Ταῦτα ἐστὶν ἀπὸ πολλῶν πάνυ λόγων τὰ κεφάλαια, ἃ φησὶ παραδεδωκέναι Μαριάμνῃ τὸν Ἰάκωβον τοῦ κυρίου τὸν
ἀδελφόν. Ἵν᾿ οὖν μήτε Μαριάμνης ἔτι καταψεύδωνται οἱ ἀσεβεῖς, μήτε Ἰακώβου, μήτε τοῦ σωτῆρος αὐτοῦ, ἔλθωμεν ἐπὶ τὰς τελετὰς (ὅθεν αὐτοῖς οὗτος ὁ μῦθος), εἰ δοκεῖ, ἐπὶ τὰς βαρβαρικάς τε καὶ Ἑλληνικάς, καὶ ἴδωμεν ὡς τὰ κρυπτὰ καὶ ἀπόρρητα πάντων ὁμοῦ συνάγοντες οὗτοι μυστήρια τῶν ἐθνῶν καταψευδόμενοι
τοῦ Χριστοῦ ἐξαπατῶσι τοὺς ταῦτα οὐκ εἰδότας τὰ τῶν ἐθνῶν ὄργια. Ἐπεὶ γὰρ ὑπόθεσις αὐτοῖς ὁ ἄνθρωπος ἐστὶν Ἀδάμας, καὶ λέγουσι γεγράφθαι περὶ αὐτοῦ, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; μάθετε πῶς κατὰ μέρος παρὰ τῶν ἐθνῶν τὴν ἀνεξεύρητον καὶ ἀδιάφορον τοῦ ἀνθρώπου γενεὰν
λαβόντες ἐπιπλάσσουσι τῷ Χριστῷ. Γῆ δέ, φασὶν οἱ Ἕλληνες, ἄνθρωπον ἀνέδωκε πρώτη καλὸν ἐνεγκαμένη γέρας, μὴ φυτῶν ἀναισθήτων μηδὲ θηρίων ἀλόγων, ἀλλὰ ἡμέρου ζῴου καὶ θεοφιλοῦς ἐθέλουσα μήτηρ γενέσθαι· χαλεπὸν δέ, φησίν, ἐξευρεῖν, εἴτε Βοιωτοῖς Ἀλαλκομενεὺς
ὑπὲρ λίμνης Κηφιστίδος ἀνέσχε πρῶτος ἀνθρώπων, εἴτε Κουρῆτες ἦσαν Ἰδαῖοι, θεῖον γένος,
v.1.p.136
ἢ Φρύγιοι Κορύβαντες, οὓς πρώτους ἥλιος ἔπιδε δενδροφυεῖς ἀναβλαστάνοντας, εἴτε προσεληναῖον Ἀρκαδία Πελασγόν, ἢ ᾿Ραρίας οἰκήτορα Δίαυλον
Ἐλευσίν, ἢ Αῆμνος καλλίπαιδα Κάβιρον ἀρρήτων ἐτέκνωσεν ὀργιασμῶν, εἴτε Φελλήνη Φλεγραῖον Ἀλκυονέα, πρεσβύτατον Γιγάντων. Λίβυες δὲ Ἰάρβαντα φασὶ πρωτόγονον αὐχμηρῶν ἀναδύντα πεδίων
γλυκείας ἀπάρξασθαι Διὸς βαλάνου. Αἰγυπτίων δὲ Νεῖλος ἰλὺν ἐπιλιπαίνων μέχρι σήμερον ζωογονῶν, φησίν, ὑγρᾷ σαρκούμενα θερμότητι ζωὰ σώματα ἀναδίδωσιν. Ἀσσύριοι δὲ Ὠαννὴν ἰχθυοφάγον γενέσθαι παρ᾿ αὐτοῖς, Χαλδαῖοι δὲ τὸν Ἀδάμ, Καὶ τοῦτον
εἶναι φάσκουσι τὸν ἄνθρωπον, ὃν ἀνέδωκεν ἡ γῆ μόνον, κεῖσθαι δὲ αὐτὸν ἄπνουν, ἀκίνητον, ἀσάλευτον, ὡς ἀνδριάντα, εἰκόνα ὑπάρχοντα ἐκείνου τοῦ ἄνω, τοῦ ὑμνουμένου Ἀδάμαντος ἀνθρώπου, γενόμενον ὑπὸ δυνάμεων τῶν πολλῶν, περὶ ὧν ὁ κατὰ μέρος λόγος ἐστὶ πολύς. Ἵν᾿ οὖν τελέως ᾖ κεκρατημένος
ὁ μέγας ἄνθρωπος ἄνωθεν, ἀφ᾿ οὗ, καθὼς λέγουσι, πᾶσα πατριὰ ὀνομαζομένη ἐπὶ γῆς καὶ ἐν τοῖς οὐρανοῖς συνέστηκεν, ἐδόθη αὐτῷ καὶ ψυχή, ἵνα διὰ τῆς ψυχῆς πάσχῃ καὶ κολάζηται καταδουλούμενον τὸ πλάσμα τοῦ μεγάλου καὶ καλλίστου καὶ τελείου ἀνθρώπου· καὶ γὰρ οὕτως αὐτὸν καλοῦσι.
Ζητοῦσιν οὖν αὖ πάλιν τίς ἐστιν ἡ ψυχὴ καὶ πόθεν καὶ ποταπὴ τὴν φύσιν, ἵν᾿ ἐλθοῦσα εἰς τὸν ἄνθρωπον καὶ κινήσασα καταδουλώσῃ καὶ κολάσῃ τὸ πλάσμα τοῦ τελείου ἀνθρώπου· ζητοῦσι δὲ οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλὰ καὶ τοῦτο ἀπὸ τῶν μυστικῶν. Εἶναι δὲ φασὶ τὴν ψυχὴν δυσεύρετον πάνυ
καὶ δυσκατανόητον· οὐ γὰρ μένει ἐπὶ σχήματος οὐδὲ μορφῆς τῆς αὐτῆς πάντοτε οὐδὲ πάθους ἑνός, ἵνα τις αὐτὴν ἤ τύπῳ εἴπῃ ἢ οὐσίᾳ καταλήψεται. Τὰς δὲ ἐξαλλαγὰς ταύτας τὰς ποικίλας ἐν τῷ ἐπιγραφομένῳ κατ᾿ Αἰγυπτίους εὐαγγελίῳ κειμένας ἔχουσιν. Ἀποροῦσιν οὖν, καθάπερ οἱ ἄλλοι πάντες τῶν ἐθνῶν
ἄνθρωποι, πότερόν ποτε ἐκ τοῦ προόντος ἐστίν, [ἢ] ἐκ τοῦ αὐτογενοῦς, ἢ ἐκ τοῦ ἐκκεχυμένου χάους. Καὶ πρῶτον ἐπὶ τὰς Ἀσσυρίων καταφεύγουσι τελετὰς τὴν τριχῆ διαίρεσιν τοῦ ἀνθρώπου
v.1.p.138
κατανοοῦντες· πρῶτοι γὰρ Ἀσσύριοι τὴν ψυχὴν τριμερῆ νομίζουσιν εἶναι καὶ μίαν. Ψυχῆς γὰρ, φασί, πᾶσα φύσις,
ἄλλη δὲ ἄλλως ὀρέγεται· ἔστι γὰρ ψυχὴ πάντων τῶν γινομένων αἰτία· πάντα ὅσα τρέφεται, φησί, καὶ αὔξει, ψυχῆς δεῖται. Οὐδὲν γὰρ οὔτε τροφῆς, φησίν, οὔτε αὐξήσεως οἷόν τ᾿ ἐστιν ἐπιτυχεῖν ψυχῆς μὴ παρούσης. Καὶ γὰρ οἱ λίθοι, φησίν, εἰσὶν ἔμψυχοι· ἔχουσι γὰρ τὸ αὐξητικόν· αὔξησις δὲ οὐκ ἄν
ποτε γένοιτο χωρὶς τροφῆς· κατὰ προσθήκην γὰρ αὔξει τὰ αὐξανόμενα· ἡ δὲ προσθήκη τροφὴ τοῦ τρεφομένου. Πᾶσα οὖν φύσις ἐπουρανίων, φησί, καὶ ἐπιγείων καὶ καταχθονίων ψυχῆς ὀρέγεται. Καλοῦσι δὲ Ἀσσύριοι τὸ τοιοῦτον Ἄδωνιν ἢ Ἐνδυμίωνα· καὶ ὅταν μὲν Ἄδωνις καλῆται, Ἀφροδίτη, φησίν,
ἐρᾷ καὶ ἐπιθυμεῖ τῆς ψυχῆς τοῦ τοιούτου ὀνόματος. Ἀφροδίτη δὲ ἡ γένεσις ἐστὶ κατ᾿ αὐτούς. Ὅταν δὲ ἡ Περσεφόνη καὶ ἡ Κόρη ἐρᾷ τοῦ Ἀδώνιδος, θνητή, φησί, τὶς τῆς Ἀφροδίτης κεχωρισμένη [τῶν γενέσεως] ἐστὶν ἡ ψυχή. Ἐὰν δὲ ἡ Σελήνη Ἐνδυμίωνος εἰς ἐπιθυμίαν ἔλθῃ καὶ ἔρωτα μορφῆς, ἡ τῶν
ὑψηλοτέρων, φησί, φύσις προσδεῖται καὶ ψυχῆς. Ἐὰν δὲ, φησίν, ἡ μήτηρ τῶν θεῶν ἀποκόψῃ τὸν Ἄττιν καὶ αὐτὴ τοῦτον ἔχουσα ἐρώμενον, ἡ τῶν ὑπερκοσμίων, φησί, καὶ αἰωνίων ἄνω μακαρία φύσις τὴν ἀρρενικὴν δύναμιν τῆς ψυχῆς ἀνακαλεῖται πρὸς αὐτήν. Ἔστι γὰρ, φησίν, ἀρσενόθηλυς ὁ ἄνθρωπος. Κατὰ
τοῦτον οὖν αὐτοῖς τὸν λόγον πάνυ πονηρὸν καὶ κεκωλυμένον κατὰ τὴν διδασκαλίαν ἡ γυναικὸς πρὸς ἄνδρα δεδειγμένη καθέστηκεν ὁμιλία, Ἀπεκόπη γὰρ, φησίν, ὁ Ἄττις, τουτέστιν ἀπὸ τῶν χοϊκῶν τῆς κτίσεως κάτωθεν μερῶν, καὶ ἐπὶ τὴν αἰωνίαν ἄνω μετελήλυθεν οὐσίαν, ὅπου, φησίν, οὐκ ἔστιν οὔτε θῆλυ οὔτε
ἄρσεν, ἀλλὰ καινὴ κτίσις, καινὸς ἄνθρωπος, ὅς ἐστιν ἀρσενόθηλυς. Ποῦ δὲ ἄνω λέγουσι, κατὰ τὸν οἰκεῖον ἐλθὼν δείξω τόπον. Μαρτυρεῖν δέ φασιν αὐτῶν τῷ λόγῳ οὐχ ἁπλῶς μόνην τὴν Ῥέαν, ἀλλὰ γὰρ ὡς ἔπος εἰπεῖν ὅλην τὴν κτίσιν· καὶ τοῦτο εἶναι τὸ λεγόμενον ὑπὸ τοῦ λόγου διασαφοῦσι. Τὰ
v.1.p.140
γὰρ ἀόρατα αὐτοῦ ἀπὸ τῆς κτίσεως τοῦ κόσμου τοῖς ποιήμασιν αὐτοῦ νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, πρὸς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἤ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθη ἡ ἀσύνετος
αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώμασιν εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ
τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Τί δέ ἐστιν ἡ φυσικὴ κατ᾿ αὐτοὺς χρῆσις, ὕστερον ἐροῦμεν. Ὁμοίως δὲ καὶ οἱ ἄρρενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν
ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι (ἀσχημοσύνη δέ ἐστιν ἡ πρώτη καὶ μακαρία κατ᾿ αὐτοὺς ἀσχημάτιστος οὐσία, ἡ πάντων σχημάτων τοῖς σχηματιζομένοις αἰτία) καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες. Ἐν γὰρ τούτοις τοῖς λόγοις, οἷς εἴρηκεν
ὁ Παῦλος, ὅλον φασὶ συνέχεσθαι τὸ κρύφιον αὐτῶν καὶ ἄρρητον τῆς μακαρίας μυστήριον ἡδονῆς. Ἡ γὰρ ἐπαγγελία τοῦ λουτροῦ οὐκ ἄλλη τίς ἐστι κατ᾿ αὐτούς, ἢ τὸ εἰσαγαγεῖν εἰς τὴν ἀμάραντον ἡδονὴν τὸν λουόμενον κατ᾿ αὐτοὺς ζῶντι ὕδατι καὶ χριόμενον ἀλάλῳ χρίσματι. Οὐ μόνον δ᾿ αὐτῶν ἐπιμαρτυρῖν
φασὶ τῷ λόγῳ τὰ Ἀσσυρίων μυστήρια ἀλλὰ καὶ Φρυγῶν περὶ τὴν τῶν γεγονότων καὶ γινομένων καὶ ἐσομένων ἔτι μακαρίαν κρυβομένην ὁμοῦ καὶ φανερουμένην φύσιν, ἥνπερ φησὶ τὴν ἐντὸς ἀνθρώπου βασίλειαν οὐρανῶν ζητουμένην, περὶ ἧς διαρρήδην ἐν τῷ κατὰ Θωμᾶν ἐπιγραφομένῳ εὐαγγελίῳ παραδιδόασι λέγοντες
οὕτως· ἐμὲ ὁ ζητῶν εὑρήσει ἐν παιδίοις ἀπὸ v.1.p.142
ἐτῶν ἑπτά· ἐκεῖ γὰρ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ αἰῶνι κρυβόμενος φανεροῦμαι. Τοῦτο δὲ οὐκ ἔστι Χριστοῦ, ἀλλὰ Ἱπποκράτους λέγοντος· ἑπτὰ ἐτῶν παῖς πατρὸς ἥμισυ· ὅθεν οὗτοι τὴν ἀρχέγονον φύσιν τῶν ὅλων ἐν ἀρχεγόνῳ
τιθέμενοι σπέρματι, τὸ Ἱπποκράτειον ἀκηκοότες, ὅτι ἔστιν ἥμισυ πατρὸς παιδίον ἑπτὰ ἐτῶν, ἐν τοῖς τέσσαρσι [καὶ δέκα] φασὶν ἔτεσι, κατὰ τὸν Θωμᾶν, εἶναι φανερούμενον. Οὗτος ἐστὶν ὁ ἀπόρρητος αὐτοῖς λόγος καὶ μυστικός. Λέγουσιν οὖν, ὅτι Αἰγύπτιοι,
πάντων ἀνθρώπων μετὰ τοὺς Φρύγας ἀρχαιότεροι καθεστῶτες καὶ πᾶσι τοῖς ἄλλοις ἀνθρώποις ὁμολογουμένως τελετὰς καὶ ὄργια θεῶν πάντων ὁμοῦ μεταδόντες πρῶτοι καὶ κατηγγελκότες ἰδέας καὶ ἐνεργείας, ἱερὰ καὶ σεβάσμια καὶ ἀνεξαγόρευτα τοῖς μὴ τετελεσμένοις τὰ Ἴσιδος ἔχουσι μυστήρια· τὰ
δ᾿ εἰσὶν οὐκ ἄλλο τι ἢ ἡρπασμένον καὶ ζητούμενον ὑπὸ τῆς ἑπταστόλου καὶ μελανείμονος αἰδοῖον Ὀσίριδος. Ὄσιριν δὲ λέγουσιν ὕδωρ. Ἡ δὲ φύσις ἑπτάστολος, περὶ αὐτὴν ἔχουσα καὶ ἐστολισμένη ἑπτὰ στολὰς αἰθερίους (τοὺς πλανήτας γὰρ ἀστέρας οὕτω προσαγορεύουσιν ἀλληγοροῦντες καὶ αἰθερίους καλοῦντες)
κατ᾿ αὐτοὺς ἡ μεταβλητὴ γένεσις καὶ ὑπὸ τοῦ ἀρρήτου καὶ ἀνεξεικονίστου καὶ ἀνεννοήτου καὶ ἀμόρφου μεταμορφουμένη κτίσις ἀναδείκνυται· καὶ τοῦτο ἐστὶ τὸ εἰρημένον, φησίν, ἐν τῇ γραφῇ· ἑπτάκις πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. Αὗται γὰρ αἱ πτώσεις, φησίν, αἱ τῶν ἄστρων μεταβολαὶ
ὑπὸ τοῦ πάντα κινοῦντος κινούμεναι. Λέγουσιν οὖν περὶ τῆς τοῦ σπέρματος οὐσίας, ἥτις ἐστὶ πάντων τῶν γινομένων αἰτία, ὅτι τούτων ἐστὶν οὐδέν, γεννᾷ δὲ καὶ ποιεῖ πάντα τὰ γινόμενα, λέγοντες οὕτως· γίνομαι ὃ θέλω καὶ εἰμὶ ὃ εἰμί, διὰ τοῦτο φημὶ ἀκίνητον εἶναι τὸ πάντα κινοῦν. Μένει γὰρ ὅ
ἐστι ποιοῦν τὰ πάντα καὶ οὐδὲν τῶν γινομένων γίνεται. Τοῦτον εἶναι φησὶν ἀγαθὸν μόνον, καὶ περὶ τούτου λελέχθαι τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· Τί με λέγεις ἀγαθόν; εἷς ἐστὶν ἀγαθός, ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς,
v.1.p.144
ὃς ἀνατέλλει τὸν ἤλιον αὑτοῦ ἐπὶ δικαίους καὶ
ἀδίκους καὶ βρέχει ἐπὶ ὁσίους καὶ ἁμαρτωλούς. Τίνες δέ εἰσιν οἱ ὅσιοι οἷς βρέχει καὶ οἱ ἁμαρτωλοὶ οἷς ὁ αὐτὸς βρέχει, καὶ τοῦτο μετὰ τῶν ἄλλων ὕστερον ἐροῦμεν. Καὶ τοῦτ᾿ εἶναι τὸ μέγα καὶ κρύφιον τῶν ὅλων καὶ ἄγνωστον μυστήριον παρὰ τοῖς Αἰγυπτίοις κεκαλυμμένον καὶ ἀνακεκαλυμμένον. Ὄσιρις
γάρ, φησίν, ἐστὶν ἐν ναῷ πρὸ τῆς Ἴσιδος, οὗ ἕστηκε γυμνὸν τὸ κεκρυμμένον, κάτωθεν ἄνω βλέπον καὶ πάντας αὐτοῦ τοὺς καρποὺς τῶν γινομένων στεφανούμενον· ἑστάναι δὲ οὐ μόνον ἐν τοῖς ἁγιωτάτοις, πρῶτον ἀγαλμάτων, ναοῖς λέγουσι τὸ τοιοῦτον, ἀλλὰ γὰρ καὶ εἰς τὴν ἁπάντων ἐπίγνωσιν, οἱονεὶ φῶς
[οὐχ] ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν ἐπικείμενον, κήρυγμα κηρυσσόμενον ἐπὶ τῶν δωμάτων, ἐν πάσαις ὁδοῖς καὶ πάσαις ἀγυιαῖς καὶ παρ᾿ αὐταῖς ταῖς οἰκίαις ὅρον τινὰ καὶ τέρμα τῆς οἰκίας προτεταγμένον, καὶ τοῦτο εἷναι τὸ ἀγαθὸν ὑπὸ πάντων λεγόμενον· ἀγαθηφόρον γὰρ αὐτὸ καλοῦσιν, ὃ λέγουσιν
οὐκ εἰδότες, καὶ τοῦτο Ἕλληνες μυστικὸν ἀπὸ Αἰγυπτίων παραλαβόντες φυλάσσουσι μέχρι σήμερον. Τοὺς γοῦν Ἑρμᾶς, φησί, παρ᾿ αὐτοῖς τοιούτῳ τετιμημένους σχήματι θεωροῦμεν. Κυλλήνιον δὲ διαφερόντως τιμῶντες Λόγιον φασίν. Ὁ γὰρ Ἑρμῆς ἐστι λόγος, ὃς ἑρμηνεὺς ὢν καὶ δημιουργὸς τῶν γεγονότων ὁμοῦ
καὶ γινομένων καὶ ἐσομένων παρ᾿ αὐτοῖς τιμώμενος ἕστηκε τοιούτῳ τινὶ κεχαρακτηρισμένος σχήματι, ὅπερ ἐστὶν αἰδοῖον ἀνθρώπου ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω ὁρμὴν ἔχον. Καὶ ὅτι οὗτος, τουτέστιν ὁ τοιοῦτος Ἑρμῆς, ψυχαγωγός, φησίν, ἐστὶ καὶ ψυχοπομπὸς καὶ ψυχῶν αἴτιος, οὐδὲ τοὺς ποιητὰς τῶν ἐθνῶν
λανθάνει λέγοντας οὕτως· Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων, οὐ τῶν Πηνελόπης, φησίν, ὦ κακοδαίμονες, μνηστήρων, ἀλλὰ τῶν ἐξυπνισμένων καὶ ἀνεμνησμένων,
ἐξ οἵης τιμῆς [τε] καὶ [ὅσσου] μήκεος ὄλβου, v.1.p.146
τουτέστιν ἀπὸ τοῦ μακαρίου ἄνωθεν ἀνθρώπου ἢ ἀρχανθρώπου ἢ Ἀδάμαντος, ὡς ἐκείνοις δοκεῖ, κατηνέχθησαν ὧδε εἰς πλάσμα τὸ πήλινον, ἵνα δουλεύσωσι τῷ ταύτης τῆς κτίσεως δημιουργῷ Ἰαλδαβαώθ, θεῷ πυρίνῳ, ἀριθμὸν τετάρτῳ· οὕτως
γὰρ τὸν δημιουργὸν καὶ πατέρα τοῦ ἰδικοῦ κόσμου καλοῦσιν· Ἔχε δὲ ῥάβδον μετὰ χερσὶ καλήν, χρυσείην, τῇ τ᾿ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δ᾿ αὖτε καὶ ὑπνώοντας ἐγείρει. Οὗτος, φησίν, ἐστὶν ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου μόνος ἔχων
ἐξουσίαν. Περὶ τούτου, φησί, γέγραπται· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Ὁ δὲ ποιητής, φησί, κοσμῆσαι βουλόμενος τὸ ἀπερινόητον τῆς μακαρίας φύσεως τοῦ λόγου, οὐ σιδηρᾶν, ἀλλὰ χρυσῆν περιέθηκε τὴν ῥάβδον αὐτῷ. Θέλγει δὲ τὰ ὄμματα τῶν νεκρῶν, φησί, τοὺς δ᾿ αὖτε καί ὑπνώοντας
ἐγείρει, τοὺς ἐξυπνισμένους καὶ γεγονότας μνηστῆρας. Περὶ τούτων, φησίν, ἡ γραφὴ λέγει· Ἔγειραι ὁ καθεύδων καὶ ἐξεγέρθητι, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Οὗτός ἐστιν ὁ Χριστός, ὁ ἐν πᾶσι, φησί, τοῖς γενητοῖς υἱὸς ἀνθρώπου κεχαρακτηρισμένος ἀπὸ τοῦ ἀχαρακτηρίστου λόγου. Τοῦτο, φησίν,
ἐστὶ τὸ μέγα καὶ ἄρρητον Ἐλευσινίων μυστήριον ὕε κύε· καὶ ὅτι, φησίν, αὐτῷ πάντα ὑποτέτακται, καὶ τοῦτ᾿ ἐστὶ τὸ εἰρημένον· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· ὡς τὸ τὴν ῥάβδον ἄγει κινήσας ο Ἑρμῆς, αἱ δὲ τρίζουσαι ἕπονται αἱ ψυχαὶ συνεχῶς οὕτως, ὡς διὰ τῆς
εἰκόνος ὁ ποιητὴς ἐπιδέδειχε λέγων· ὡς δ᾿ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τ᾿ ἀλλήλῃσιν ἔχονται. Πέτρης, φησί, τοῦ Ἀδάμαντος λέγει. Οὗτος, φησίν, ἐστὶν ὁ
Ἀδάμας ὁ λίθος ὁ ἀκρογωνιαῖος εἰς κεφαλὴν γεγενημένος γωνίας, (ἐν κεφαλῇ γὰρ εἶναι τὸν χαρακτηριστικὸν ἐγκέφαλον τὴν οὐσίαν, ἐξ οὗ πᾶσα πατριὰ χαρακτηρίζεται) ὅν, φησίν, ἐντάσσω ἀδάμαντα εἰς τὰ θεμέλια Σιών· ἀλληγορῶν, φησί, τὸ πλάσμα τοῦ ἀνθρώπου λέγει. Ὁ δὲ ἐντασσόμενος
v.1.p.148
ἀδάμας ἐστὶν . . . ὀδόντες, ὡς Ὅμηρος λέγει ἕρκος ὀδόντων, τουτέστι τεῖχος καὶ χαράκωμα, ἐν ᾧ ἐστὶν ὁ ἔσω ἄνθρωπος, ἐκεῖσε ἀποπεπτωκὼς ἀπὸ τοῦ ἀρχανθρώπου ἄνωθεν Ἀδάμαντος, ὁ τμηθεὶς ἄνευ χειρῶν τεμνουσῶν καὶ κατενηνεγμένος εἰς τὸ πλάσμα τὴς λήθης, τὸ χοϊκόν, τὸ ὀστράκινον·
καὶ φησὶν ὅτι τετριγυῖαι αὐτῷ ἠκολούθουν αἱ ψυχαί, τῷ λόγῳ, ὡς αὗται τετριγυῖαι ἅμ᾿ ἦσαν, ἦρχε δ᾿ ἄρα σφιν, (τουτέστιν ἡγεῖτο,)
Ἑρμείας ἀκάκητα κατ᾿ εὐρώεντα κέλευθα, τουτέστι, φησίν, εἰς τὰ πάσης κακίας ἀπηλλαγμένα αἰώνια χωρία. Ποῦ γὰρ, φησίν, ἦλθον; Πὰρ δ᾿ ἴσαν ὠκεανοῦ τε ῥοὰς καὶ λευκάδα πέτρην, ἠδὲ παρ᾿ ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων.
Οὗτος, φησίν ἐστὶν ὠκεανὸς γένεσίς τε θεῶν, γένεσίς τ᾿ ἀνθρώπων, ἐκ παλιρροίας στρεφόμενος αἰεί, ποτὲ ἄνω ποτὲ κάτω. Ἀλλ᾿ ὅταν, φησί, κάτω ῥέῃ ὁ ὠκεανός, γένεσις ἐστὶν ἀνθρώπων, ὅταν δὲ ἄνω ἐπὶ τὸ τεῖχος καὶ τὸ χαράκωμα καὶ τὴν Λευκάδα πέτρην, γένεσίς ἐστι θεῶν. Τοῦτό ἐστι, φησί, τὸ
γεγραμμένον· ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ἐὰν ἀπὸ τῆς Αἰγύπτου φυγεῖν σπεύδητε καὶ γένησθε πέραν τῆς Ἐρυθρᾶς θαλάσσης εἰς τὴν ἔρημον, τουτέστιν ἀπὸ τῆς κάτω μίξεως ἐπὶ τὴν ἄνω Ἱερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ζώντων, ἐὰν δὲ πάλιν ἐπιστραφῆτε
ἐπὶ τὴν Αἴγυπτον, τουτέστιν ἐπὶ τὴν κάτω μῖξιν, ὡς ἄνθρωποι ἀποθνήσκετε· θνητὴ γάρ, φησί, πᾶσα ἡ κάτω γένεσις, ἀθάνατος δὲ ἡ ἄνω γεννωμένη· γεννᾶται γὰρ ἐξ ὕδατος μόνου καὶ πνεύματος, πνευματικός, οὐ σαρκικός· ὁ δὲ κάτω σαρκικός· τουτέστι, φησί, τὸ γεγραμμένον· Τὸ γεγεννημένον
ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα ἐστίν. Αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς πνευματικὴ γένεσις. Οὗτος, φησίν, ἐστὶν ὁ μέγας Ἰορδάνης, ὅν κάτω ῥέοντα καὶ κωλύοντα ἐξελθεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου (ἤγουν ἐκ τῆς κάτω μίξεως· Αἴγυπτος γάρ ἐστι
τὸ σῶμα κατ᾿ αὐτοὺς) ἀνέστειλεν Ἰησοῦς καὶ ἐποίησεν ἄνω ῥέειν.v.1.p.150
Τούτοις καὶ τοῖς τοιούτοις ἑπόμενοι οἱ θαυμασιώτατοι γνωστικοί, ἐφευρεταὶ καινῆς τέχνης γραμματικῆς, τὸν ἑαυτῶν προφήτην Ὅμηρον ταῦτα προφαίνοντα ἀρρήτως δοξάζουσι καὶ τοὺς ἀμυήτους τὰς ἁγίας γραφὰς εἰς τοιαύτας ἐννοίας συνάγοντες
ἐνυβρίζουσι. Λέγουσι δέ· ὁ λέγων τὰ πάντα ἐξ ἑνὸς συνεστάναι, πλανᾶται· ὁ λέγων ἐκ τριῶν, ἀληθεύει καὶ περὶ τῶν ὅλων τὴν ἀπόδειξιν δώσει. Μία γάρ ἐστι, φησίν, ἡ μακαρία φύσις τοῦ μακαρίου ἀνθρώπου τοῦ ἄνω, τοῦ Ἀδάμαντος· μία δὲ ἡ θνητὴ κάτω· μία δὲ ἡ ἀβασίλευτος γενεὰ ἡ ἄνω γενομένη,
ὅπου, φησίν, ἐστὶ Μαριὰμ ἡ ζητουμένη καὶ Ἰοθὼρ ὁ μέγας σοφὸς καὶ Σεπφώρα ἡ βλέπουσα καὶ Μωσῆς, οὖ γένεσις οὐκ ἔστιν ἐν Αἰγύπτῳ· γεγόνασι γὰρ αὐτῷ παῖδες ἐν Μαδιάμ, καὶ τοῦτο, φησίν, οὐδὲ τοὺς ποιητὰς λέληθε· τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ᾿ ἔμμορε τιμῆς.
Δεῖ γὰρ, φησί, λαλεῖσθαι τὰ μεγέθη, λαλεῖσθαι δὲ οὕτως ὑπὸ πάντων πανταχῆ, ἵνα ἀκούοντες μὴ ἀκούωσι καὶ βλέποντες μὴ βλέπωσιν. Εἰ μὴ γὰρ ἐλαλεῖτο, φησί, τὰ μεγέθη, ὁ κόσμος συνεστάναι οὐκ ἠδύνατο. Οὗτοί εἰσιν οἱ τρεῖς ὑπέρογκοι λόγοι· καυλακαῦ, σαυλασαῦ, ζεησάρ. Καυλακαῦ
τοῦ ἄνω, τοῦ Ἀδάμαντος, σαυλασαῦ τοῦ κάτω θνητοῦ, ζεησὰρ τοῦ ἐπὶ τὰ. ἄνω ῥεύσαντος Ἰορδάνου. Οὗτος ἐστί, φησίν, ὁ ἐν πᾶσιν ἀρσενόθηλυς ἄνθρωπος, ὃν οἱ ἀγνοοῦντες Γηρυόνην καλοῦσι τρισώματον, ὡς ἐκ γῆς ῥέοντα Γηρυόνην, κοινῇ δὲ Ἕλληνες ἐπουράνιον μηνὸς κέρας, ὅτι καταμέμιχε καὶ
κεκέρακε πάντα πᾶσι. Πάντα γάρ, φησί, δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ὃ δὲ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν. Αὕτη, φησίν, ἐστὶν ἡ ζωὴ ἡ ἄρρητος γενεὰ τῶν τελείων ἀνθρώπων, ἣ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνώσθη. Τὸ δὲ οὐδέν, ὃ χωρὶς αὐτοῦ γέγονεν, ὁ κόσμος
ἰδικός ἐστιν· γέγονεν γὰρ χωρὶς αὐτοῦ ὑπὸ τρίτου καὶ τετάρτου. Τοῦτο, φησίν, ἐστὶ τὸ ποτήριον τὸ κόνδυ, ἐν ᾧ βασιλεὺς
v.1.p.152
πίνων οἰωνίζεται. Τοῦτο, φησί, κεκρυμμένον εὑρέθη ἐν τοῖς καλοῖς τοῦ Βενιαμὶν σπέρμασι. Λέγουσι δὲ αὐτὸ καὶ Ἕλληνες, φησίν, οὕτως μαινομένῳ στόματι·
Φέρ᾿ ὕδωρ, φέρ᾿ οἶνον, ὦ παῖ· μέθυσόν με καὶ κάρωσον. Τὸ ποτήριον λέγει μου, ποδαπόν με δεῖ γενέσθαι. Τοῦτο, φησίν, ἤρκει μόνον νοηθὲν ἀνθρώποις τὸ τοῦ Ἀνακρέοντος
ποτήριον ἀλάλως λαλοῦν μυστήριον ἄρρητον. Ἄλαλον γάρ, φησί, τὸ Ἀνακρέοντος ποτήριον, ὅπερ αὐτῷ φησίν Ἀνακρέων λαλεῖν ἀλάλῳ φθέγματι, ποδαπὸν αὐτὸν δεῖ γενέσθαι, τουτέστι πνευματικόν, οὐ σαρκικόν, ἐὰν ἀκούσῃ τὸ κεκρυμμένον μυστήριον ἐν σιωπῇ· καὶ τοῦτο ἐστὶ τὸ ὕδωρ τὸ ἐν τοῖς καλοῖς
ἐκείνοις γάμοις, ὃ στρέψας ὁ Ἰησοῦς ἐποίησεν οἶνον. Αὕτη, φησίν, ἐστὶν ἡ μεγάλη καὶ ἀληθινὴ ἀρχὴ τῶν σημείων, ἣν ἐποίησεν ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν βασιλείαν τῶν οὐρανῶν. Αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν κατακειμένη ὡς θησαυρός, ὡς ζύμη εἰς
ἀλεύρου τρία σάτα κεκρυμμένη. Τουτέστι, φησί, τὸ μέγα καὶ ἄρρητον Σαμοθρᾴκων μυστήριον, ὃ μόνοις ἔξεστιν εἰδέναι τοῖς τελείοις, φησίν, ἡμῖν. Διαρρήδην γὰρ οἱ Σαμόθρᾳκες τὸν Λδὰμ ἐκεῖνον παραδιδόασιν ἐν τοῖς μυστηρίοις τοῖς ἐπιτελουμένοις παρ᾿ αὐτοῖς ἀρχάνθρωπον. Ἔστηκε δέ ἀγάλματα δύο
ἐν τῷ Σαμοθρᾴκων ἀνακτόρῳ ἀνθρώπων γυμνῶν, ἄνω τεταμένας ἐχόντων τὰς χεῖρας ἀμφοτέρας εἰς οὐρανὸν καὶ τὰς αἰσχύνας ἄνω ἐστραμμένας, καθάπερ ἐν Κυλλήνῃ τὸ τοῦ Ἑρμοῦ. Εἰκόνες δέ εἰσι τὰ προειρημένα ἀγάλματα τοῦ ἀρχανθρώπου καὶ τοῦ ἀναγεννωμένου πνευματικοῦ, κατὰ πάνθ᾿ ὁμοουσίου
ἐκείνῳ τῷ ἀνθρώπῳ. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος· Ἐὰν μὴ πίνητέ μου τὸ αἷμα καὶ φάγητέ μου τὴν σάρκα, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν
v.1.p.154
τῶν οὐρανῶν, ἀλλὰ κἂν πίητε, φησί, τὸ ποτήριον ὃ ἐγὼ πίνω, ὅπου ἐγὼ ὑπάγω, ἐκεῖ ὑμεῖς εἰσελθεῖν
οὐ δύνασθε. Ἤιδει γὰρ, φησίν, ἐξ ὁποίας φύσεως ἕκαστος τῶν μαθητῶν αὐτοῦ ἐστὶ καὶ ὅτι ἕκαστον αὐτῶν εἰς τὴν ἰδίαν φύσιν ἐλθεῖν ἀνάγκη. Ἀπὸ γὰρ τῶν δώδεκα, φησί, φυλῶν μαθητὰς ἐξελέξατο δώδεκα καὶ δι᾿ αὐτῶν ἐλάλησε πάσῃ φυλῇ· διὰ τοῦτο, φησί, τὰ τῶν δώδεκα μαθητῶν κηρύγματα οὔτε πάντες
ἀκηκόασιν οὔτε, ἐὰν ἀκούσωσι, παραδέξασθαι δύνανται. Ἔστι γὰρ αὐτοῖς παρὰ φύσιν τὰ μὴ κατὰ φύσιν.
Τοῦτον, φησί, Θρᾷκες οἱ περὶ τὸν Αἷμον οἰκοῦντες Κορύβαντα καλοῦσι καὶ Θρᾳξὶν οἱ Φρύγες παραπλησίως, ὅτι
ἀπὸ τῆς κορυφῆς ἄνωθεν καὶ ἀπὸ τοῦ ἀχαρακτηρίστου ἐγκεφάλου τὴν ἀρχὴν τῆς καταβάσεως λαμβάνων καὶ πάσας τὰς τῶν ὑποκειμένων διερχόμενος ἀρχὰς πῶς καὶ τίνα τρόπον κατέρχεται οὐ νοοῦμεν. Τοῦτ᾿ ἐστί, φησί, τὸ εἰρημένον· φωνὴν μὲν αὐτοῦ ἠκούσαμεν, εἶδος δὲ αὐτοῦ οὐχ ἑωράκαμεν.
Ἀποτεταμένου γάρ, φησίν, αὐτοῦ καὶ κεχαρακτηρισμένου ἀκούεται φωνή, τὸ δὲ εἶδος τὸ κατελθὸν ἄνωθεν ἀπὸ τοῦ ἀχαρακτηρίστου ὁποῖον ἐστὶν εἶδεν οὐδείς. Ἔστι δὲ ἐν τῷ πλάσματι τῷ χοϊκῷ, γινώσκει δὲ αὐτὸ οὐδείς. Οὗτος, φησίν, ἐστὶν ὁ τὸν κατακλυσμὸν οἰκῶν θεὸς κατὰ τὸ ψαλτήριον καὶ φθεγγόμενος
[καὶ] κεκραγὼς ἀπὸ ὑδάτων πολλῶν. Ὕδατα, φησίν, ἐστὶ πολλὰ ἡ πολυσχιδὴς τῶν θνητῶν γένεσις ἀνθρώπων, ἀφ᾿ ἧς βοᾷ καὶ κέκραγε πρὸς τὸν ἀχαρακτήριστον ἄνθρωπον, ῥῦσαι λέγων ἀπὸ λεόντων τὴν μονογενῆ μου. Πρὸς τοῦτον, φησίν, ἐστὶν εἰρημένον· Παῖς μου εἶ σὺ Ἰσραήλ,
μὴ φοβοῦ, ἐὰν διὰ ποταμῶν διέλθῃς, οὐ μή σε συγκλύσωσιν, ἐὰν διὰ πυρὸς διέλθῃς, οὐ μή σε συγκαύσει. Ποταμούς, φησί, λέγει τὴν ὑγρὰν τῆς γενέσεως οὐσίαν, πῦρ δὲ τὴν ἐπὶ τὴν γένεσιν ὁρμὴν καὶ ἐπιθυμίαν· Σὺ ἐμὸς εἶ, μὴ φοβοῦ. Καὶ πάλιν, φησίν, εἰ ἐπιλήσεται
v.1.p.156
μήτηρ τῶν τέκνων αὐτῆς μὴ ἐλεῆσαι μηδὲ ἐπιδοῦναι μαστόν, κἀγὼ ἐπιλήσομαι ὑμῶν, ὁ Ἀδάμας, φησί, λέγει πρὸς τοὺς ἰδίους ἀνθρώπους· ἀλλὰ εἰ καὶ ἐπιλήσεται ταῦτα γυνή, ἀλλ᾿ ἐγὼ οὐκ ἐπιλήσομαι ὑμῶν. Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκα ὑμᾶς. Περὶ δὲ τῆς ἀνόδου
αὐτοῦ, τουτέστι τῆς ἀναγεννήσεως, ἵνα γένηται πνευματικός, οὐ σαρκικός, λέγει, φησίν, ἡ γραφή· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης, τουτέστι, θαῦμα θαυμάτων. Τίς γάρ, φησίν, ἐστὶν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Σκώληξ
καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ, αὐτός ἐστιν ὁ βασιλεὺς τὴς δόξης, ὁ ἐν πολέμῳ δυνατός. Πόλεμον δὲ λέγει τὸν ἐν σώματι, ὅτι ἐκ μαχίμων στοιχείων πέπλασται τὸ πλάσμα, καθὼς γέγραπται, φησί, Μνήσθητι πόλεμον τὸν γινόμενον ἐν σώματι. Ταύτην,
φησί, τὴν εἴσοδον καὶ ταύτην τὴν πύλην εἶδεν εἰς Μεσοποταμίαν πορευόμενος ὁ Ἰακώβ, ὅπερ ἐστὶν ἀπὸ τοῦ παιδὸς ἔφηβος ἤδη γινόμενος καὶ ἀνήρ, τουτέστιν ἐγνωρίσθη τῷ εἰς Μεσοποταμίαν πορευομένῳ· (Μεσοποταμία δέ, φησίν, ἐστὶν ἡ τοῦ μεγάλου ὠκεανοῦ ῥοή, ἀπὸ τῶν μέσων ῥέουσα τοῦ τελείου
ἀνθρώπου,) καὶ ἐθαύμασε τὴν οὐράνιον πύλην εἰπών· ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Διὰ τοῦτο, φησί, λέγει ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ πύλη ἡ ἀληθινή. Ἔστι δὲ ὁ ταῦτα λέγων ὁ ἀπὸ τοῦ ἀχαρακτηρίστου, φησίν, ἄνωθεν
κεχαρακτηρισμένος τέλειος ἄνθρωπος. Οὐ δύναται οὖν, φησί, σωθῆναι ὁ τέλειος ἄνθρωπος, ἐὰν μὴ ἀναγεννηθῇ διὰ ταύτης εἰσελθὼν τῆς πύλης. Τὸν αὐτὸν δὲ τοῦτον, φησί, Φρύγες καὶ Πάπαν καλοῦσιν, ὅτι πάντα ἔπαυσεν ἀτάκτως καὶ πλημμελῶς πρὸ τῆς ἑαυτοῦ φανερώσεως κεκινημένα. Τὸ γὰρ ὄνομα, φησί,
τοῦ πάπα πάντων ὁμοῦ ἐστὶ τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων λεγόντων· παῦε παῦε τὴν ἀσυμφωνίαν τοῦ κόσμου καὶ ποίησον εἰρήνην τοῖς μακράν, τουτέστι τοῖς ὑλικοῖς καὶ χοϊκοῖς, καὶ εἰρήνην τοῖς ἐγγύς, τουτέστι τοῖς πνευματικοῖς
v.1.p.158
καὶ νοεροῖς τελείοις ἀνθρώποις. Λέγουσι δὲ οἱ Φρύγες
τοῦτον αὐτὸν καὶ νέκυν, οἱονεὶ ἐν μνήματι καὶ τάφῳ ἐγκατορωρυγμένον ἐν τῷ σώματι. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· Τάφοι ἐστὲ κεκονιαμένοι, γέμοντες, φησίν, ἔσωθεν ὀστέων νεκρῶν, ὅτι οὐκ ἔστιν ἐν ὑμῖν ἄνθρωπος ὁ ζῶν· καὶ πάλιν, φησίν, ἐξαλοῦνται ἐκ τῶν μνημείων οἱ νεκροί,
τουτέστιν ἐκ τῶν σωμάτων τῶν χοϊκῶν ἀναγεννηθέντες πνευματικοί, οὐ σαρκικοί. Αὕτη, φησίν, ἐστὶν ἡ ἀνάστασις ἡ διὰ τῆς πύλης γινομένη τῶν οὐρανῶν, δι᾿ ἧς οἱ μὴ εἰσελθόντες, φησί, πάντες μένουσι νεκροί. Οἱ δὲ αὐτοί, φησί, Φρύγες τὸν αὐτὸν τοῦτον πάλιν ἐκ μεταβολῆς λέγουσι θεόν. Γίνεται γάρ, φησί,
θεός, ὅταν ἐκ νεκρῶν ἀναστὰς διὰ τῆς τοιαύτης πύλης εἰσελεύσεται εἰς τὸν οὐρανόν. Ταύτην, φησί, τὴν πύλην Παῦλος οἶδεν ὁ ἀπόστολος, παρανοίξας ἐν μυστηρίῳ καὶ εἰπών· ἡρπάσθαι ὑπὸ ἀγγέλου, καὶ γεγονέναι ἕως δευτέρου καὶ τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον αὐτόν, καὶ ἑωρακέναι
ἃ ἑώρακε, καὶ ἀκηκοέναι ῥήματα ἄρρητα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν. Ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, ἃ [καὶ λαλοῦμεν] οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες, ψυχικὸς
δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστί, καὶ ταῦτά φησιν ἐστὶ τὰ τοῦ πνεύματος ἄρρητα μυστήρια, ἃ ἡμεῖς ἴσμεν μόνοι. Περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μή τινα ἑλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος. Πάνυ
γάρ, φησί, δύσκολον ἐστὶ παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. Καὶ πάλιν, φησίν, εἴρηκεν ὁ σωτήρ· οὐ πᾶς ὁ λέγων μοι κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ὃ δεῖ ποιήσαντας,
οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν. Καὶ πάλιν, φησίν, εἴρηκεν· οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
v.1.p.160
Τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες, ἡμεῖς δέ, φησίν, ἐσμὲν οἰ τελῶναι, εἰς οὓς τὰ τέλη τῶν αἰώνων
κατήντηκε. Τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾿ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι. Καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ
κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη· καὶ ἐξανέτειλε, φησί, καὶ διὰ τὸ μὴ ἔχειν βάθος ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε, φησίν, ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν, ὁ μὲν ἑκατόν, ὁ δὲ
ἑξήκοντα, ὁ δὲ τριάκοντα. Ὁ ἔχων, φησίν, ὦτα ἀκούειν ἀκουέτω. Τουτέστι, φησίν, οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι οἱ γνωστικοὶ τέλειοι. Αὕτη, φησίν, ἐστὶν ἡ γῆ ἡ καλὴ καὶ ἀγαθή, ἣν λέγει Μωϋσῆς· Εἰσάξω ὑμᾶς εἰς γῆν καλὴν καὶ ἀγαθήν, εἰς γῆν ῥέουσαν
γάλα καὶ μέλι. Τοῦτο, φησίν, ἐστὶ τὸ μέλι καὶ τὸ γάλα, οὗ γευσαμένους τοὺς τελείους ἀβασιλεύτους γενέσθαι καὶ μετασχεῖν τοῦ πληρώματος. Τοῦτο, φησίν, ἐστὶ τὸ πλήρωμα, δι᾿ οὗ πάντα γινόμενα γεννητὰ ἀπὸ τοῦ ἀγεννήτου γέγονέ τε καὶ πεπλήρωται. Ὁ δὲ αὐτὸς οὗτος ὑπὸ τῶν Φρυγῶν καὶ ἄκαρπος
καλεῖται. Ἔστι γὰρ ἄκαρπος, ὅταν ᾖ σαρκικὸς καὶ τὴν ἐπιθυμίαν τῆς σαρκὸς ἐργάζηται. Τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Καρποὶ γὰρ οὗτοι, φησίν, εἰσὶ μόνον οἱ λογικοί, οἱ ζῶντες ἄνθρωποι, οἱ διὰ τῆς πύλης
εἰσερχόμενοι τῆς τρίτης. Λέγουσι γοῦν· εἰ νεκρὰ ἐφάγετε καὶ ζῶντα ἐποιήσατε, τί, ἄν ζῶντα φάγητε, ποιήσετε; Ζῶντα δὲ λέγουσι καὶ λόγους καὶ νόας καὶ ἀνθρώπους, τοὺς μαργαρίτας ἐκείνου τοῦ ἀχαρακτηρίστου ἐρριμμένους εἰς τὸ πλάσμα κάτω. Τουτέστιν ὃ λέγει, φησί· μὴ βάλητε
τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας τοῖς χοίροις, χοίρων καὶ κυνῶν ἔργον λέγοντες εἶναι τὴν γυναικὸς πρὸς ἄνδρα ὁμιλίαν. Τὸν αὐτὸν δὲ τοῦτον, φησίν, οἱ Φρύγες καλοῦσιν
v.1.p.162
αἰπόλον, οὐχ ὅτι, φησίν, ἔβοσκεν αἶγας καὶ τράγους, ὡς οἱ ψυχικοὶ ὀνομάζουσιν, ἀλλ᾿ ὅτι, φησίν, ἐστὶν αἰπόλος,
τουτέστιν ὁ ἀεὶ πολῶν καὶ στρέφων καὶ περιελαύνων τὸν κόσμον ὅλον στροφῇ. Πολεῖν γάρ ἐστι τὸ στρέφειν καὶ μεταβάλλειν τὰ πράγματα· ἔνθεν, φησί, καὶ τὰ δύο κέντρα τοῦ οὐρανοῦ ἅπαντες προσαγορεύουσι πόλους. Καὶ ὁ ποιητὴς δέ φησι· πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής,
ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, οὐ πιπράσκεται, φησίν, ἀλλὰ στρέφεται αὐτοῦ οἱονεὶ καὶ περιέρχεται. Ἔτι καὶ πόλεις, ἐν αἷς οἰκοῦμεν, ὅτι στρεφόμεθα καὶ περιπολοῦμεν ἐν αὐταῖς, καὶ καλοῦνται πόλεις. Οὕτως, φησίν, οἱ Φρύγες αἰπόλον τοῦτον καλοῦσι τὸν πάντοτε πάντα
πανταχῆ στρέφοντα καὶ μεταβάλλοντα πρὸς τὰ οἰκεῖα. Καλοῦσι δὲ αὐτόν, φησί, καὶ πολύκαρπον οἱ Φρύγες, ὅτι πλείονα, φησί, τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα, τουτέστι τὰ ἀναγεννώμενα ἀθάνατα καὶ ἀεὶ διαμένοντα ἐστὶ πολλά, κἂν ὀλίγα ᾖ τὰ γεννώμενα· τὰ
δὲ σαρκικὰ, φησίν, φθαρτὰ πάντα, κἂν ᾖ πολλὰ πάνυ γεννώμενα. Διὰ τοῦτο, φησίν, ἔκλαιε Ῥαχὴλ τὰ τέκνα καὶ οὐκ ἤθελε, φησί, παρακαλεῖσθαι κλαίουσα ἐπ᾿ αὐτοῖς· ᾔδει γάρ, φησίν, ὅτι οὐκ εἰσί. Θρηνεῖ δὲ καὶ Ἱερεμίας τὴν κάτω Ἱερουσαλήμ, οὐ τὴν ἐν Φοινίκῃ πόλιν, ἀλλὰ τὴν κάτω
γένεσιν τὴν φθαρτήν· ἔγνω γάρ, φησί, καὶ Ἱερεμίας τὸν τέλειον ἄνθρωπον, τὸν ἀναγεννώμενον ἐξ ὕδατος καὶ πνεύματος, οὐ σαρκικόν. Αὐτὸς γοῦν ὁ Ἱερεμίας ἔλεγεν· Ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν; Οὕτως, φησίν, ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. Ἀρχὴ γάρ,
φησίν, τελειώσεως γνῶσις ἀνθρώπου· θεοῦ δὲ γνῶσις ἀπηρτισμένη τελείωσις. Λέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοερὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια, καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν
σιωπῇ, τεθερισμένον στάχυν. Ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρὰ Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας,
v.1.p.164
καθάπερ αὐτὸς ὁ ἱεροφάντης, οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν παρῃτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν Ἐλευσῖνι ὑπὸ πολλῷ
πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν, τουτέστιν ἰσχυρὰ ἰσχυρόν. Πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. Ἔστι γὰρ λεγόμενον τὸ μυστήριον Ἐλευσὶν καὶ
ἀνακτόρειον· Ἐλευσίν, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ ἄνωθεν ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω· ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν, τὸ δὲ ἀνακτόρειον τὸ ἀνελθεῖν ἄνω. Τοῦτο, φησίν, ἐστίν, ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ μυστήρια. Θέσμιον δέ ἐστι τὰ μικρὰ μεμυημένους αὖθις τὰ
μεγάλα μυεῖσθαι. Μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι. Μικρὰ δέ, φησίν, ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης πλατείας καὶ εὐρυχώρου καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, . . . καὶ ὁ ποιητὴς δέ φησιν·
Αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκριόεσσα, κοίλη, πηλώδης· ἣ δ᾿ ἡγήσασθαι ἀρίστη ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης. Ταῦτ᾿ ἐστὶ, φησὶ, τὰ μικρὰ μυστήρια τὰ τῆς σαρκικῆς γενέσεως, ἃ μυηθέντες οἱ ἄνθρωποι μικρὰ παύσασθαι ὀφείλουσι καὶ μυεῖσθαι
τὰ μεγάλα τὰ ἐπουράνια. Οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες μόρους μείζονας μοίρας λαμβάνουσιν. Αὕτη γάρ, φησίν, ἐστὶν ἡ πύλη τοῦ οὐρανοῦ καὶ οὗτος ὁ οἶκος θεοῦ, ὅπου ὁ ἀγαθὸς θεὸς κατοικεῖ μόνος, εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς
μόνοις, ὅπου δεῖ γενομένους βαλεῖν τὰ ἐνδύματα καὶ v.1.p.166
πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος. Αὕτη γάρ ἐστιν ἡ παρθένος ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον αἰῶνα αἰώνων. Περὶ τούτων, φησί, διαρρήδην
εἴρηκεν ὁ σωτὴρ ὅτι στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾿ αὐτῆς.