Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Οἱ δὲ ἐν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ, μετώπῳ πλατεῖ, τετραγώνῳ, ὀφθαλμοῖς

  • καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί,
  • αἱματώδεις, βλεφάροις μακροῖς, παχέσιν, ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι· τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν· οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς,
  • εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταί, ἀπὸ ἐτῶν
  • (??), ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἑαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς εἰς φιλίαν, ὠφέλιμοι διὰ τὸν νοῦν,
  • κακοπαθεῖς.
  • Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέλεσιν ἴσοις, ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκροτοῦσι πάντα, ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ

  • ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς,
  • μουσικοί, ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως· δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς, ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, ἀκαίριμοι, οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν
  • φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.
  • v.1.p.84

    Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ κυανέῃ, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ, κεφαλῇ στρογγύλῃ, μετὠπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις· οἱ αὐτοὶ φύσεως· κακοί, δόλισι, βουλαῖς ἀπηρτισμένοι,

  • ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς,
  • ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.

    Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι,

  • πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω
  • μέλεσι λεπτοῖς· οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἑαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, ἄναλοι, κακόσχολοι, συνήθεις,
  • εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς,
  • πίστει ἀναληθεῖς, αἰτηταί, τολμηροί, σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

    Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀφρύσι συντεθειμέναις, ἱλαροῖς,

  • κολυμβῶσιν. Εἰσὶ δὲ λεπτοὶ σώματι, ὑπὸ δὲ τοῦ ὄψει καλοῦ,
  • τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προάλει. Οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδυλαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες, καὶ μαθηταὶ εὐφυεῖς,
  • ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδεράσται, συνήθεις,
  • ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ,

  • ὑπομήκει· μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς, συντεθειμέναις,
  • ὀφθαλμοῖς· καλοῖς, κόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ. Οἱ αὐτοὶ φύσεως· νοοῦντες, θεοὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, κοπιαταί,
    v.1.p.86
    πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι
  • νοήσει, ἀληθεῖς, ἐλευθερόγλωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς,
  • ψεῦσται, συνήθεις, ἀμελεῖς· [τούτοις οὐκ ἐμποιεῖ ἀδίκως ποιῆσαι μέρος.] Εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ,

  • ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ
  • πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθειμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως· δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας
  • ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν ἄχρηστοι.