίῳ ὁ Λόγος, φησίν, ὁ Περσεὺς ῥύεται. Περσεὺς δὲ ἐστὶν
  • ὁ ὑπόπτερος ἄξων, ὁ περαίνων ἑκατέρους τοὺς πόλους διὰ μέσης
  • τῆς γῆς καὶ στρέφων τὸν κόσμον. Ἔστι δὲ καὶ τὸ πνεῦμα τὸ ἐν τῷ κόσμῳ ὁ ὄρνις ὁ κύκνος παρὰ τὰς ἄρκτους, [μουσι]κὸν ζῷον, τοῦ θείου σύμβολον πνεύματος· ὅτι πρὸς αὐτοῖς ἤδη τοῖς τέρμασι γενόμενον τοῦ βίου μόνον ᾄδειν πέφυκε, μετὰ ἀγαθῆς
  • ἐλπίδος τῆς κτίσεως τῆς πονηρᾶς ἀπαλλασσόμενον ὕμνους ἀναπέμπον
  • τῷ θεῷ. Καρκίνοι δὲ καὶ ταῦροι καὶ λέοντες καὶ κριοὶ καὶ αἶγες καὶ ἔριφοι, καὶ ὅσα ἄλλα θηρία διὰ τῶν ἄστρων ὀνομάζεται κατὰ τὸν οὐρανόν, εἰκόνες δή, φησίν, εἰσὶ καὶ παραδείγματα, ἀφ᾿ ὧν ἡ μεταβλητὴ κτίσις λαμβάνουσα τὰς ἰδέας
  • τοιούτων ζῴων γίνεται πλήρης.
  • v.1.p.124

    Τούτοις χρώμενοι τοῖς λο(??)οις ἀπατᾶν νομίζουσι πολλούς, ὅσοι περιεργότερον τοῖς ἀστρολόγοις προσέχουσιν, ἐντεῦθεν τὴν θεοσέβειαν συνιστᾶν πειρώμενοι μακρὰν ἀπεμφαίνουσαν τῆς τούτων ὑπολήψεως. Διὸ, ἀγαπητοί, φύγωμεν τὸ μικροθαύμαστον

  • τοῦ ὄρνιθος τοῦ ὤτου· ταῦτα γὰρ καὶ τὰ τοιάδε ὄρχησις
  • ἐστὶ καὶ οὐκ ἀλήθεια. Οὐδὲν γὰρ ἄστρα ταῦτα δηλοῖ, ἀλλὰ ἰδίως οἱ ἄνθρωποι πρὸς ἐπισημείωσίν τινων ἄστρων ὀνόματα οὕτως ἐπεκάλεσαν, ἵνα αὐτοῖς ἐπίσημα ᾖ. Τί γὰρ ἄρκτου ἢ λέοντος ἢ ἐρίφων ἢ ὑδροχόου ἢ Κηφέως ἢ Ἀνδρομέδας ἢ τῶν
  • ἐν Ἅιδου ὀνομαζομένων εἰδώλων ὅμοιον ἔχουσιν ἀστέρες διεσπαρμένοι
  • κατὰ τὸν οὐρανόν, πολὺ μεταγενεστέρων γεγενημένων τούτων τῶν ἀνθρώπων καὶ τῶν ὀνομάτων ἢ τῶν ἀνθρώπων συνέστηκε γέννησις· ἵνα καὶ οἱ αἱρετικοὶ καταπλαγέντες τὸ θαῦμα οὕτως ἐξεργάσωνται διὰ τοιῶνδε λόγων τὰ ἴδια δόγματα
  • συνιστᾶν;
  • Ἀλλ᾿ ἐπεὶ σχεδὸν πᾶσα αἵρεσις διὰ τῆς ἀριθμητικῆς τέχνης ἐφεῦρεν ἑβδομάδων μέτρα καὶ αἰώνων τινὰς προβολάς, ἄλλων ἄλλως τὴν τέχνην διασπώντων καὶ τοῖς ὀνόμασι μόνον διαλλασσόντων, τούτων δὲ αὐτοῖς διδάσκαλος γίνεται Πυθαγόρας,

  • πρῶτος εἰς Ἕλληνας ἀπ᾿ Αἰγύπτου τοὺς τοιούτους ἀριθμοὺς
  • παραδούς· δοκεῖ μηδὲ τοῦτο παραλιπεῖν, ἀλλὰ διὰ συντόμου δείξαντας ἐπὶ τὴν τῶν ζητουμένων ἀπόδειξιν χωρῆσαι. Γεγόνασιν ἀριθμητικοὶ καὶ γεωμέτραι, οἷς μάλιστα τὰς ἀρχὰς παρεσχηκέναι δοκεῖ πρῶτος Πυθαγόρας· καὶ οὗτοι τῶν ἀριθμῶν
  • εἰς ἄπειρον ἀεὶ προχωρεῖν δυναμένων τῷ πολυπλασιασμῷ
  • καὶ τοῖς σχήμασι τὰς πρώτας ἔλαβον ἀρχὰς οἱονεὶ θεωρητὰς μόνῳ τῷ λόγῳ. Γεωμετρίας γάρ, ὥς ἐστιν ἐνιδεῖν, σημεῖον ἐστὶν ἀρχὴ ἀμερές, ἀπ᾿ ἐκείνου δὲ τοῦ σημείου τῇ τέχνῃ ἡ τῶν ἀπείρων σχημάτων ἀπὸ τοῦ σημείου γένεσις εὑρίσκεται.
  • Ῥυὲν γὰρ τὸ σημεῖον ἐπὶ μῆκος γίνεται γραμμὴ μετὰ τὴν ῥύσιν,
  • πέρας ἔχουσα σημεῖον, γραμμὴ δὲ ἐπὶ πλάτος ῥυεῖσα ἐπίπεδον γεννᾷ, πέρατα δὲ τοῦ ἐπιπέδου γραμμαί, ἐπίπεδον δὲ ῥυὲν εἰς βάθος γίνεται σῶμα· στερεοῦ δὲ ὑπάρξαντος, οὕτως ἐξ ἐλαχίστου σημείου παντελῶς ἡ τοῦ μεγάλου σώματος ὑπέστη
  • φύσις, καὶ τοῦτο ἐστὶν ὅ λέγει Σίμων οὕτως· Τὸ μικρὸν μέγα
  • v.1.p.126
    ἔσται, οἱονεὶ σημεῖον ὄν, τὸ δὲ μέγα ἀπέραντον, κατακολουθῶν τῷ γεωμετρουμένῳ σημείῳ. Τῆς δὲ ἀριθμητικῆς κατὰ σύνθεσιν ἐχούσης τὴν φιλοσοφίαν ἀριθμὸς γέγονεν ἀρχή, ὅπερ ἐστὶν ἀόριστον, ἀκατάληπτον, ἔχων ἐν ἑαυτῷ πάντας τοὺς ἐπ᾿ ἄπειρον
  • ἐλθεῖν δυναμένους ἀριθμοὺς κατὰ τὸ πλῆθος. Τῶν δὲ
  • ἀριθμῶν ἀρχὴ γέγονε καθ᾿ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶ μονὰς ἄρσην, γεννῶσα πατρικῶς τοὺς ἀλλους πάντας ἀριθμούς. Δεύτερον ἡ δυὰς θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. Τρίτον ἡ τριὰς ἀριθμὸς ἄρσην·
  • οὗτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι.
  • Ἐφ᾿ ἅπασι δὲ τούτοις ἡ τετρὰς θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς οὗτος καὶ ἄρτιος καλεῖται, ὅτι θῆλυς ἐστί. Γεγόνασιν οὖν οἱ πάντες ἀριθμοὶ ληφθέντες ἀπὸ γένους τέσσαρες (ἀριθμὸς δὲ ἦν τὸ γένος ἀόριστος), ἀφ᾿ ὧν ὁ τέλειος αὐτοῖς ἀριθμὸς
  • συνέστηκεν ἡ δεκάς. Τὸ γὰρ ἕν, δύο, τρία, τέσσαρα γίνεται
  • δέκα, ὡς προαποδέδεικται, ἐὰν ἑκάστῳ τῶν ἀριθμῶν φυλάττηται κατ᾿ οὐσίαν ὄνομα τὸ οἰκεῖον. Αὕτη ἐστὶν ἡ κατὰ Πυθαγόραν ἱερὰ τετρακτὺς ἀεννάου φύσεως ῥιζώματ᾿ ἔχουσα ἐν ἑαυτῇ, τουτέστι τοὺς ἄλλους πάντας ἀριθμούς· ὁ γὰρ ἕνδεκα
  • καὶ δώδεκα καὶ οἱ λοιποὶ τὴν ἀρχὴν τῆς γενέσεως ἀπὸ
  • τῶν δέκα λαμβάνουσι. Ταύτης τῆς δεκάδος, τοῦ τελείου ἀριθμοῦ, τὰ τέσσαρα καλεῖται μέρη· ἀριθμός, μονάς, δύναμις, κύβος, οἷς ἐπιπλοκαὶ καὶ μίξεις πρὸς γένεσιν αὐξήσεως γίνονται, κατὰ φύσιν τὸν γόνιμον ἀριθμὸν ἐπιτελοῦσαι· ὅταν γὰρ δύναμις αὐτὴ ἐφ᾿ ἑαυτὴν
  • κυβισθήσεται, γέγονε δυναμοδύναμις, ὅταν δὲ δύναμις ἐπὶ
  • κύβον, γέγονε δυναμόκυβος, ὅταν δὲ κύβος ἐπὶ κύβον, γέγονε κυβόκυβος· ὡς γίνεσθαι τοὺς πάντας ἀριθμοὺς ἑπτά, ἵνα ἡ τῶν γενομένων γένεσις γένηται ἐξ ἑβδομάδος, ἥτις ἐστίν· ἀριθμός, μονάς, δύναμις, κύβος, δυναμοδύναμις, δυναμόκυβος,
  • κυβόκυβος. Ταύτην τὴν ἑβδομάδα Σίμων καὶ Οὐαλεντῖνος ὀνόμασιν
  • ἐνδιαλλάξαντες ἐτερατολόγησαν, ὑπόθεσιν ἑαυτοῖς ἐντεῦθεν σχεδιάσαντες. Ὁ μὲν γὰρ Σίμων οὕτως καλεῖ· νοῦς, ἐπίνοια, ὄνομα, φωνή, λογισμός, ἐνθύμησις, ὁ ἑστώς, στάς, στησόμενος, καὶ Οὐαλεντῖνος· νοῦς, ἀλήθεια, λόγος, ζωή, ἄνθρωπος,
  • ἐκκλησία καὶ ὁ πατὴρ συναριθμούμενος, κατὰ ταὐτὰ
  • v.1.p.128
    τοῖς τὴν ἀριθμητικὴν ἠσκηκόσι φιλοσοφίαν, [ἣν] ὡς ἄγνωστον [τοῖς] πολλοῖς θαυμάσαντες καὶ κατακολουθήσαντες τὰς ὑπ᾿ αὐτῶν ἐπινοηθείσας αἱρέσεις συνεστήσαντο. Τινὲς μὲν οὖν καὶ ἀπὸ ἰατρικῆς συνιστᾶν τὰς ἑβδομάδας πειρῶνται, ἐκπλαγέντες
  • ἐπὶ τῇ τοῦ ἐγκεφάλου ἀνατομῇ, λέγοντες τὴν τοῦ παντὸς οὐσίαν
  • καὶ δύναμιν πατρικὴν καὶ θειότητα ἀπὸ τῆς τοῦ ἐγκεφάλου διαθέσεως διδάσκεσθαι. Ὁ γὰρ ἐγκέφαλος κύριον μέρος ὢν τοῦ παντὸς σώματος ἐπίκειται ἀτρεμὴς καὶ ἀκίνητος, ἐντὸς ἑαυτοῦ ἔχων τὸ πνεῦμα. Ἔστι μὲν οὗν ἡ τοιαύτη ἱστορία οὐκ
  • ἀπίθανος, μακρὰν δὲ τῆς τούτων ἐπιχειρήσεως. Ὁ μὲν γὰρ
  • ἐγκέφαλος ἀνατμηθεὶς ἔνδον ἔχει τὸ καλούμενον καμάριον, οὗ ἑκατέρωθεν ὑμένες εἰσὶ λεπτοί, οὓς πτερύγια προσαγορεύουσιν, ἠρέμα ὑπὸ τοῦ πνεύματος κινούμενα καὶ πάλιν ἀπελαύνοντα τὸ πνεῦμα ἐπὶ τὴν παρεγκεφαλίδα· ὃ διατρέχον διά τινος ἀγγείου
  • καλάμῳ ἐοικότος ἐπὶ τό κωνάριον χωρεῖ, ᾧ πρόσκειται τὸ
  • στόμιον τῆς παρεγκεφαλίδος ἐκδεχόμενον τὸ διατρέχον πνεῦμα καὶ ἀναδιδὸν ἐπὶ τὸν νωτιαῖον λεγόμενον μυελόν, ὅθεν πᾶν τὸ σῶμα μεταλαμβάνει τὸ πνευματικὸν πασῶν τῶν ἀρτηριῶν δίκην
  • κλάδου ἐκ τούτου τοῦ ἀγγείου ἠρτημένων, οὗ τὸ πέρας
  • ἐπὶ τὰ γεννητικὰ ἀγγεῖα τερματίζεται· ὅθεν καὶ τὰ σπέρματα ἐξ ἐγκεφάλου διὰ τῆς ὀσφύος χωροῦντα ἐκκρίνεται. Ἔστι δὲ τὸ σχῆμα τῆς παρεγκεφαλίδος ἐοικὸς κεφαλῇ δράκοντος, περὶ οὗ πολὺς ὁ λόγος τοῖς τῆς ψευδωνύμου γνώσεως γίνεται, καθὼς
  • ἐπιδείξομεν. Ἕτεραι δὲ ἐκ τοῦ ἐγκεφάλου φύονται ἓξ συζυγίαι,
  • αἳ περὶ τὴν κεφαλὴν διϊκνούμεναι συνέχουσι τὰ σώματα ἐν αὐτῇ περατούμεναι· ἡ δὲ ἑβδόμη ἐκ τῆς παρεγκεφαλίδος εἰς τὰ κάτω τοῦ λοιποῦ σώματος, καθὼς εἴπομεν. Καὶ περὶ τούτου δὲ πολὺς ὁ λόγος, ὅθεν καὶ Σίμων καὶ Οὐαλεντῖνος εὑρεθήσονται
  • καὶ ἐντεῦθεν ἀφορμὰς εἰληφότες, καὶ εἰ μὴ ὁμολογοῖεν,
  • ὄντες πρῶτον ψεῦσται, εἶτα αἱρετικοί. Ἐπεὶ οὖν καὶ ταῦτα δοκεῖ ἱκανῶς ἡμᾶς ἐκτεθεῖσθαι, πάντα δὲ τὰ δοκοῦντα εἶναι τῆς ἐπιγείου φιλοσοφίας δόγματα περιείληπται ἐν τέσσαρσι βιβλίοις, δοκεῖ ἐπὶ τοὺς τούτων χωρεῖν μαθητάς, μᾶλλον
  • δὲ κλεψιλόγους.
  • v.1.p.130

    Τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου.

    Τίνα οἱ Ναασσηνοὶ λέγουσιν οἱ ἑαυτοὺς γνωστικοὺς ἀποκαλοῦντες, καὶ ὅτι ἐκεῖνα δογματίζουσιν ἃ πρότερον οἱ

  • Ἑλλήνων φιλόσοφοι ἐδογμάτισαν καὶ οἱ τὰ μυστικὰ παραδόντες,
  • ἀφ᾿ ὧν τὰς ἀφορμὰς λαβόντες αἱρέσεις συνεστήσαντο.

    Καὶ τίνα τὰ τοῖς Περάταις δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτοῖς συνίσταται, ἀλλὰ ἀπὸ ἀστρολογικῆς.

  • Τίς ὁ κατὰ τοὺς Σηθιανοὺς λόγος, καὶ ὅτι ἀπὸ τῶν
  • καθ᾿ Ἕλληνας σοφῶν κλεψιλογήσαντες Μουσαίου καὶ Λίνου καὶ Ὀρφέως τὸ δόγμα ἑαυτῶν συνεκάττυσαν.

    Τίνα τὰ Ἰουστίνῳ δοκοῦντα, καὶ ὅτι μὴ ἀπὸ τῶν ἁγίων γραφῶν τὸ δόγμα αὐτῷ συνίσταται, ἀλλ᾿ ἐκ τῶν Ἡροδότου τοῦ

  • ἱστοριογράφου τερατολογιῶν.
  • Ε΄.

    Πάνυ νομίζω πεπονημένως τὰ δόξαντα πᾶσι τοῖς καθ᾿ Ἕλληνάς τε καὶ βαρβάρους [φιλοσόφοις] περί τε τοῦ θείου καὶ τῆς τοῦ κόσμου δημιουργίας ἐκτεθεῖσθαι ἐν ταῖς πρὸ ταύτης

  • τέσσαρσι βίβλοις, ὧν οὐδὲ τὰ περίεργα παραλείψας οὐ τὸν τυχόντα
  • πόνον ἀναδέδεγμαι τοῖς ἐντυγχάνουσι, προτρεπόμενος πολλοὺς πρὸς φιλομάθειαν καὶ ἀσφάλειαν τῆς περὶ τὴν ἀλήθειαν γνώσεως. Περιλείπεται τοίνυν ἐπὶ τὸν τῶν αἱρέσεων ἔλεγχον ὁρμᾶν, οὗ χάριν καὶ τὰ προειρημένα ἡμῖν ἐκτεθείμεθα,
  • ἀφ᾿ ὧν τὰς ἀφορμὰς μετασχόντες οἱ αἱρεσιάρχαι δίκην παλαιορράφων
  • [συγκ]αττύσαντες πρὸς τὸν ἴδιον νοῦν τὰ τῶν παλαιῶν σφάλματα ὡς καινὰ παρέθεσαν τοῖς πλανᾶσθαι δυναμένοις, ὡς ἐν τοῖς ἀκολούθοις δείξομεν. Τὸ λοιπὸν προκαλεῖται ἡμᾶς ὁ χρόνος ἐπὶ τὴν τῶν προκειμένων πραγματείαν χωρεῖν,
  • ἄρξασθαι δὲ ἀπὸ τῶν τετολμηκότων τὸν αἴτιον τῆς πλάνης
  • v.1.p.132
    γενόμενον ὄφιν ὑμνεῖν διά τινων ἐφηυρημένων κατ᾿ αὐτοῦ ἐνέργειαν λόγων. Οἱ οὖν ἱερεῖς καὶ προστάται τοῦ δόγματος γεγένηνται πρῶτοι οἱ ἐπικληθέντες Ναασσηνοί, τῇ Ἑβραΐδι φωνῇ οὕτως ὠνομασμένοι· νάας δὲ ὁ ὄφις καλεῖται. Μετὰ δὲ
  • ταῦτα ἐπεκάλεσαν ἑαυτοὺς γνωστικούς, φάσκοντες μόνοι τὰ βάθη
  • γινώσκειν· ἐξ ὧν ἀπομερισθέντες πολλοὶ πολυσχιδῆ τὴν αἵρεσιν ἐποίησαν οὖσαν μίαν, διαφόροις δόγμασι τὰ αὐτὰ διηγούμενοι, ὡς διελέγξει προβαίνων ὁ λόγος. Οὗτοι τῶν ἄλλων ἁπάντων παρὰ τὸν αὐτῶν λόγον τιμῶσιν ἄνθρωπον καὶ νἱὸν
  • ἀνθρώπου. Ἔστι δὲ ἄνθρωπος οὗτος ἀρσενόθηλυς, καλεῖται
  • δὲ Ἀδάμας παρ᾿ αὐτοῖς· ὕμνοι δὲ εἰς αὐτὸν γεγόνασι πολλοὶ καὶ ποικίλοι· οἱ δὲ ὕμνοι, ὡς δι᾿ ὀλίγων εἰπεῖν, λέγονται παρ᾿ αὐτοῖς τοιοῦτόν τινα τρόπον· Ἀπὸ σοῦ πατὴρ καὶ διὰ σὲ μήτηρ, τὰ δύο ἀθάνατα ὀνόματα, αἰώνων
  • γονεῖς, πολῖτα οὐρανοῦ, μεγαλώνυμε ἄνθρωπε. Διαιροῦσι
  • δὲ αὐτόν, ὡς Γηρυόνην, τριχῆ. Ἔστι γὰρ τούτον, φασί, τὸ μὲν νοερόν, τὸ δὲ ψυχικόν, τὸ δε χοϊκόν· καὶ νομίζουσιν εἶναι τὴν γνῶσιν αὐτοῦ ἀρχὴν τοῦ δύνασθαι γνῶναι τὸν θεόν, λέγοντες οὕτως· Ἀρχὴ τελειώσεως γνῶσις ἀ[νθρώπου,
  • θεοῦ δὲ] γνῶσις ἀπηρτιμένη τελείωσις.
  • Ταῦτα δὲ πάντα, φησί, τὰ νοερὰ καὶ ψυχικὰ καὶ χοϊκὰ κεχώρηκε καὶ κατ[ελήλυθεν εἰς] ἕνα ἄνθρωπον ὁμοῦ, Ἰησοῦν τὸν ἐκ
    v.1.p.134
    τῆς Μαρίας γεγενημένον· καὶ ἐλάλουν, φησίν, ὁμοῦ κατὰ τὸ αὐτὸ οἱ τρεῖς οὗτοι ἄνθρωποι ἀπὸ τῶν ἰδίων οὐσιῶν τοῖς ἰδίοις
  • ἕκαστος. Ἔστι γὰρ τῶν ὅλων τρία γένη κατ᾿ αὐτούς, ἀγγελικόν,
  • ψυχικόν, χοϊκόν· καὶ τρεῖς ἐκκλησίαι, ἀγγελική, ψυχική, χοϊκή· ὀνόματα δὲ αὐταῖς ἐκλεκτή, κλητή, αἰχμάλωτος.

    Ταῦτα ἐστὶν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλαια, ἃ φησὶ παραδεδωκέναι Μαριάμνῃ τὸν Ἰάκωβον τοῦ κυρίου τὸν

  • ἀδελφόν. Ἵν᾿ οὖν μήτε Μαριάμνης ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς,
  • μήτε Ἰακώβου, μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετὰς (ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος), εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συνάγοντες οὗτοι μυστήρια τῶν ἐθνῶν καταψευδόμενοι
  • τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας
  • τὰ τῶν ἐθνῶν ὄργια. Ἐπεὶ γὰρ ὑπόθεσις αὐτοῖς ὁ ἄνθρωπος ἐστὶν Ἀδάμας, καὶ λέγουσι γεγράφθαι περὶ αὐτοῦ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; μάθετε πῶς κατὰ μέρος παρὰ τῶν ἐθνῶν τὴν ἀνεξεύρητον καὶ ἀδιάφορον τοῦ ἀνθρώπου γενεὰν
  • λαβόντες ἐπιπλάσσουσι τῷ Χριστῷ. Γῆ δέ, φασὶν οἱ
  • Ἕλληνες, ἄνθρωπον ἀνέδωκε πρώτη καλὸν ἐνεγκαμένη γέρας, μὴ φυτῶν ἀναισθήτων μηδὲ θηρίων ἀλόγων, ἀλλὰ ἡμέρου ζῴου καὶ θεοφιλοῦς ἐθέλουσα μήτηρ γενέσθαι· χαλεπὸν δέ, φησίν, ἐξευρεῖν, εἴτε Βοιωτοῖς Ἀλαλκομενεὺς
  • ὑπὲρ λίμνης Κηφιστίδος ἀνέσχε πρῶτος ἀνθρώπων,
  • εἴτε Κουρῆτες ἦσαν Ἰδαῖοι, θεῖον γένος,
    v.1.p.136
    ἢ Φρύγιοι Κορύβαντες, οὓς πρώτους ἥλιος ἔπιδε δενδροφυεῖς ἀναβλαστάνοντας, εἴτε προσεληναῖον Ἀρκαδία Πελασγόν, ἢ ᾿Ραρίας οἰκήτορα Δίαυλον
  • Ἐλευσίν, ἢ Αῆμνος καλλίπαιδα Κάβιρον ἀρρήτων
  • ἐτέκνωσεν ὀργιασμῶν, εἴτε Φελλήνη Φλεγραῖον Ἀλκυονέα, πρεσβύτατον Γιγάντων. Λίβυες δὲ Ἰάρβαντα φασὶ πρωτόγονον αὐχμηρῶν ἀναδύντα πεδίων
  • γλυκείας ἀπάρξασθαι Διὸς βαλάνου. Αἰγυπτίων
  • δὲ Νεῖλος ἰλὺν ἐπιλιπαίνων μέχρι σήμερον ζωογονῶν, φησίν, ὑγρᾷ σαρκούμενα θερμότητι ζωὰ σώματα ἀναδίδωσιν. Ἀσσύριοι δὲ Ὠαννὴν ἰχθυοφάγον γενέσθαι παρ᾿ αὐτοῖς, Χαλδαῖοι δὲ τὸν Ἀδάμ, Καὶ τοῦτον
  • εἶναι φάσκουσι τὸν ἄνθρωπον, ὃν ἀνέδωκεν ἡ γῆ μόνον, κεῖσθαι
  • δὲ αὐτὸν ἄπνουν, ἀκίνητον, ἀσάλευτον, ὡς ἀνδριάντα, εἰκόνα ὑπάρχοντα ἐκείνου τοῦ ἄνω, τοῦ ὑμνουμένου Ἀδάμαντος ἀνθρώπου, γενόμενον ὑπὸ δυνάμεων τῶν πολλῶν, περὶ ὧν ὁ κατὰ μέρος λόγος ἐστὶ πολύς. Ἵν᾿ οὖν τελέως ᾖ κεκρατημένος
  • ὁ μέγας ἄνθρωπος ἄνωθεν, ἀφ᾿ οὗ, καθὼς λέγουσι, πᾶσα
  • πατριὰ ὀνομαζομένη ἐπὶ γῆς καὶ ἐν τοῖς οὐρανοῖς συνέστηκεν, ἐδόθη αὐτῷ καὶ ψυχή, ἵνα διὰ τῆς ψυχῆς πάσχῃ καὶ κολάζηται καταδουλούμενον τὸ πλάσμα τοῦ μεγάλου καὶ καλλίστου καὶ τελείου ἀνθρώπου· καὶ γὰρ οὕτως αὐτὸν καλοῦσι.
  • Ζητοῦσιν οὖν αὖ πάλιν τίς ἐστιν ἡ ψυχὴ καὶ πόθεν
  • καὶ ποταπὴ τὴν φύσιν, ἵν᾿ ἐλθοῦσα εἰς τὸν ἄνθρωπον καὶ κινήσασα καταδουλώσῃ καὶ κολάσῃ τὸ πλάσμα τοῦ τελείου ἀνθρώπου· ζητοῦσι δὲ οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλὰ καὶ τοῦτο ἀπὸ τῶν μυστικῶν. Εἶναι δὲ φασὶ τὴν ψυχὴν δυσεύρετον πάνυ
  • καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς
  • τῆς αὐτῆς πάντοτε οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἤ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται. Τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποικίλας ἐν τῷ ἐπιγραφομένῳ κατ᾿ Αἰγυπτίους εὐαγγελίῳ κειμένας ἔχουσιν. Ἀποροῦσιν οὖν, καθάπερ οἱ ἄλλοι πάντες τῶν ἐθνῶν
  • ἄνθρωποι, πότερόν ποτε ἐκ τοῦ προόντος ἐστίν, [ἢ] ἐκ τοῦ
  • αὐτογενοῦς, ἢ ἐκ τοῦ ἐκκεχυμένου χάους. Καὶ πρῶτον ἐπὶ τὰς Ἀσσυρίων καταφεύγουσι τελετὰς τὴν τριχῆ διαίρεσιν τοῦ ἀνθρώπου
    v.1.p.138
    κατανοοῦντες· πρῶτοι γὰρ Ἀσσύριοι τὴν ψυχὴν τριμερῆ νομίζουσιν εἶναι καὶ μίαν. Ψυχῆς γὰρ, φασί, πᾶσα φύσις,
  • ἄλλη δὲ ἄλλως ὀρέγεται· ἔστι γὰρ ψυχὴ πάντων τῶν γινομένων
  • αἰτία· πάντα ὅσα τρέφεται, φησί, καὶ αὔξει, ψυχῆς δεῖται. Οὐδὲν γὰρ οὔτε τροφῆς, φησίν, οὔτε αὐξήσεως οἷόν τ᾿ ἐστιν ἐπιτυχεῖν ψυχῆς μὴ παρούσης. Καὶ γὰρ οἱ λίθοι, φησίν, εἰσὶν ἔμψυχοι· ἔχουσι γὰρ τὸ αὐξητικόν· αὔξησις δὲ οὐκ ἄν
  • ποτε γένοιτο χωρὶς τροφῆς· κατὰ προσθήκην γὰρ αὔξει τὰ
  • αὐξανόμενα· ἡ δὲ προσθήκη τροφὴ τοῦ τρεφομένου. Πᾶσα οὖν φύσις ἐπουρανίων, φησί, καὶ ἐπιγείων καὶ καταχθονίων ψυχῆς ὀρέγεται. Καλοῦσι δὲ Ἀσσύριοι τὸ τοιοῦτον Ἄδωνιν ἢ Ἐνδυμίωνα· καὶ ὅταν μὲν Ἄδωνις καλῆται, Ἀφροδίτη, φησίν,
  • ἐρᾷ καὶ ἐπιθυμεῖ τῆς ψυχῆς τοῦ τοιούτου ὀνόματος. Ἀφροδίτη
  • δὲ ἡ γένεσις ἐστὶ κατ᾿ αὐτούς. Ὅταν δὲ ἡ Περσεφόνη καὶ ἡ Κόρη ἐρᾷ τοῦ Ἀδώνιδος, θνητή, φησί, τὶς τῆς Ἀφροδίτης κεχωρισμένη [τῶν γενέσεως] ἐστὶν ἡ ψυχή. Ἐὰν δὲ ἡ Σελήνη Ἐνδυμίωνος εἰς ἐπιθυμίαν ἔλθῃ καὶ ἔρωτα μορφῆς, ἡ τῶν
  • ὑψηλοτέρων, φησί, φύσις προσδεῖται καὶ ψυχῆς. Ἐὰν δὲ, φησίν,
  • ἡ μήτηρ τῶν θεῶν ἀποκόψῃ τὸν Ἄττιν καὶ αὐτὴ τοῦτον ἔχουσα ἐρώμενον, ἡ τῶν ὑπερκοσμίων, φησί, καὶ αἰωνίων ἄνω μακαρία φύσις τὴν ἀρρενικὴν δύναμιν τῆς ψυχῆς ἀνακαλεῖται πρὸς αὐτήν. Ἔστι γὰρ, φησίν, ἀρσενόθηλυς ὁ ἄνθρωπος. Κατὰ
  • τοῦτον οὖν αὐτοῖς τὸν λόγον πάνυ πονηρὸν καὶ κεκωλυμένον
  • κατὰ τὴν διδασκαλίαν ἡ γυναικὸς πρὸς ἄνδρα δεδειγμένη καθέστηκεν ὁμιλία, Ἀπεκόπη γὰρ, φησίν, ὁ Ἄττις, τουτέστιν ἀπὸ τῶν χοϊκῶν τῆς κτίσεως κάτωθεν μερῶν, καὶ ἐπὶ τὴν αἰωνίαν ἄνω μετελήλυθεν οὐσίαν, ὅπου, φησίν, οὐκ ἔστιν οὔτε θῆλυ οὔτε
  • ἄρσεν, ἀλλὰ καινὴ κτίσις, καινὸς ἄνθρωπος, ὅς ἐστιν ἀρσενόθηλυς.
  • Ποῦ δὲ ἄνω λέγουσι, κατὰ τὸν οἰκεῖον ἐλθὼν δείξω τόπον. Μαρτυρεῖν δέ φασιν αὐτῶν τῷ λόγῳ οὐχ ἁπλῶς μόνην τὴν Ῥέαν, ἀλλὰ γὰρ ὡς ἔπος εἰπεῖν ὅλην τὴν κτίσιν· καὶ τοῦτο εἶναι τὸ λεγόμενον ὑπὸ τοῦ λόγου διασαφοῦσι. Τὰ
    v.1.p.140
  • γὰρ ἀόρατα αὐτοῦ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου τοῖς
  • ποιήμασιν αὐτοῦ νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, πρὸς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἤ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθη ἡ ἀσύνετος
  • αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ
  • ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώμασιν εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ
  • τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν
  • εἰς τὴν παρὰ φύσιν. Τί δέ ἐστιν ἡ φυσικὴ κατ᾿ αὐτοὺς χρῆσις, ὕστερον ἐροῦμεν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν
  • ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι (ἀσχημοσύνη
  • δέ ἐστιν ἡ πρώτη καὶ μακαρία κατ᾿ αὐτοὺς ἀσχημάτιστος οὐσία, ἡ πάντων σχημάτων τοῖς σχηματιζομένοις αἰτία) καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἐν γὰρ τούτοις τοῖς λόγοις, οἷς εἴρηκεν
  • ὁ Παῦλος, ὅλον φασὶ συνέχεσθαι τὸ κρύφιον αὐτῶν καὶ ἄρρητον
  • τῆς μακαρίας μυστήριον ἡδονῆς. Ἡ γὰρ ἐπαγγελία τοῦ λουτροῦ οὐκ ἄλλη τίς ἐστι κατ᾿ αὐτούς, ἢ τὸ εἰσαγαγεῖν εἰς τὴν ἀμάραντον ἡδονὴν τὸν λουόμενον κατ᾿ αὐτοὺς ζῶντι ὕδατι καὶ χριόμενον ἀλάλῳ χρίσματι. Οὐ μόνον δ᾿ αὐτῶν ἐπιμαρτυρῖν
  • φασὶ τῷ λόγῳ τὰ Ἀσσυρίων μυστήρια ἀλλὰ καὶ Φρυγῶν περὶ
  • τὴν τῶν γεγονότων καὶ γινομένων καὶ ἐσομένων ἔτι μακαρίαν κρυβομένην ὁμοῦ καὶ φανερουμένην φύσιν, ἥνπερ φησὶ τὴν ἐντὸς ἀνθρώπου βασίλειαν οὐρανῶν ζητουμένην, περὶ ἧς διαρρήδην ἐν τῷ κατὰ Θωμᾶν ἐπιγραφομένῳ εὐαγγελίῳ παραδιδόασι λέγοντες
  • οὕτως· ἐμὲ ὁ ζητῶν εὑρήσει ἐν παιδίοις ἀπὸ
  • v.1.p.142
    ἐτῶν ἑπτά· ἐκεῖ γὰρ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ αἰῶνι κρυβόμενος φανεροῦμαι. Τοῦτο δὲ οὐκ ἔστι Χριστοῦ, ἀλλὰ Ἱπποκράτους λέγοντος· ἑπτὰ ἐτῶν παῖς πατρὸς ἥμισυ· ὅθεν οὗτοι τὴν ἀρχέγονον φύσιν τῶν ὅλων ἐν ἀρχεγόνῳ
  • τιθέμενοι σπέρματι, τὸ Ἱπποκράτειον ἀκηκοότες, ὅτι ἔστιν
  • ἥμισυ πατρὸς παιδίον ἑπτὰ ἐτῶν, ἐν τοῖς τέσσαρσι [καὶ δέκα] φασὶν ἔτεσι, κατὰ τὸν Θωμᾶν, εἶναι φανερούμενον. Οὗτος ἐστὶν ὁ ἀπόρρητος αὐτοῖς λόγος καὶ μυστικός. Λέγουσιν οὖν, ὅτι Αἰγύπτιοι,
  • πάντων ἀνθρώπων μετὰ τοὺς Φρύγας ἀρχαιότεροι καθεστῶτες
  • καὶ πᾶσι τοῖς ἄλλοις ἀνθρώποις ὁμολογουμένως τελετὰς καὶ ὄργια θεῶν πάντων ὁμοῦ μεταδόντες πρῶτοι καὶ κατηγγελκότες ἰδέας καὶ ἐνεργείας, ἱερὰ καὶ σεβάσμια καὶ ἀνεξαγόρευτα τοῖς μὴ τετελεσμένοις τὰ Ἴσιδος ἔχουσι μυστήρια· τὰ
  • δ᾿ εἰσὶν οὐκ ἄλλο τι ἢ ἡρπασμένον καὶ ζητούμενον ὑπὸ τῆς
  • ἑπταστόλου καὶ μελανείμονος αἰδοῖον Ὀσίριδος. Ὄσιριν δὲ λέγουσιν ὕδωρ. Ἡ δὲ φύσις ἑπτάστολος, περὶ αὐτὴν ἔχουσα καὶ ἐστολισμένη ἑπτὰ στολὰς αἰθερίους (τοὺς πλανήτας γὰρ ἀστέρας οὕτω προσαγορεύουσιν ἀλληγοροῦντες καὶ αἰθερίους καλοῦντες)
  • κατ᾿ αὐτοὺς ἡ μεταβλητὴ γένεσις καὶ ὑπὸ τοῦ ἀρρήτου
  • καὶ ἀνεξεικονίστου καὶ ἀνεννοήτου καὶ ἀμόρφου μεταμορφουμένη κτίσις ἀναδείκνυται· καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον, φησίν, ἐν τῇ γραφῇ· ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. Αὗται γὰρ αἱ πτώσεις, φησίν, αἱ τῶν ἄστρων μεταβολαὶ
  • ὑπὸ τοῦ πάντα κινοῦντος κινούμεναι. Λέγουσιν οὖν περὶ τῆς
  • τοῦ σπέρματος οὐσίας, ἥτις ἐστὶ πάντων τῶν γινομένων αἰτία, ὅτι τούτων ἐστὶν οὐδέν, γεννᾷ δὲ καὶ ποιεῖ πάντα τὰ γινόμενα, λέγοντες οὕτως· γίνομαι ὃ θέλω καὶ εἰμὶ ὃ εἰμί, διὰ τοῦτο φημὶ ἀκίνητον εἶναι τὸ πάντα κινοῦν. Μένει γὰρ ὅ
  • ἐστι ποιοῦν τὰ πάντα καὶ οὐδὲν τῶν γινομένων γίνεται.
  • Τοῦτον εἶναι φησὶν ἀγαθὸν μόνον, καὶ περὶ τούτου λελέχθαι τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς,
    v.1.p.144
    ὃς ἀνατέλλει τὸν ἤλιον αὑτοῦ ἐπὶ δικαίους καὶ
  • ἀδίκους καὶ βρέχει ἐπὶ ὁσίους καὶ ἁμαρτωλούς. Τίνες
  • δέ εἰσιν οἱ ὅσιοι οἷς βρέχει καὶ οἱ ἁμαρτωλοὶ οἷς ὁ αὐτὸς βρέχει, καὶ τοῦτο μετὰ τῶν ἄλλων ὕστερον ἐροῦμεν. Καὶ τοῦτ᾿ εἶναι τὸ μέγα καὶ κρύφιον τῶν ὅλων καὶ ἄγνωστον μυστήριον παρὰ τοῖς Αἰγυπτίοις κεκαλυμμένον καὶ ἀνακεκαλυμμένον. Ὄσιρις
  • γάρ, φησίν, ἐστὶν ἐν ναῷ πρὸ τῆς Ἴσιδος, οὗ ἕστηκε γυμνὸν
  • τὸ κεκρυμμένον, κάτωθεν ἄνω βλέπον καὶ πάντας αὐτοῦ τοὺς καρποὺς τῶν γινομένων στεφανούμενον· ἑστάναι δὲ οὐ μόνον ἐν τοῖς ἁγιωτάτοις, πρῶτον ἀγαλμάτων, ναοῖς λέγουσι τὸ τοιοῦτον, ἀλλὰ γὰρ καὶ εἰς τὴν ἁπάντων ἐπίγνωσιν, οἱονεὶ φῶς
  • [οὐχ] ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν ἐπικείμενον, κήρυγμα
  • κηρυσσόμενον ἐπὶ τῶν δωμάτων, ἐν πάσαις ὁδοῖς καὶ πάσαις ἀγυιαῖς καὶ παρ᾿ αὐταῖς ταῖς οἰκίαις ὅρον τινὰ καὶ τέρμα τῆς οἰκίας προτεταγμένον, καὶ τοῦτο εἷναι τὸ ἀγαθὸν ὑπὸ πάντων λεγόμενον· ἀγαθηφόρον γὰρ αὐτὸ καλοῦσιν, ὃ λέγουσιν
  • οὐκ εἰδότες, καὶ τοῦτο Ἕλληνες μυστικὸν ἀπὸ Αἰγυπτίων παραλαβόντες
  • φυλάσσουσι μέχρι σήμερον. Τοὺς γοῦν Ἑρμᾶς, φησί, παρ᾿ αὐτοῖς τοιούτῳ τετιμημένους σχήματι θεωροῦμεν. Κυλλήνιον δὲ διαφερόντως τιμῶντες Λόγιον φασίν. Ὁ γὰρ Ἑρμῆς ἐστι λόγος, ὃς ἑρμηνεὺς ὢν καὶ δημιουργὸς τῶν γεγονότων ὁμοῦ
  • καὶ γινομένων καὶ ἐσομένων παρ᾿ αὐτοῖς τιμώμενος ἕστηκε
  • τοιούτῳ τινὶ κεχαρακτηρισμένος σχήματι, ὅπερ ἐστὶν αἰδοῖον ἀνθρώπου ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ὁρμὴν ἔχον. Καὶ ὅτι οὗτος, τουτέστιν ὁ τοιοῦτος Ἑρμῆς, ψυχαγωγός, φησίν, ἐστὶ καὶ ψυχοπομπὸς καὶ ψυχῶν αἴτιος, οὐδὲ τοὺς ποιητὰς τῶν ἐθνῶν
  • λανθάνει λέγοντας οὕτως·
  • Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων, οὐ τῶν Πηνελόπης, φησίν, ὦ κακοδαίμονες, μνηστήρων, ἀλλὰ τῶν ἐξυπνισμένων καὶ ἀνεμνησμένων,
  • ἐξ οἵης τιμῆς [τε] καὶ [ὅσσου] μήκεος ὄλβου,
  • v.1.p.146
    τουτέστιν ἀπὸ τοῦ μακαρίου ἄνωθεν ἀνθρώπου ἢ ἀρχανθρώπου ἢ Ἀδάμαντος, ὡς ἐκείνοις δοκεῖ, κατηνέχθησαν ὧδε εἰς πλάσμα τὸ πήλινον, ἵνα δουλεύσωσι τῷ ταύτης τῆς κτίσεως δημιουργῷ Ἰαλδαβαώθ, θεῷ πυρίνῳ, ἀριθμὸν τετάρτῳ· οὕτως
  • γὰρ τὸν δημιουργὸν καὶ πατέρα τοῦ ἰδικοῦ κόσμου καλοῦσιν·
  • Ἔχε δὲ ῥάβδον μετὰ χερσὶ καλήν, χρυσείην, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει. Οὗτος, φησίν, ἐστὶν ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου μόνος ἔχων
  • ἐξουσίαν. Περὶ τούτου, φησί, γέγραπται· Ποιμανεῖς αὐτοὺς
  • ἐν ῥάβδῳ σιδηρᾷ. Ὁ δὲ ποιητής, φησί, κοσμῆσαι βουλόμενος τὸ ἀπερινόητον τῆς μακαρίας φύσεως τοῦ λόγου, οὐ σιδηρᾶν, ἀλλὰ χρυσῆν περιέθηκε τὴν ῥάβδον αὐτῷ. Θέλγει δὲ τὰ ὄμματα τῶν νεκρῶν, φησί, τοὺς δ᾿ αὖτε καί ὑπνώοντας
  • ἐγείρει, τοὺς ἐξυπνισμένους καὶ γεγονότας μνηστῆρας. Περὶ
  • τούτων, φησίν, ἡ γραφὴ λέγει· Ἔγειραι ὁ καθεύδων καὶ ἐξεγέρθητι, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Οὗτός ἐστιν ὁ Χριστός, ὁ ἐν πᾶσι, φησί, τοῖς γενητοῖς υἱὸς ἀνθρώπου κεχαρακτηρισμένος ἀπὸ τοῦ ἀχαρακτηρίστου λόγου. Τοῦτο, φησίν,
  • ἐστὶ τὸ μέγα καὶ ἄρρητον Ἐλευσινίων μυστήριον ὕε κύε·
  • καὶ ὅτι, φησίν, αὐτῷ πάντα ὑποτέτακται, καὶ τοῦτ᾿ ἐστὶ τὸ εἰρημένον· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· ὡς τὸ τὴν ῥάβδον ἄγει κινήσας ο Ἑρμῆς, αἱ δὲ τρίζουσαι ἕπονται αἱ ψυχαὶ συνεχῶς οὕτως, ὡς διὰ τῆς
  • εἰκόνος ὁ ποιητὴς ἐπιδέδειχε λέγων·
  • ὡς δ᾿ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾿ ἀλλήλῃσιν ἔχονται. Πέτρης, φησί, τοῦ Ἀδάμαντος λέγει. Οὗτος, φησίν, ἐστὶν ὁ
  • Ἀδάμας ὁ λίθος ὁ ἀκρογωνιαῖος εἰς κεφαλὴν γεγενημένος
  • γωνίας, (ἐν κεφαλῇ γὰρ εἶναι τὸν χαρακτηριστικὸν ἐγκέφαλον τὴν οὐσίαν, ἐξ οὗ πᾶσα πατριὰ χαρακτηρίζεται) ὅν, φησίν, ἐντάσσω ἀδάμαντα εἰς τὰ θεμέλια Σιών· ἀλληγορῶν, φησί, τὸ πλάσμα τοῦ ἀνθρώπου λέγει. Ὁ δὲ ἐντασσόμενος
    v.1.p.148
    ἀδάμας ἐστὶν . . . ὀδόντες, ὡς Ὅμηρος λέγει ἕρκος ὀδόντων, τουτέστι τεῖχος καὶ χαράκωμα, ἐν ᾧ ἐστὶν ὁ ἔσω ἄνθρωπος, ἐκεῖσε ἀποπεπτωκὼς ἀπὸ τοῦ ἀρχανθρώπου ἄνωθεν Ἀδάμαντος, ὁ τμηθεὶς ἄνευ χειρῶν τεμνουσῶν καὶ κατενηνεγμένος εἰς τὸ πλάσμα τὴς λήθης, τὸ χοϊκόν, τὸ ὀστράκινον·
  • καὶ φησὶν ὅτι τετριγυῖαι αὐτῷ ἠκολούθουν αἱ ψυχαί,
  • τῷ λόγῳ, ὡς αὗται τετριγυῖαι ἅμ᾿ ἦσαν, ἦρχε δ᾿ ἄρα σφιν, (τουτέστιν ἡγεῖτο,)
  • Ἑρμείας ἀκάκητα κατ᾿ εὐρώεντα κέλευθα,
  • τουτέστι, φησίν, εἰς τὰ πάσης κακίας ἀπηλλαγμένα αἰώνια χωρία. Ποῦ γὰρ, φησίν, ἦλθον; Πὰρ δ᾿ ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ λευκάδα πέτρην, ἠδὲ παρ᾿ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων.
  • Οὗτος, φησίν ἐστὶν ὠκεανὸς γένεσίς τε θεῶν, γένεσίς τ᾿
  • ἀνθρώπων, ἐκ παλιρροίας στρεφόμενος αἰεί, ποτὲ ἄνω ποτὲ κάτω. Ἀλλ᾿ ὅταν, φησί, κάτω ῥέῃ ὁ ὠκεανός, γένεσις ἐστὶν ἀνθρώπων, ὅταν δὲ ἄνω ἐπὶ τὸ τεῖχος καὶ τὸ χαράκωμα καὶ τὴν Λευκάδα πέτρην, γένεσίς ἐστι θεῶν. Τοῦτό ἐστι, φησί, τὸ
  • γεγραμμένον· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου
  • πάντες, ἐὰν ἀπὸ τῆς Αἰγύπτου φυγεῖν σπεύδητε καὶ γένησθε πέραν τῆς Ἐρυθρᾶς θαλάσσης εἰς τὴν ἔρημον, τουτέστιν ἀπὸ τῆς κάτω μίξεως ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ζώντων, ἐὰν δὲ πάλιν ἐπιστραφῆτε
  • ἐπὶ τὴν Αἴγυπτον, τουτέστιν ἐπὶ τὴν κάτω μῖξιν, ὡς
  • ἄνθρωποι ἀποθνήσκετε· θνητὴ γάρ, φησί, πᾶσα ἡ κάτω γένεσις, ἀθάνατος δὲ ἡ ἄνω γεννωμένη· γεννᾶται γὰρ ἐξ ὕδατος μόνου καὶ πνεύματος, πνευματικός, οὐ σαρκικός· ὁ δὲ κάτω σαρκικός· τουτέστι, φησί, τὸ γεγραμμένον· Τὸ γεγεννημένον
  • ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον
  • ἐκ τοῦ πνεύματος πνεῦμα ἐστίν. Αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς πνευματικὴ γένεσις. Οὗτος, φησίν, ἐστὶν ὁ μέγας Ἰορδάνης, ὅν κάτω ῥέοντα καὶ κωλύοντα ἐξελθεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου (ἤγουν ἐκ τῆς κάτω μίξεως· Αἴγυπτος γάρ ἐστι
  • τὸ σῶμα κατ᾿ αὐτοὺς) ἀνέστειλεν Ἰησοῦς καὶ ἐποίησεν ἄνω ῥέειν.
  • v.1.p.150

    Τούτοις καὶ τοῖς τοιούτοις ἑπόμενοι οἱ θαυμασιώτατοι γνωστικοί, ἐφευρεταὶ καινῆς τέχνης γραμματικῆς, τὸν ἑαυτῶν προφήτην Ὅμηρον ταῦτα προφαίνοντα ἀρρήτως δοξάζουσι καὶ τοὺς ἀμυήτους τὰς ἁγίας γραφὰς εἰς τοιαύτας ἐννοίας συνάγοντες

  • ἐνυβρίζουσι. Λέγουσι δέ· ὁ λέγων τὰ πάντα ἐξ ἑνὸς συνεστάναι,
  • πλανᾶται· ὁ λέγων ἐκ τριῶν, ἀληθεύει καὶ περὶ τῶν ὅλων τὴν ἀπόδειξιν δώσει. Μία γάρ ἐστι, φησίν, ἡ μακαρία φύσις τοῦ μακαρίου ἀνθρώπου τοῦ ἄνω, τοῦ Ἀδάμαντος· μία δὲ ἡ θνητὴ κάτω· μία δὲ ἡ ἀβασίλευτος γενεὰ ἡ ἄνω γενομένη,
  • ὅπου, φησίν, ἐστὶ Μαριὰμ ἡ ζητουμένη καὶ Ἰοθὼρ ὁ μέγας
  • σοφὸς καὶ Σεπφώρα ἡ βλέπουσα καὶ Μωσῆς, οὖ γένεσις οὐκ ἔστιν ἐν Αἰγύπτῳ· γεγόνασι γὰρ αὐτῷ παῖδες ἐν Μαδιάμ, καὶ τοῦτο, φησίν, οὐδὲ τοὺς ποιητὰς λέληθε· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾿ ἔμμορε τιμῆς.
  • Δεῖ γὰρ, φησί, λαλεῖσθαι τὰ μεγέθη, λαλεῖσθαι δὲ οὕτως ὑπὸ
  • πάντων πανταχῆ, ἵνα ἀκούοντες μὴ ἀκούωσι καὶ βλέποντες μὴ βλέπωσιν. Εἰ μὴ γὰρ ἐλαλεῖτο, φησί, τὰ μεγέθη, ὁ κόσμος συνεστάναι οὐκ ἠδύνατο. Οὗτοί εἰσιν οἱ τρεῖς ὑπέρογκοι λόγοι· καυλακαῦ, σαυλασαῦ, ζεησάρ. Καυλακαῦ
  • τοῦ ἄνω, τοῦ Ἀδάμαντος, σαυλασαῦ τοῦ κάτω θνητοῦ,
  • ζεησὰρ τοῦ ἐπὶ τὰ. ἄνω ῥεύσαντος Ἰορδάνου. Οὗτος ἐστί, φησίν, ὁ ἐν πᾶσιν ἀρσενόθηλυς ἄνθρωπος, ὃν οἱ ἀγνοοῦντες Γηρυόνην καλοῦσι τρισώματον, ὡς ἐκ γῆς ῥέοντα Γηρυόνην, κοινῇ δὲ Ἕλληνες ἐπουράνιον μηνὸς κέρας, ὅτι καταμέμιχε καὶ
  • κεκέρακε πάντα πᾶσι. Πάντα γάρ, φησί, δι᾿ αὐτοῦ ἐγένετο
  • καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὃ δὲ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν. Αὕτη, φησίν, ἐστὶν ἡ ζωὴ ἡ ἄρρητος γενεὰ τῶν τελείων ἀνθρώπων, ἣ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνώσθη. Τὸ δὲ οὐδέν, ὃ χωρὶς αὐτοῦ γέγονεν, ὁ κόσμος
  • ἰδικός ἐστιν· γέγονεν γὰρ χωρὶς αὐτοῦ ὑπὸ τρίτου καὶ τετάρτου.
  • Τοῦτο, φησίν, ἐστὶ τὸ ποτήριον τὸ κόνδυ, ἐν ᾧ βασιλεὺς
    v.1.p.152
    πίνων οἰωνίζεται. Τοῦτο, φησί, κεκρυμμένον εὑρέθη ἐν τοῖς καλοῖς τοῦ Βενιαμὶν σπέρμασι. Λέγουσι δὲ αὐτὸ καὶ Ἕλληνες, φησίν, οὕτως μαινομένῳ στόματι·
  • Φέρ᾿ ὕδωρ, φέρ᾿ οἶνον, ὦ παῖ·
  • μέθυσόν με καὶ κάρωσον. Τὸ ποτήριον λέγει μου, ποδαπόν με δεῖ γενέσθαι. Τοῦτο, φησίν, ἤρκει μόνον νοηθὲν ἀνθρώποις τὸ τοῦ Ἀνακρέοντος
  • ποτήριον ἀλάλως λαλοῦν μυστήριον ἄρρητον. Ἄλαλον
  • γάρ, φησί, τὸ Ἀνακρέοντος ποτήριον, ὅπερ αὐτῷ φησίν Ἀνακρέων λαλεῖν ἀλάλῳ φθέγματι, ποδαπὸν αὐτὸν δεῖ γενέσθαι, τουτέστι πνευματικόν, οὐ σαρκικόν, ἐὰν ἀκούσῃ τὸ κεκρυμμένον μυστήριον ἐν σιωπῇ· καὶ τοῦτο ἐστὶ τὸ ὕδωρ τὸ ἐν τοῖς καλοῖς
  • ἐκείνοις γάμοις, ὃ στρέψας ὁ Ἰησοῦς ἐποίησεν οἶνον. Αὕτη,
  • φησίν, ἐστὶν ἡ μεγάλη καὶ ἀληθινὴ ἀρχὴ τῶν σημείων, ἣν ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν βασιλείαν τῶν οὐρανῶν. Αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν κατακειμένη ὡς θησαυρός, ὡς ζύμη εἰς
  • ἀλεύρου τρία σάτα κεκρυμμένη. Τουτέστι, φησί, τὸ μέγα καὶ
  • ἄρρητον Σαμοθρᾴκων μυστήριον, ὃ μόνοις ἔξεστιν εἰδέναι τοῖς τελείοις, φησίν, ἡμῖν. Διαρρήδην γὰρ οἱ Σαμόθρᾳκες τὸν Λδὰμ ἐκεῖνον παραδιδόασιν ἐν τοῖς μυστηρίοις τοῖς ἐπιτελουμένοις παρ᾿ αὐτοῖς ἀρχάνθρωπον. Ἔστηκε δέ ἀγάλματα δύο
  • ἐν τῷ Σαμοθρᾴκων ἀνακτόρῳ ἀνθρώπων γυμνῶν, ἄνω τεταμένας
  • ἐχόντων τὰς χεῖρας ἀμφοτέρας εἰς οὐρανὸν καὶ τὰς αἰσχύνας ἄνω ἐστραμμένας, καθάπερ ἐν Κυλλήνῃ τὸ τοῦ Ἑρμοῦ. Εἰκόνες δέ εἰσι τὰ προειρημένα ἀγάλματα τοῦ ἀρχανθρώπου καὶ τοῦ ἀναγεννωμένου πνευματικοῦ, κατὰ πάνθ᾿ ὁμοουσίου
  • ἐκείνῳ τῷ ἀνθρώπῳ. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον ὑπὸ
  • τοῦ σωτῆρος· Ἐὰν μὴ πίνητέ μου τὸ αἷμα καὶ φάγητέ μου τὴν σάρκα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν
    v.1.p.154
    τῶν οὐρανῶν, ἀλλὰ κἂν πίητε, φησί, τὸ ποτήριον ὃ ἐγὼ πίνω, ὅπου ἐγὼ ὑπάγω, ἐκεῖ ὑμεῖς εἰσελθεῖν
  • οὐ δύνασθε. Ἤιδει γὰρ, φησίν, ἐξ ὁποίας φύσεως ἕκαστος
  • τῶν μαθητῶν αὐτοῦ ἐστὶ καὶ ὅτι ἕκαστον αὐτῶν εἰς τὴν ἰδίαν φύσιν ἐλθεῖν ἀνάγκη. Ἀπὸ γὰρ τῶν δώδεκα, φησί, φυλῶν μαθητὰς ἐξελέξατο δώδεκα καὶ δι᾿ αὐτῶν ἐλάλησε πάσῃ φυλῇ· διὰ τοῦτο, φησί, τὰ τῶν δώδεκα μαθητῶν κηρύγματα οὔτε πάντες
  • ἀκηκόασιν οὔτε, ἐὰν ἀκούσωσι, παραδέξασθαι δύνανται.
  • Ἔστι γὰρ αὐτοῖς παρὰ φύσιν τὰ μὴ κατὰ φύσιν.

    Τοῦτον, φησί, Θρᾷκες οἱ περὶ τὸν Αἷμον οἰκοῦντες Κορύβαντα καλοῦσι καὶ Θρᾳξὶν οἱ Φρύγες παραπλησίως, ὅτι

  • ἀπὸ τῆς κορυφῆς ἄνωθεν καὶ ἀπὸ τοῦ ἀχαρακτηρίστου ἐγκεφάλου
  • τὴν ἀρχὴν τῆς καταβάσεως λαμβάνων καὶ πάσας τὰς τῶν ὑποκειμένων διερχόμενος ἀρχὰς πῶς καὶ τίνα τρόπον κατέρχεται οὐ νοοῦμεν. Τοῦτ᾿ ἐστί, φησί, τὸ εἰρημένον· φωνὴν μὲν αὐτοῦ ἠκούσαμεν, εἶδος δὲ αὐτοῦ οὐχ ἑωράκαμεν.
  • Ἀποτεταμένου γάρ, φησίν, αὐτοῦ καὶ κεχαρακτηρισμένου ἀκούεται
  • φωνή, τὸ δὲ εἶδος τὸ κατελθὸν ἄνωθεν ἀπὸ τοῦ ἀχαρακτηρίστου ὁποῖον ἐστὶν εἶδεν οὐδείς. Ἔστι δὲ ἐν τῷ πλάσματι τῷ χοϊκῷ, γινώσκει δὲ αὐτὸ οὐδείς. Οὗτος, φησίν, ἐστὶν ὁ τὸν κατακλυσμὸν οἰκῶν θεὸς κατὰ τὸ ψαλτήριον καὶ φθεγγόμενος
  • [καὶ] κεκραγὼς ἀπὸ ὑδάτων πολλῶν. Ὕδατα,
  • φησίν, ἐστὶ πολλὰ ἡ πολυσχιδὴς τῶν θνητῶν γένεσις ἀνθρώπων, ἀφ᾿ ἧς βοᾷ καὶ κέκραγε πρὸς τὸν ἀχαρακτήριστον ἄνθρωπον, ῥῦσαι λέγων ἀπὸ λεόντων τὴν μονογενῆ μου. Πρὸς τοῦτον, φησίν, ἐστὶν εἰρημένον· Παῖς μου εἶ σὺ Ἰσραήλ,
  • μὴ φοβοῦ, ἐὰν διὰ ποταμῶν διέλθῃς, οὐ μή
  • σε συγκλύσωσιν, ἐὰν διὰ πυρὸς διέλθῃς, οὐ μή σε συγκαύσει. Ποταμούς, φησί, λέγει τὴν ὑγρὰν τῆς γενέσεως οὐσίαν, πῦρ δὲ τὴν ἐπὶ τὴν γένεσιν ὁρμὴν καὶ ἐπιθυμίαν· Σὺ ἐμὸς εἶ, μὴ φοβοῦ. Καὶ πάλιν, φησίν, εἰ ἐπιλήσεται
    v.1.p.156
  • μήτηρ τῶν τέκνων αὐτῆς μὴ ἐλεῆσαι μηδὲ ἐπιδοῦναι
  • μαστόν, κἀγὼ ἐπιλήσομαι ὑμῶν, ὁ Ἀδάμας, φησί, λέγει πρὸς τοὺς ἰδίους ἀνθρώπους· ἀλλὰ εἰ καὶ ἐπιλήσεται ταῦτα γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαι ὑμῶν. Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκα ὑμᾶς. Περὶ δὲ τῆς ἀνόδου
  • αὐτοῦ, τουτέστι τῆς ἀναγεννήσεως, ἵνα γένηται πνευματικός, οὐ
  • σαρκικός, λέγει, φησίν, ἡ γραφή· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης, τουτέστι, θαῦμα θαυμάτων. Τίς γάρ, φησίν, ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Σκώληξ
  • καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα
  • λαοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς τὴς δόξης, ὁ ἐν πολέμῳ δυνατός. Πόλεμον δὲ λέγει τὸν ἐν σώματι, ὅτι ἐκ μαχίμων στοιχείων πέπλασται τὸ πλάσμα, καθὼς γέγραπται, φησί, Μνήσθητι πόλεμον τὸν γινόμενον ἐν σώματι. Ταύτην,
  • φησί, τὴν εἴσοδον καὶ ταύτην τὴν πύλην εἶδεν εἰς Μεσοποταμίαν
  • πορευόμενος ὁ Ἰακώβ, ὅπερ ἐστὶν ἀπὸ τοῦ παιδὸς ἔφηβος ἤδη γινόμενος καὶ ἀνήρ, τουτέστιν ἐγνωρίσθη τῷ εἰς Μεσοποταμίαν πορευομένῳ· (Μεσοποταμία δέ, φησίν, ἐστὶν ἡ τοῦ μεγάλου ὠκεανοῦ ῥοή, ἀπὸ τῶν μέσων ῥέουσα τοῦ τελείου
  • ἀνθρώπου,) καὶ ἐθαύμασε τὴν οὐράνιον πύλην εἰπών·
  • ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Διὰ τοῦτο, φησί, λέγει ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ πύλη ἡ ἀληθινή. Ἔστι δὲ ὁ ταῦτα λέγων ὁ ἀπὸ τοῦ ἀχαρακτηρίστου, φησίν, ἄνωθεν
  • κεχαρακτηρισμένος τέλειος ἄνθρωπος. Οὐ δύναται οὖν, φησί,
  • σωθῆναι ὁ τέλειος ἄνθρωπος, ἐὰν μὴ ἀναγεννηθῇ διὰ ταύτης εἰσελθὼν τῆς πύλης. Τὸν αὐτὸν δὲ τοῦτον, φησί, Φρύγες καὶ Πάπαν καλοῦσιν, ὅτι πάντα ἔπαυσεν ἀτάκτως καὶ πλημμελῶς πρὸ τῆς ἑαυτοῦ φανερώσεως κεκινημένα. Τὸ γὰρ ὄνομα, φησί,
  • τοῦ πάπα πάντων ὁμοῦ ἐστὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων
  • καὶ καταχθονίων λεγόντων· παῦε παῦε τὴν ἀσυμφωνίαν τοῦ κόσμου καὶ ποίησον εἰρήνην τοῖς μακράν, τουτέστι τοῖς ὑλικοῖς καὶ χοϊκοῖς, καὶ εἰρήνην τοῖς ἐγγύς, τουτέστι τοῖς πνευματικοῖς
    v.1.p.158
    καὶ νοεροῖς τελείοις ἀνθρώποις. Λέγουσι δὲ οἱ Φρύγες
  • τοῦτον αὐτὸν καὶ νέκυν, οἱονεὶ ἐν μνήματι καὶ τάφῳ ἐγκατορωρυγμένον
  • ἐν τῷ σώματι. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· Τάφοι ἐστὲ κεκονιαμένοι, γέμοντες, φησίν, ἔσωθεν ὀστέων νεκρῶν, ὅτι οὐκ ἔστιν ἐν ὑμῖν ἄνθρωπος ὁ ζῶν· καὶ πάλιν, φησίν, ἐξαλοῦνται ἐκ τῶν μνημείων οἱ νεκροί,
  • τουτέστιν ἐκ τῶν σωμάτων τῶν χοϊκῶν ἀναγεννηθέντες πνευματικοί,
  • οὐ σαρκικοί. Αὕτη, φησίν, ἐστὶν ἡ ἀνάστασις ἡ διὰ τῆς πύλης γινομένη τῶν οὐρανῶν, δι᾿ ἧς οἱ μὴ εἰσελθόντες, φησί, πάντες μένουσι νεκροί. Οἱ δὲ αὐτοί, φησί, Φρύγες τὸν αὐτὸν τοῦτον πάλιν ἐκ μεταβολῆς λέγουσι θεόν. Γίνεται γάρ, φησί,
  • θεός, ὅταν ἐκ νεκρῶν ἀναστὰς διὰ τῆς τοιαύτης πύλης εἰσελεύσεται
  • εἰς τὸν οὐρανόν. Ταύτην, φησί, τὴν πύλην Παῦλος οἶδεν ὁ ἀπόστολος, παρανοίξας ἐν μυστηρίῳ καὶ εἰπών· ἡρπάσθαι ὑπὸ ἀγγέλου, καὶ γεγονέναι ἕως δευτέρου καὶ τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον αὐτόν, καὶ ἑωρακέναι
  • ἃ ἑώρακε, καὶ ἀκηκοέναι ῥήματα ἄρρητα ἃ οὐκ
  • ἐξὸν ἀνθρώπῳ εἰπεῖν. Ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, ἃ [καὶ λαλοῦμεν] οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες, ψυχικὸς
  • δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ
  • θεοῦ, μωρία γὰρ αὐτῷ ἐστί, καὶ ταῦτά φησιν ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἃ ἡμεῖς ἴσμεν μόνοι. Περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μή τινα ἑλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος. Πάνυ
  • γάρ, φησί, δύσκολον ἐστὶ παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα
  • τοῦτο καὶ ἄρρητον μυστήριον. Καὶ πάλιν, φησίν, εἴρηκεν ὁ σωτήρ· οὐ πᾶς ὁ λέγων μοι κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὃ δεῖ ποιήσαντας,
  • οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν.
  • Καὶ πάλιν, φησίν, εἴρηκεν· οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
    v.1.p.160
    Τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες, ἡμεῖς δέ, φησίν, ἐσμὲν οἰ τελῶναι, εἰς οὓς τὰ τέλη τῶν αἰώνων
  • κατήντηκε. Τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου
  • εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾿ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι. Καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ
  • κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη· καὶ ἐξανέτειλε,
  • φησί, καὶ διὰ τὸ μὴ ἔχειν βάθος ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε, φησίν, ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν, ὁ μὲν ἑκατόν, ὁ δὲ
  • ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ὁ ἔχων, φησίν, ὦτα ἀκούειν
  • ἀκουέτω. Τουτέστι, φησίν, οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι οἱ γνωστικοὶ τέλειοι. Αὕτη, φησίν, ἐστὶν ἡ γῆ ἡ καλὴ καὶ ἀγαθή, ἣν λέγει Μωϋσῆς· Εἰσάξω ὑμᾶς εἰς γῆν καλὴν καὶ ἀγαθήν, εἰς γῆν ῥέουσαν
  • γάλα καὶ μέλι. Τοῦτο, φησίν, ἐστὶ τὸ μέλι καὶ τὸ γάλα,
  • οὗ γευσαμένους τοὺς τελείους ἀβασιλεύτους γενέσθαι καὶ μετασχεῖν τοῦ πληρώματος. Τοῦτο, φησίν, ἐστὶ τὸ πλήρωμα, δι᾿ οὗ πάντα γινόμενα γεννητὰ ἀπὸ τοῦ ἀγεννήτου γέγονέ τε καὶ πεπλήρωται. Ὁ δὲ αὐτὸς οὗτος ὑπὸ τῶν Φρυγῶν καὶ ἄκαρπος
  • καλεῖται. Ἔστι γὰρ ἄκαρπος, ὅταν ᾖ σαρκικὸς καὶ τὴν ἐπιθυμίαν
  • τῆς σαρκὸς ἐργάζηται. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Καρποὶ γὰρ οὗτοι, φησίν, εἰσὶ μόνον οἱ λογικοί, οἱ ζῶντες ἄνθρωποι, οἱ διὰ τῆς πύλης
  • εἰσερχόμενοι τῆς τρίτης. Λέγουσι γοῦν· εἰ νεκρὰ ἐφάγετε
  • καὶ ζῶντα ἐποιήσατε, τί, ἄν ζῶντα φάγητε, ποιήσετε; Ζῶντα δὲ λέγουσι καὶ λόγους καὶ νόας καὶ ἀνθρώπους, τοὺς μαργαρίτας ἐκείνου τοῦ ἀχαρακτηρίστου ἐρριμμένους εἰς τὸ πλάσμα κάτω. Τουτέστιν ὃ λέγει, φησί· μὴ βάλητε
  • τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας τοῖς
  • χοίροις, χοίρων καὶ κυνῶν ἔργον λέγοντες εἶναι τὴν γυναικὸς πρὸς ἄνδρα ὁμιλίαν. Τὸν αὐτὸν δὲ τοῦτον, φησίν, οἱ Φρύγες καλοῦσιν
    v.1.p.162
    αἰπόλον, οὐχ ὅτι, φησίν, ἔβοσκεν αἶγας καὶ τράγους, ὡς οἱ ψυχικοὶ ὀνομάζουσιν, ἀλλ᾿ ὅτι, φησίν, ἐστὶν αἰπόλος,
  • τουτέστιν ὁ ἀεὶ πολῶν καὶ στρέφων καὶ περιελαύνων τὸν κόσμον
  • ὅλον στροφῇ. Πολεῖν γάρ ἐστι τὸ στρέφειν καὶ μεταβάλλειν τὰ πράγματα· ἔνθεν, φησί, καὶ τὰ δύο κέντρα τοῦ οὐρανοῦ ἅπαντες προσαγορεύουσι πόλους. Καὶ ὁ ποιητὴς δέ φησι· πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
  • ἀθάνατος Πρωτεὺς Αἰγύπτιος,
  • οὐ πιπράσκεται, φησίν, ἀλλὰ στρέφεται αὐτοῦ οἱονεὶ καὶ περιέρχεται. Ἔτι καὶ πόλεις, ἐν αἷς οἰκοῦμεν, ὅτι στρεφόμεθα καὶ περιπολοῦμεν ἐν αὐταῖς, καὶ καλοῦνται πόλεις. Οὕτως, φησίν, οἱ Φρύγες αἰπόλον τοῦτον καλοῦσι τὸν πάντοτε πάντα
  • πανταχῆ στρέφοντα καὶ μεταβάλλοντα πρὸς τὰ οἰκεῖα. Καλοῦσι
  • δὲ αὐτόν, φησί, καὶ πολύκαρπον οἱ Φρύγες, ὅτι πλείονα, φησί, τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι τὰ ἀναγεννώμενα ἀθάνατα καὶ ἀεὶ διαμένοντα ἐστὶ πολλά, κἂν ὀλίγα ᾖ τὰ γεννώμενα· τὰ
  • δὲ σαρκικὰ, φησίν, φθαρτὰ πάντα, κἂν ᾖ πολλὰ πάνυ γεννώμενα.
  • Διὰ τοῦτο, φησίν, ἔκλαιε Ῥαχὴλ τὰ τέκνα καὶ οὐκ ἤθελε, φησί, παρακαλεῖσθαι κλαίουσα ἐπ᾿ αὐτοῖς· ᾔδει γάρ, φησίν, ὅτι οὐκ εἰσί. Θρηνεῖ δὲ καὶ Ἱερεμίας τὴν κάτω Ἱερουσαλήμ, οὐ τὴν ἐν Φοινίκῃ πόλιν, ἀλλὰ τὴν κάτω
  • γένεσιν τὴν φθαρτήν· ἔγνω γάρ, φησί, καὶ Ἱερεμίας τὸν τέλειον
  • ἄνθρωπον, τὸν ἀναγεννώμενον ἐξ ὕδατος καὶ πνεύματος, οὐ σαρκικόν. Αὐτὸς γοῦν ὁ Ἱερεμίας ἔλεγεν· Ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν; Οὕτως, φησίν, ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. Ἀρχὴ γάρ,
  • φησίν, τελειώσεως γνῶσις ἀνθρώπου· θεοῦ δὲ γνῶσις ἀπηρτισμένη
  • τελείωσις. Λέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοερὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια, καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν
  • σιωπῇ, τεθερισμένον στάχυν. Ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρὰ
  • Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας,
    v.1.p.164
    καθάπερ αὐτὸς ὁ ἱεροφάντης, οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν παρῃτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν Ἐλευσῖνι ὑπὸ πολλῷ
  • πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε
  • λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν, τουτέστιν ἰσχυρὰ ἰσχυρόν. Πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. Ἔστι γὰρ λεγόμενον τὸ μυστήριον Ἐλευσὶν καὶ
  • ἀνακτόρειον· Ἐλευσίν, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ
  • ἄνωθεν ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω· ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν, τὸ δὲ ἀνακτόρειον τὸ ἀνελθεῖν ἄνω. Τοῦτο, φησίν, ἐστίν, ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ μυστήρια. Θέσμιον δέ ἐστι τὰ μικρὰ μεμυημένους αὖθις τὰ
  • μεγάλα μυεῖσθαι. Μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι.
  • Μικρὰ δέ, φησίν, ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης πλατείας καὶ εὐρυχώρου καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, . . . καὶ ὁ ποιητὴς δέ φησιν·
  • Αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκριόεσσα,
  • κοίλη, πηλώδης· ἣ δ᾿ ἡγήσασθαι ἀρίστη ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης. Ταῦτ᾿ ἐστὶ, φησὶ, τὰ μικρὰ μυστήρια τὰ τῆς σαρκικῆς γενέσεως, ἃ μυηθέντες οἱ ἄνθρωποι μικρὰ παύσασθαι ὀφείλουσι καὶ μυεῖσθαι
  • τὰ μεγάλα τὰ ἐπουράνια. Οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες
  • μόρους μείζονας μοίρας λαμβάνουσιν. Αὕτη γάρ, φησίν, ἐστὶν ἡ πύλη τοῦ οὐρανοῦ καὶ οὗτος ὁ οἶκος θεοῦ, ὅπου ὁ ἀγαθὸς θεὸς κατοικεῖ μόνος, εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς
  • μόνοις, ὅπου δεῖ γενομένους βαλεῖν τὰ ἐνδύματα καὶ
  • v.1.p.166
    πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος. Αὕτη γάρ ἐστιν ἡ παρθένος ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον αἰῶνα αἰώνων. Περὶ τούτων, φησί, διαρρήδην
  • εἴρηκεν ὁ σωτὴρ ὅτι στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ
  • ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾿ αὐτῆς.

  • Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι
  • ἀμύγδαλον, οὐχὶ δένδρον, φησίν, ἀλλὰ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὃς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπὸν οἱονεὶ διασφύζοντα καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους
  • αὐτοῦ, καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον καὶ
  • ἄρρητον παῖδα ἑαυτοῦ, περὶ οὗ λαλοῦμεν. Ἀμύξαι γάρ ἐστιν οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν, καθάπερ, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινὰ συστροφὴν ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες· οὕτως, φησί, Φρύγες
  • τὸν ἀμύγδαλον καλοῦσιν, ἀφ᾿ οὗ προῆλθε καὶ ἐγεννήθη
  • ὁ ἀόρατος, δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸ ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι τὸ γεγεννημένον. Πνεῦμα γὰρ, φησίν, ἐστὶν ὁ θεός· διὸ, φησίν, οὔτε ἐν τῷ ὄρει
  • τούτῳ προσκυνοῦσιν, οὔτε ἐν Ἱερουσαλὴμ οἱ ἀληθινοὶ
  • προσκυνηταί, ἀλλὰ ἐν πνεύματι. Πνευματικὴ γὰρ, φησίν, ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική. Τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ ὅπου καὶ ὁ πατήρ, ὀνομάζεται καὶ ὁ υἱός, ἐκ τούτου τοῦ πατρὸς [ἐκεῖ] γεννώμενος. Οὗτος,
  • φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ
  • πᾶσα φύσις, ἀλλη δὲ ἄλλως ὀρέγεται. Τοῦτο, φησίν, ἐστὶ τὸ
    v.1.p.168
    ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα ἀποφάσεως τῆς μεγάλης δυνάμεως· διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται
  • [ἀπό τε] αἰώνων, δυνάμεων, ἐπινοιῶν, θεῶν, ἀγγέλων,
  • πνευμάτων ἀπεσταλμένων, ὄντων, μὴ ὄντων, γεννητῶν, ἀγεννήτων, ἀκαταλήπτων, καταληπτῶν, ἐνιαυτῶν, μηνῶν, ἡμερῶν, ὡρῶν, στιγμῆς ἀμερίστου, ἐξ ἧς ἐξάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος· ἡ μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα
  • στιγμὴ ἀμέριστος οὖσα γενήσεται ἑαυτῇ ἐπίνοιαν μέγεθός
  • τι ἀκατάληπτον. Αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὁ κόκκος τοῦ σινάπεως, ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἶδε, φησίν, οὐδεὶς ἢ οἱ πνευματικοὶ μόνοι. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· Οὐκ εἰσὶ λόγοι οὐδὲ λαλιαί,
  • ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ταῦθ᾿
  • οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα, πρὸς ἴδιον νοῦν, πνευματικὰ φάσκοντες πάντα γίνεσθαι. Ὅθεν καὶ τοὺς θεάτροις ἐπιδεικνυμένους λέγουσι μηδ᾿ αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. Τοιγαροῦν, φησίν,
  • ἐπὰν συνελθὼν ὅ δῆμος ἐν τοῖς θεάτροις εἰσίῃ τις ἠμφιεσμένος
  • στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια οὐκ εἰδὼς ἃ λέγει· Εἴτε Κρόνου γένος, εἴτε Διὸς μάκαρος, εἴτε Ῥέας μεγάλης, χαῖρε, τὸ κατηφὲς ἄκρισμα Ῥέας, Ἄττι· σὲ καλοῦσι μὲν
  • Ἀσσύριοι τριπόθητον Ἄδωνιν, καλεῖ δ᾿ Αἴγυπτος
  • Ὄσιριν, ἐπουράνιον μηνὸς κέρας Ἕλληνες, σοφίαν, Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον, Λἱμόνιοι Κορύβαντα, καὶ οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ δὲ νέκυν, ἢ θεόν, ἢ τὸν ἄκαρπον, ἢ αἰπόλον, ἢ χλοερὸν
  • στάχυν ἀμηθέντα, ἢ ὃν πολύκαρπος ἔτικτεν
  • ἀμύγδαλος ἀνέρα συρικτάν. Τοῦτον φησὶν εἶναι πολύμορφον Ἄττιν, ὃν ὑμνοῦντες λέγουσιν οὕτως· Ἄττιν ὑμνήσω
    v.1.p.170
    τὸν Ῥείης, κωδώνων σὺν βόμβοις, οὐδ᾿ αὐλῶν Ἰδαίων Κουρήτων μύκτητα, ἀλλ᾿ εἰς Φοιβείαν μίξω μοῦσαν
  • φορμίγγων, εὐοῖ, εὐάν, ὡς Πάν, ὡς Βακχεύς, ὡς
  • ποιμὴν λευκῶν ἄστρων. Διὰ τούτους καὶ τοὺς τοιούτους λόγους παρεδρεύουσιν οὗτοι τοῖς λεγομένοις Μητρὸς μεγάλης μυστηρίοις, μάλιστα καθορᾶν νομίζοντες διὰ τῶν δρωμένων ἐκεῖ τὸ ὅλον μυστήριον. Οὐδὲν γὰρ ἔχουσι πλέον οὗτοι τῶν
  • ἐκεῖ δρωμένων, πλὴν ὅτι οὐκ εἰσὶν ἀποκεκομμένοι, μόνον τὸ
  • ἔργον τῶν ἀποκεκομμένων ἐκτελοῦσι. Πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι ὡς ἀποκεκομμένοι τῆς πρὸς γυναῖκα ὁμιλίας. Τὸ δὲ λοιπὸν ἔργον, ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι· τιμῶσι δὲ οὐκ ἄλλο
  • τι ἢ τὸν νάας οὗτοι, Ναασσηνοὶ καλούμενοι. Νάας δὲ ἐστὶν ὁ
  • ὄφις, ἀφ᾿ οὗ φησὶ πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους ναούς, ἀπὸ τοῦ νάας· κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πᾶν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανόν,
  • ἐν ᾗ ναὸς οὐκ ἔστι, καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾿ οὗ ἔλαχε ναὸς
  • καλεῖσθαι. Εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως ἀθανάτων ἢ θνητῶν, τῶν ἐμψύχων ἢ ἀψύχων συνεστηκέναι χωρὶς αὐτοῦ. Ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα,
  • καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντα ἐν αὐτῷ ὥσπερ
  • ἐν κέρατι ταύρου μονοκέρωτος, ὥστε τὸ κάλλος [τῶν ἄλλων] καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὖσι κατὰ φύσιν τὴν ἑαυτῶν καὶ οἰκειότητα, οἱονεὶ διὰ πάντων ὁδεύοντα, ὥσπερ ἐκπορευόμενον ἐξ Ἐδὲμ καὶ σχιζόμενον εἰς ἀρχὰς
  • τέσσαρας. Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον
  • καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς· παράδεισον δ᾿ εἶναι νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. Ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου, ἀφορίζεσθαι
  • εἰς ἀρχὰς τέσσαρας, καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ
  • πρώτου ποταμοῦ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν
    v.1.p.172
    τὴν γῆν Εὐϊλάτ· ἐκεῖ οὗ ἐστὶ τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν, καὶ ἐκεῖ ἐστὶν ὁ ἄν θραξ καὶ λίθος ὁ πράσινος. Οὗτος, φησίν, ἐστὶν ὀφθαλμός, τῇ
  • τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῷ λεγομένῳ. Τὸ δὲ ὄ νομα
  • τοῦ δευτέρου ποταμοῦ Γεῶν, οὗτος ὀ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν. Καὶ ὄνομα τῷ τρίτῳ Τίγρις. Οὗτός ἐστιν ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. Οὗτος,
  • φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος·
  • πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. Ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις. Ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης.
  • Τοῦτον λέγουσι στόμα, δι᾿ οὗ ἡ τῆς προσευχῆς ἔξοδος
  • καὶ ἡ τῆς τροφῆς εἴσοδος, ἣ εὐφραίνει καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον. Τοῦτο, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ ὑπεράνω τοῦ στερεώματος, περὶ οὗ, φησίν,
  • εἴρηκεν ὁ σωτήρ· Εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἄν
  • ᾔτησας παρ᾿ αὐτοῦ, καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον. Ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις ἔρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ σίδηρος
  • τῇ Ἡρακλείᾳ λίθῳ, καὶ ὁ χρυσὸς τῇ τοῦ θαλασσίου ἱέρακος
  • κερκίδι, καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ. Εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου
  • καὶ πολυσπερμάτου ὕδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν
  • καὶ τῶν σπερμάτων, καὶ ὄψεται, ὅτι ἐξ ἑνὸς καὶ τοῦ αὐτου ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οἶνον καὶ τῶν ἄλλων κατὰ γένος ἕκαστον φυτῶν.
    v.1.p.174
    Ἔστι δέ, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος ἄτιμος ἐν τῷ κόσμῳ, καὶ
  • πολύτιμος . . . . . . ὑπὸ τῶν οὐκ εἰδότων τοῖς οὐκ εἰδόσιν αὐτόν,
  • λελογισμένος ὡς σταγὼν ἀπὸ κάδου· ἡμεῖς δ᾿ ἐσμέν, φησίν, οἱ πνευματικοί, οἱ ἐκλεγόμενοι ἀπὸ τοῦ ζῶντος ὕδατος τοῦ ῥέοντος Εὐφράτου διὰ τῆς Βαβυλῶνος μέσης τὸ οἰκεῖον, διὰ τῆς πύλης ὁδεύοντες ἀληθινῆς, ἥτις ἐστὶν Ἰησοῦς ὁ μακάριος. Καὶ
  • ἐσμὲν ἐξ ἁπάντων ἀνθρώπων ἡμεῖς Χριστιανοὶ μόνοι ἐν τῇ
  • τρίτῃ πύλῃ ἀπαρτίζοντες τὸ μυστήριον καὶ χριόμενοι ἐκεῖ ἀλάλῳ χρίσματι ἐκ κέρατος, ὡς Δαβίδ, οὐκ ὀστρακίνου φακοῦ, φησίν, ὡς ὁ Σαούλ, ὁ συμπολιτευόμενος τῷ πονηρῷ δαίμονι τῆς σαρκικῆς ἐπιθυμίας.