Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Τίς οὐ θαυμάσει τὴν τοσαύτην φροντίδα μετὰ τοσούτου πόνου γεγενημένην; οὐκ ἀχρεῖος δέ μοι οὑτοσὶ ὁ Πτολεμαῖος ὁ τούτων μεριμνητὴς δοκεῖ· τοῦτο δὲ μόνον λυπεῖ, ὡς

  • πρόσφατος γεννηθεὶς οὐκ εὔχρηστος γεγένηται γιγάντων παισίν,
  • οἳ τὰ μέτρα ταῦτα ἠγνοηκότες ἐγγὺς νομίζοντες εἶναι ὕψη οὐρανοῦ πύργον μάτην ἐπεχείρησαν ποιεῖν, οἷς εἰ κατ᾿ ἐκεῖνο παρὼν τὰ μέτρα διηγήσατο, οὐκ ἂν μάτην τετολμήκεισαν. Εἰ δέ τις τούτῳ φάσκει ἀπιστεῖν, μετρήσας πειθέσθω· ταύτης γὰρ
  • φανερωτέραν ἀπόδειξιν οὐκ ἔχει πρὸς τοὺς ἀπίστους. Ὢ ματαιοπόνου
  • ψυχῆς φυσιώσεως καὶ πίστεως ἀπίστου, ἵνα πάντως Πτολεμαῖος σοφὸς νομίζηται παρὰ τοῖς τὴν ὁμοίαν σοφίαν ἠσκηκόσι.

    Τούτοις ἐν μέρει ἐπισχόντες τινὲς ὡς μεγάλα κρίναντες

  • καὶ λόγου ἄξια νομίσαντες αἱρέσεις ἀμέτρους καὶ ἀπείρους
  • συνεστήσαντο. Ὧν εἷς μὲν Κολάρβασος, ὃς διὰ μέτρων καὶ ἀριθμῶν ἐκτίθεσθαι θεοσέβειαν ἐπιχειρεῖ· καὶ ἕτεροι δὲ ὁμοίως οὓς ἐπιδείξομεν, ἐπὰν τὰ περὶ αὐτῶν ἀρξώμεθα λέγειν, οἳ Πυθαγορείῳ ψήφῳ ὡς δυνατῇ προσέχουσι καὶ τὴν ἀσφαλῆ φιλοσοφίαν
  • δι᾿ ἀριθμῶν καὶ στοιχείων σχεδιάζουσι μαντευόμενοι μάταια·
  • ὧν ὁμοίως λόγους ἐρανισάμενοί τινες ἀποπλανῶσιν ἰδιώτας, προγνωτικοὺς ἑαυτοὺς φάσκοντες ἔσθ᾿ ὅτε διὰ τοῦ πολλὰ μαντεύεσθαι ἓν ἐπιτυγχάνοντες καὶ ἐπὶ μὲν τοῖς πολλοῖς ἀποτεύγμασι μὴ αἰδούμενοι, ἐπὶ δὲ τῷ ἑνὶ ἐγκομπάζοντες. Οὐδὲ
  • τούτων τὴν ἄσοφον σοφίαν παραπέμψομαι, ἀλλ᾿ ἐκθέμενος
  • τοὺς ἐκ τούτων ἐπιχειροῦντας θεοσέβειαν συνιστᾶν ἐλέγξω ῥίζης ἀσυστάτου καὶ πανουργίας ἀναπλέου ὄντας μαθητάς.

    Οἱ μὲν οὖν διὰ ψήφων τε καὶ ἀριθμῶν στοιχείων τε καὶ ὀνομάτων μαντεύεσθαι νομίζοντες ταύτην ἀρχὴν ἐπιχειρήσεως

  • τοῦ κατ᾿ αὐτοὺς λόγου ποιοῦνται, φάσκοντες πυθμένα
  • εἶναι ἑκάστου τῶν ἀριθμῶν, ἐπὶ μὲν τῶν χιλιάδων τοσαύτας
    v.1.p.74
    μονάδας, ὅσαι ἂν ὦσι χιλιάδες, οἷον τῶν ἑξακισχιλίων ὁ πυθμὴν μονάδες ἔξ, τῶν ἑπτακισχιλίων μονάδες ἑπτά, τῶν ὀκτακισχιλίων μονάδες ὀκτώ, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως κατὰ τα
  • αὐτά, καὶ ἐπὶ τῶν ἑκατοντάδων, ὅσαι ἂν ὦσιν αἱ ἐκατοντάδες,
  • τοσαῦται μονάδες ὁ πυθμήν ἐστιν αὐτῶν, οἷον τῶν ἑπτακοσίων ἑπτά εἰσιν ἑκατοντάδες· ὁ πυθμὴν αὐτῶν ἑπτὰ μονάδες· τῶν ἑξακοσίων ἓξ ἑκατοντάδες· ὁ πυθμὴν αὐτῶν τρεῖς μονάδες. Τὸ ὅμοιον· καὶ ἐπὶ τῶν δεκάδων· τῶν μὲν ὀγδοήκοντα μονάδες
  • ὀκτώ, τῶν δὲ ἑξήκοντα μονάδες ἕξ, τῶν τεσσαράκοντα
  • μονάδες τέσσαρες, τῶν δέκα μονὰς μία. Ἐπὶ δὲ τῶν μονάδων, πυθμὴν αὐταὶ εἰσὶν αἱ μονάδες, οἷον τοῦ ἐννέα ὁ ἐννέα, τοῦ ὀκτὼ ὁ ὀκτώ, τοῦ ἑπτὰ ὁ ἑπτά. Οὕτως οὖν καὶ ἐπὶ τῶν στοιχείων ποιεῖν δεῖ· ἕκαστον γὰρ στοιχεῖον κατά τινα τέτακται
  • ἀριθμὸν, οἷον τὸ (??) πεντήκοντα μονάδων ἐστίν· τῶν δὲ πεντήκοντα
  • μονάδων πυθμήν ἐστιν ὁ πέντε, καὶ τοῦ (??) στοιχείου πυθμήν ἐστιν ὁ πέντε. Ἔστω ἔκ του ὀνόματος τοὺς τούτου πυθμένας λαβεῖν. Οἷον τοῦ Ἀγαμέμνων ὀνόματος γίνεται τοῦ μὲν ᾱ μονὰς μία, τοῦ δὲ (??) μονάδες τρεῖς, τοῦ ἄλλου ᾱ μονὰς
  • μία, τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??),
  • τοῦ (??) μονάδες πέντε, τοῦ (??) μονάδες (??), τοῦ (??) μονάδες (??), ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἔσονται ᾱ, (??), ᾱ, (??), ταῦτα συντεθέντα ποιεῖ μονάδας (??). Πάλιν τούτων πυθμένας λαμβάνουσι,
  • καὶ γίνονται τῶν μὲν (??) τρεῖς, τῶν δὲ ἓξ αὐτὰ τὰ ἕξ·
  • συντεθέντα οὖν τὰ τρία καὶ τὰ ἓξ ποιεῖ ἐννέα, τῶν δὲ ἐννέα πυθμὴν ὁ ἐννέα. Κατέληξεν οὖν τὸ Ἀγαμέμνων ὄνομα εἰς τὸν ἐννέα πυθμένα. Ἔστω τὸ αὐτὸ καὶ ἐπὶ ἄλλου ὀνόματος ποιῆσαι τοῦ Ἕκτωρ. Τὸ Ἕκτωρ ὄνομα ἔχει στοιχεῖα (??) καὶ
  • κάππα καὶ ταῦ καὶ (??) καὶ (??). Τούτων πυθμένες (??), ᾱ·
  • ταῦτα συντεθέντα ποιεῖ μονάδας (??). Πάλιν τῶν δέκα πυθμὴν εἷς, τῶν ἐννέα ἐννέα, ἃ συντεθέντα ποιεῖ δέκα· τοῦ δέκα γίνεται πυθμὴν μονάς. Ψηφισθὲν οὖν τὸ Ἕκτωρ ὄνομα ἐποίησε πυθμένα μονάδα. Εὐκολώτερον δέ ἐστι τὸ οὕτως ποιεῖν· τοὺς
  • εὑρεθέντας ἐκ τῶν στοιχείων πυθμένας, ὡς νῦν ἐπὶ τοῦ Ἕκτορος
  • ὀνόματος εὕρομεν μονάδας (??), εἰς ἐννέα μέριζε καὶ τὸ περιλειπόμενον πυθμένας λέγε· οἷον τὰ (??) ἐὰν εἰς ἐννέα μερίζω,
    v.1.p.76
    περιλείπεται μονάς, ἐννάκις γὰρ δύο (??), καὶ λοιπὴ μονάς. Ἐὰν γὰρ ὑφέλω τῶν (??) τὰ δεκαοκτώ, λοιπὴ μονάς· ὥστε τοῦ
  • Ἕκτωρ ὀνόματος πυθμὴν ἔσται μονάς. Πάλιν τοῦ Πάτροκλος
  • ὀνόματος πυθμένες εἰσὶν ἀριθμοὶ οὗτοι, (??), ᾱ, (??), ᾱ, (??), (??) συντεθέντες ποιοῦσι μονάδας (??). Τούτων τὸ λοιπὸν μονάδες ἑπτά, τῶν (??) τρεῖς, καὶ τῶν (??) αὐταὶ αἱ (??). Πυθμὴν οὖν εἰσὶ τοῦ Πάτροκλος ὀνόματος μονάδες (??). Οἱ μὲν οὖν κατὰ
  • τὸν ἐννεαδικὸν κανόνα ψηφίζοντες [τὸ] ἔννατον λαμβάνουσι τοῦ
  • ἀθροισθέντος ἐκ τῶν πυθμένων ἀριθμοῦ, καὶ τὸ περιλειφθὲν πλῆθος τῶν πυθμένων ὁρίζονται, οἱ δὲ κατὰ τὸν ἑβδοματικὸν τὸ ἕβδομον· οἷον εὑρέθη ἐπὶ τοῦ Πάτροκλος. ὀνόματος τὸ ἐπὶ τῶν πυθμένων ἄθροισμα μονάδες (??)· τοῦτο μερισθὲν εἰς ἑβδομάδας
  • ποιεῖ (??) ὅ ἐστι (??)· λοιπαὶ μονάδες ἕξ· λέγει ὅτι ὁ
  • πυθμὴν τοῦ Πάτροκλος ὀνόματος εἰσὶν ἓξ κατὰ τὸν ἑβδοματικόν. Εἰ δὲ ἔσται (??), τὸ ἕβδομον λέγει (??), ἑπτάκις γὰρ ἓξ (??), καὶ λοιπὸν ἔν. Μονὰς οὖν γίνεται ὁ πυθμὴν ὁ ἀπὸ τῶν (??) κατὰ τὸν ἑβδοματικόν. Δεῖ δὲ προσέχειν ἐὰν ὁ ληφθεὶς
  • ἀριθμὸς μεριζόμενος ἀπαρτίσῃ, οἷον ἐὰν ἔκ τινος ὀνόματος συντιθεὶς
  • τοὺς πυθμένας εὕρω λόγου χάριν μονάδας (??)· ὁ δὲ (??) μεριζόμενος εἰς τὸν ἐννέα (??) ἀπαρτίζει ἐννεάδας (ἐννάκις γὰρ (??) (??), καὶ οὐδὲν περιλείπεται)· τὸν πυθμένα οὗν αὐτὸν τὸν (??) δῆλον εἶναι. Κἂν πάλιν τὸν τεσσαράκοντα πέντε ἀριθμὸν μερίζοντες
  • εὕρωμεν ἀπαρτίζοντα ἐννέα· καὶ γὰρ ἐννάκις πέντε (??),
  • καὶ λείπεται οὐδέν· ἐπὶ τῶν τοιούτων αὐτὸν τὸν ἐννέα λέγουσι πυθμένα. Καὶ ἐπὶ τοῦ ἑβδοματικοῦ ὁμοίως, ἐὰν λόγου χάριν τὸν (??) εἰς τὸν ἑπτὰ μερίζοντες ἀπαρτίσωμεν (ἑπτάκις γὰρ (??), καὶ περιλείπεται οὐδέν), τὸν ἑπτὰ λέγουσι πυθμένα. Ὅταν μέντοι
  • ψηφίζῃ τὰ ὀνόματα καὶ εὑρίσκῃ δὶς τὸ αὐτὸ γράμμα, ἅπαξ
  • αὐτὸ ψηφίζει, οἷον τὸ Πάτρολος ὄνομα καὶ τὸ (??) ᾱ δὶς ἔχει καὶ τὸ (??) δίς, ἅπαξ οὖν τὸ ᾱ ψηφίζουσι καὶ ἅπαξ τὸ (??). Κατὰ τοῦτο οὗν πυθμένες ἔσονται (??), ᾱ, (??), ᾱ, (??), καὶ συντεθέντες ποιοῦσι μονάδας (??), καὶ ἔσται πυθμὴν τοῦ ὀνόματος
  • κατὰ μὲν τὸν ἐννεαδικὸν αὐτὸς ὁ ἐννέα, κατὰ δὲ τὸν ἑβδοματικὸν
  • ἕξ. Ὁμοίως Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ
    v.1.p.78
    τὸν ἐννεαδικὸν δύο πυθμένα, Πάτροκλος δὲ ποιεῖ μονάδας (??)· νικᾷ Πάτροκλος. Ὅταν γὰρ ᾖ ὁ μὲν εἷς περισσός, ὁ δὲ ἕτερος ἄρτιος, ὁ περισσὸς νικᾷ, ἐὰν μείζων ᾖ. Πάλιν δὲ ἐὰν ᾖ ὀκτὼ
  • ἄρτιος καὶ πέντε περισσός, ὁ ὀκτὼ νικᾷ, μείζων γάρ ἐστιν. Εἰ
  • δὲ εἰσὶν ἀριθμοὶ δύο οἷον ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων νικᾷ. Πῶς δὲ ὁ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο; παραλείπεται γὰρ τὸ (??) στοιχεῖον· ὅταν γὰρ ᾖ ἐν ὀνόματι στοιχεῖον (??) καὶ (??), παραλιμπάνουσι τὸ
  • (??) ἑνὶ στοιχείῳ χρώμενοι· ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα,
  • δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται. Πάλιν Αἴας ποιεῖ μονάδας τέσσαρας, Ἕκτωρ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν. Καὶ ἔστιν ἡ μὲν τετρὰς ἄρτιος, ἡ μονὰς δὲ περισσή. Ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν,
  • νικᾷ ὁ Αἴας. Πάλιν Ἀλέξανδρος καὶ Μενέλαος. Ἀλέξανδρος
  • κύριον ἔχει ὄνομα [Πάρις]. Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν (??), Μενέλαος δὲ κατὰ τὸν ἐννεαδικὸν μονάδας (??), νικῶσι δὲ αἱ ἐννέα τὰς τέσσαρας· εἴρηται γάρ, ὁπόταν ὁ μὲν περισσὸς ᾖ, ὁ δὲ ἄρτιος, ὁ μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι
  • ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων. Πάλιν Ἄμυκος καὶ
  • Πολυδεύκης. Ἄμυκος μὲν ποιεῖ μονάδας δύο κατὰ τὸν ἐννεαδικόν, καὶ Πολυδεύκης δὲ ἑπτά· νικᾷ Πολυδεύκης. Αἴας καὶ Ὀδυσσεὺς ἐπάλαισαν ἐν τῷ ἐπιταφίῳ. Αἴας ποιεῖ κατὰ τὸν ἐννεαδικὸν μονάδας (??), Ὀδυσσεὺς ὀκτὼ κατὰ τὸν ἐννεαδικόν·
  • ἆρα οὖν μήτι τὸ Ὀδυσσέως ἐπίθετον καὶ οὐ κύριόν ἐστιν; ἐνίκησε
  • γάρ. Κατὰ μὲν τοὺς ἀριθμοὺς νικᾷ Αἴας, ἡ δ᾿ ἱστορία Ὀδυσσέα παραδίδωσιν. Ἀχιλλεὺς καὶ Ἕκτωρ. Ἀχιλλεὺς κατὰ τὸν ἐννεαδικὸν ποιεῖ τέσσαρας, Ἕκτωρ μίαν· νικᾷ Ἀχιλλεύς. Πάλιν Ἀχιλλεὺς καὶ Ἀστεροπαῖος. Ἀχιλλεὺς ποιεῖ τέσσαρας,
  • Ἀστεροπαῖος τρεῖς· νικᾷ Ἀχιλλεύς. Πάλιν Μενέλαος καὶ Εὔφορβος.
  • Μενέλαος ἔχει μονάδας ἐννέα, Εὔφορβος ὀκτώ· νικᾷ Μενέλαος. Τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες
  • λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων,
  • ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ δὲ τῶν ἀφώνων, καὶ συγκρίνουσι
    v.1.p.80
    χωρὶς ἕκαστον. Ἄλλοι δὲ οὐδὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ᾿ ἄλλοις, οἷον ὑποδείγματος ἕνεκα τὸ (??) οὐ θέλουσι πυθμένα ἔχειν μονάδας (??), ἀλλὰ (??), καὶ τὸ (??) στοιχεῖον
  • πυθμένα μονάδας (??), καὶ παντοίως στρεφόμενοι οὐδὲν
  • ὑγιὲς εὑρίσκουσιν. Ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ᾿ ἑκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.

  • Οἶμα δὲ ἐκδήλως ἐκτεθεῖσθαι καὶ τὴν τῶν ἀριθμητικῶν
  • ἐπίνοιαν δι᾿ ἀριθμῶν καὶ ὀνομάτων τὸ ζῆν διακρίνειν νομιζόντων. Τούτους δὲ κατανοῶ σχολὴν ἄγοντας καὶ ψήφῳ γεγυμνασμένους τεθεληκέναι διὰ τῆς παραδοθείσης αὐτοῖς ἐκ παίδων τέχνης [θέλειν] εὐδοκιμοῦντας μάντεις προσαγορεύεσθαι·
  • οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρος ἐχώρησαν.
  • Ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλλοντες λέγουσι, μήτι τοῦτο ὄνομα μενικὸν οὐκ ἐγένετο ἀλλὰ ἐπίθετον· ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως καὶ Αἴαντος ἐκπεσόντες ἐνεκάλουν. Τίς ἐκ ταύτης
  • τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας
  • αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται; Ἀλλ᾿ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ᾿ αὐτῶν ἐπιχειρούμενα, καθὼς
  • ὑποδειχθήσεται μετ᾿ οὐ πολύ (αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία,
  • μᾶλλον δὲ μανία), οὐδὲ ταύτην σιωπήσομεν. Εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τυποῦντες ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων ἐπὶ τὰς κατὰ ἀστέρων γενέσεις ἀναλογιζόμενοι. οὕτω δὲ λέγουσιν· Οἱ ἐν Κριῷ γεννώμενοι
  • τοῖοι ἔσονται· κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις,
  • μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς γλαυκοῖς, ὑπὸ ἄλλοις, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεῳγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει, Οὗτοι, φησί, μεθέξουσι φύσεως τοιαύτης· προνοητικοί, ποικίλοι, δειλοί, φρόνιμοι,
  • προσχαριώδεις, ἥσυχοι, περίεργοι, βουλαῖς ἀποκρύφοις, παντὶ
  • v.1.p.82
    πράγματι κατηρτισμένοι, πλεῖον φρονήσει ἢ ἰσχύι κρατοῦντες, τὸ παρὸν καταγελασταί, γεγραμματισμένοι, πιστοί, φιλόνεικοι, ἐν μάχῃ ἐρεθισταί, ἐπιθυμηταί, παιδεραστίᾳ νοσοῦντες, ἀπεστραμμένοι ἀπὸ τῶν ἰδίων οἴκων, ἀπαρέσκοντες ἅπαντα, κατήγοροι,
  • ἐν οἴνῳ μανιώδεις, ἐξουθενηταί, κατ᾿ ἔπος τι ἀποβάλλοντες,
  • εἰς φιλίαν εὔχρηστοι διὰ τὴν ἀγαθωσύνην· πλειστάκις ἐν ἀλλοτρίᾳ γῇ ἀποθνήσκουσιν.

    Οἱ δὲ ἐν Ταύρῳ τύπῳ ἔσονται τῷδε· κεφαλῇ στρογγύλῃ, τριχὶ παχείᾳ, μετώπῳ πλατεῖ, τετραγώνῳ, ὀφθαλμοῖς

  • καὶ ὀφρύσι μεγάλαις, μέλασιν, ἐν τῷ λευκῷ φλέβες λεπταί,
  • αἱματώδεις, βλεφάροις μακροῖς, παχέσιν, ὠτίοις μεγάλοις, στόμασι στρογγύλοις, ῥώθωνι παχεῖ, μυκτῆρσι στρογγύλοις, χείλεσι παχέσι· τοῖς ὑπεράνω μέρεσιν ἰσχύουσιν, ὀρθὸς γεγενημένος ἀπὸ σκελῶν· οἱ αὐτοὶ δὲ φύσεως· ἀρέσκοντες, νοοῦντες, εὐφυεῖς,
  • εὐσεβεῖς, δίκαιοι, ἄγροικοι, προσχαρεῖς, κοπιαταί, ἀπὸ ἐτῶν
  • (??), ἐρεθισταί, νωθροί· τούτων ὁ στόμαχος μικρός ἐστι, πληροῦνται τάχα, πολλὰ βουλευόμενοι, φρόνιμοι, φειδωλοὶ εἰς ἑαυτούς, εἰς ἄλλους δαψιλεῖς, ἀγαθοποιοί, σώματι βραδεῖ· ἐν μέρει εἰσὶ λυπηροί, ἀμελεῖς εἰς φιλίαν, ὠφέλιμοι διὰ τὸν νοῦν,
  • κακοπαθεῖς.
  • Ἐν Διδύμοις τύπος· προσώπῳ κοκκίνῳ, μεγέθει οὐ λίαν μεγάλῳ, μέλεσιν ἴσοις, ὀφθαλμοῖς μέλασιν ὡς ἠλειμμένοις, μήλοις κάτω τεταμένοις, στόματι παχεῖ, ὀφρύσι συντεθειμέναις· συγκροτοῦσι πάντα, ἔχουσιν, ἔσχατα πλούσιοι, σκνιφοί, φειδωλοὶ

  • ἐκ τοῦ ἰδίου, δαψιλεῖς πρὸς τὰ ἀφροδισιακά, ἐπιεικεῖς,
  • μουσικοί, ψεῦσται· οἱ αὐτοὶ δὲ φύσεως· δεδιδαγμένοι, νοοῦντες, περίεργοι, ἰδίᾳ ἀποφάσει, ἐπιθυμητικοί, φειδωλοὶ ἐκ τοῦ ἰδίου, δαψιλεῖς, ἥσυχοι, φρόνιμοι, δόλιοι, πολλὰ βουλεύονται, ψηφισταί, κατήγοροι, ἀκαίριμοι, οὐκ εὐτυχεῖς, ἀπὸ γυναικῶν
  • φιλοῦνται, ἔμποροι, εἰς φιλίαν οὐκ ἐπὶ πολὺ ὠφέλιμοι.
  • v.1.p.84

    Ἐν Καρκίνῳ τύπος· μεγέθει οὐ μεγάλῳ, τριχὶ ὥσπερ κυανέῃ, χρώματι ὑποπύρρῳ, στόματι ὀλίγῳ, κεφαλῇ στρογγύλῃ, μετὠπῳ ὀξεῖ, ὀφθαλμοῖς ὑπογλαύκοις, ἱκανῶς καλοῖς, μέλεσιν ὑποποικίλοις· οἱ αὐτοὶ φύσεως· κακοί, δόλισι, βουλαῖς ἀπηρτισμένοι,

  • ἄπληστοι, φειδωλοί, ἀχάριστοι, ἀνελεύθεροι, ἀνωφελεῖς,
  • ἀμνήμονες, οὔτε ἀποδιδόασιν ἀλλότριον οὔτε ἀπαιτοῦσιν ἴδιον, εἰς φιλίαν ὠφέλιμοι.

    Ἐν Λέοντι τύπος· κεφαλῇ στρογγύλῃ, τριχὶ ὑποπύρρῳ, μετώπῳ μεγάλῳ ῥυσῷ, ὠτίοις παχέσι, τραχηλιῶται, ἐπὶ μέρει ὑποφάλακροι,

  • πυρροί, ὀφθαλμοῖς γλαυκοῖς, μεγάλαις γνάθοις, στόματι παχεῖ, τοῖς ἐπάνω μέρεσι παχεῖς, στήθει μεγάλῳ, τοῖς ὑποκάτω
  • μέλεσι λεπτοῖς· οἱ αὐτοὶ φύσεως· ἰδίας ἀποφάσεως, ἀσυγκέραστοι, ἀρέσκοντες ἑαυτοῖς, ὀργίλοι, θυμώδεις, καταφρονηταί, αὐθάδεις, μηδὲν βουλευόμενοι, ἄναλοι, κακόσχολοι, συνήθεις,
  • εἰς πράγματα ἀφροδισιακὰ ἐκκεχυμένοι, μοιχοί, ἀναιδεῖς,
  • πίστει ἀναληθεῖς, αἰτηταί, τολμηροί, σκνιφοί, ἅρπαγες, ἀξιόλογοι, εἰς κοινωνίαν ὠφέλιμοι, εἰς φιλίαν ἀνωφελεῖς.

    Ἐν Παρθένῳ τύπος· ὁράσει καλῇ, ὀφθαλμοῖς οὐ μεγάλοις, ἐπαφροδίτοις, μέλασιν, ὀφρύσι συντεθειμέναις, ἱλαροῖς,

  • κολυμβῶσιν. Εἰσὶ δὲ λεπτοὶ σώματι, ὑπὸ δὲ τοῦ ὄψει καλοῦ,
  • τριχὶ καλῶς συντεθειμένῃ, μετώπῳ μεγάλῳ, ῥώθωνι προάλει. Οἱ αὐτοὶ φύσεως· εὐμαθεῖς, μέτριοι, ἐννοηταί, παιγνιώδεις, λόγιοι, βραδυλαλοῦντες, πολλὰ βουλευόμενοι, πρὸς χάριν εὐπαραίτητοι, ἡδέως πάντα παρατηροῦντες, καὶ μαθηταὶ εὐφυεῖς,
  • ἃ ἔμαθον κρατοῦσι, μέτριοι, ἐξουθενηταί, παιδεράσται, συνήθεις,
  • ψυχῇ μεγάλῃ, καταφρονηταί, πραγμάτων ἀμελεῖς, διδαχῇ προσέχοντες, καλλίονες ἐν ἄλλοις ἢ τοῖς ἰδίοις, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Ζυγῷ τύπος· τριχὶ λεπτῇ προαλεῖ, ὑποπύρρῳ,

  • ὑπομήκει· μετώπῳ ὀξεῖ, ῥυσῷ, ὀφρύσι καλαῖς, συντεθειμέναις,
  • ὀφθαλμοῖς· καλοῖς, κόραις μέλασιν, ὠτίοις μακροῖς, λεπτοῖς, κεφαλῇ ἐπικεκλιμένῃ, στόματι μακρῷ. Οἱ αὐτοὶ φύσεως· νοοῦντες, θεοὺς τιμῶντες, ἀλλήλοις καταλαλοῦντες, ἔμποροι, κοπιαταί,
    v.1.p.86
    πορισμὸν μὴ κατέχοντες, ψεῦσται, μὴ φιλοῦντες ἐν πράγμασι
  • νοήσει, ἀληθεῖς, ἐλευθερόγλωσσοι, ἀγαθοποιοί, ἀμαθεῖς,
  • ψεῦσται, συνήθεις, ἀμελεῖς· [τούτοις οὐκ ἐμποιεῖ ἀδίκως ποιῆσαι μέρος.] Εἰσὶ καταφρονηταί, καταγελασταί, ὀξεῖς, ἔνδοξοι, ἀκουσταί, καὶ τούτοις οὐδὲν προχωρεῖ, πρὸς φιλίαν ὠφέλιμοι.

    Ἐν Σκορπίῳ τύπος· προσώπῳ παρθενικῷ, εὐμόρφῳ,

  • ἁλυκῷ, τριχὶ ὑπομέλανι, ὀφθαλμοῖς εὐμόρφοις, μετώπῳ οὐ
  • πλατεῖ καὶ ῥώθωνι ὀξεῖ, ὠτίοις συντεθειμένοις μικροῖς, μετώπῳ ῥυσῷ, ὀφρύσι στεναῖς, μήλοις καθειλκυσμένοις· οἱ αὐτοὶ φύσεως· δόλιοι, κατεστραμμένοι, ψεῦσται, ἴδια βουλεύματα μηδενὶ ἀνατιθέμενοι, διπλῇ ψυχῇ, κακοποιοί, ἐξουθενηταί, μοιχείας
  • ἔνοχοι, εὐφυεῖς, εὐμαθεῖς, εἰς φιλίαν ἄχρηστοι.
  • Ἐν Τοξότῃ τύπος· μήκει μεγάλῳ, μετώπῳ τετραγώνῳ, ὀφρύσι μεσταῖς, συγκρατουμέναις, τριχῶν τεθειμένῃ προαλεῖς, ὑπόπυρροι. Οἱ αὐτοὶ φύσεως· προσχαρεῖς ὡς οἱ πεπαιδευμένοι, ἁπλοῖ, ἀγαθοποιοί, παιδεράσται, συνήθεις, κοπιαταί, φιληταί,

  • φιλούμενοι, ἐν οἴνῳ ἱλαροί, καθάριοι, ὀργίλοι, ἀμελεῖς,
  • κακοί, εἰς φιλίαν ἄχρηστοι, καταφρονηταί, ψυχαῖς μεγάλαις, ὑβριστικοί, ὑπόδουλοι, εἰς κοινωνίαν εὔχρηστοι.

    Ἐν Αἰγοκέρῳ τύπος· σώματι ὑποπύρρῳ, τριχὶ ὑποπολιῷ προαλεῖ, στόματι στρογγύλῳ, ὀφθαλμοῖς ὡς ἀετοῦ,

  • ὀφρύσι συντεθειμέναις, μετώπῳ ἠνοιγμένῳ, ὑποφάλακροι, τὰ
  • ὑποκάτω μέρη τοῦ σώματος ἰσχυρότερα. Οἱ αὐτοὶ φύσεως· φιλόσοφοι, καταφρονηταὶ καὶ τὸ παρὸν καταγελασταί, ὀργίλοι, συγχωρηταί, καλοί, ἀγαθοποιοί, πράγματος μουσικοῦ φιληταί, ἐν οἴνῳ ὀργίλοι, γελοῖοι, συνήθεις, λάλοι, παιδεράσται, ἱλαροί,
  • προσφιλεῖς, φιληταί, ἐρεθίζοντες, εἰς κοινωνίαν εὔχρηστοι.
  • Ἐν Ὑδροχόῳ τύπος· μεγέθει τετράγωνος, στόματι ὀλίγῳ, ὀφθαλμοῖς ὀξέσι, λεπτοῖς, γοργοῖς, ἐπιτάκτης, ἀχάριστος, ὀξύς, εὐχερῶς εὑρίσκων, πρὸς φιλίαν εὔχρηστος καὶ πρὸς κοινωνίαν. Ἔτι ἐξ ὑγρῶν πραγμάτων πορίζουσι τοὺς πορισμοὺς

  • ἀπόλλουσιν. Οἱ αὐτοὶ φύσεως· σιγηροί, αἰσχυντηροί,
  • συνήθεις, μοιχοί, σκνιφοί, πράγμασι ποιούμενοι, θορυβιασταί,
    v.1.p.88
    καθάριοι, εὐφυεῖς, καλοί, ὀφρύσι μεγάλαις· πολλάκις ἐν λεπτοῖς πράγμασι γεννῶνται καὶ δίφρων πραγματείαν γυμνάζουσι.
  • τινὶ ἄν καλῶς ποιήσωσιν, οὐδεὶς αὐτοῖς χάριτας ἀποδιδοῖ.
  • Ἐν Ἰχθύσι τύπος· μήκει μέσῳ, ὡς ἰχθύες μετώπῳ ὀξεῖ, τριχὶ δασείᾳ· πολλάκις πολιοὶ ταχέως γίνονται. Οἱ αὐτοὶ φύσεως· ψυχῇ μεγάλῃ, ἁπλοῖ, ὀργίλοι, φειδωλοί, λάλοι, πρώτῃ ἡλικίᾳ ἔσονται ὑπνωτικοί, δι᾿ ἑαυτῶν πραγματείαν πρᾶξαι

  • θέλουσιν, ἔνδοξοι, τολμηροί, ζηλωτικοί, κατήγοροι, τόπον ἀλλάσσοντες,
  • φιληταί, ὀρχησταί, εἰς φιλίαν ὠφέλιμοι.

    Ἐπεὶ καὶ τούτων τὴν θαυμαστὴν σοφίαν ἐξεθέμεθα τήν τε πολυμέριμνον αὐτῶν δι᾿ ἐπινοίας μαντικὴν οὐκ ἀπεκρύψαμεν, οὐδὲ ἐν οἷς σφαλλόμενοι ματαιάζουσι σιωπήσομεν. Ἄστρων

  • γὰρ ὀνόμασιν εἴδη καὶ φύσεις ἀνθρώπων παραβάλλοντες πῶς
  • ἠσθένησαν! τὰ μὲν γὰρ ἄστρα ἴσμεν τοὺς ἀπ᾿ ἀρχῆς ὀνομάσαντας ἰδίαν κατ᾿ ἔννοιαν ὀνόμασι κεκληκέναι πρὸς τὸ εὔσημα καὶ εὐεπίγνωστα τυγχάνειν. Τίς γὰρ τούτων ὁμοιότης πρὸς τὴν τῶν ζῳδίων εἰκόνα, ἢ τίς ὁμοία φύσις πράξεώς τε καὶ ἐνεργείας,
  • ἵνα τις τὸν ἐν Λέοντι φάσκῃ θυμικόν, τὸν δὲ ἐν Παρθένῳ
  • μέτριον ἢ ἐν Καρκίνῳ κακόν, τοὺς δὲ ἐν . . .

    . . λαβὼν καὶ γράψαι τὸν πυνθανόμενον ἀξιοῖ τί ἂν πυθέσθαι τῶν δαιμόνων θέλῃ [ὕδατι] μόνον. Εἶτα συμπτύξας τὸν χάρτην τῷ παιδὶ δοὺς ἀποπέμπει καυθησόμενον,

  • ἵν᾿ οἴχ[ηται φέρ]ων ὁ καπνὸς τοῖς δαίμοσι τὰ γράμματα· τοῦ
  • δὲ τὸ κελευσθὲν πράξοντος πρῶτα μὲν ἀφαιρεῖ τοῦ χάρτου μοίρας ἴσας· πλείονας δέ τινας σκήπτεται ἐγγράφειν ἑβραϊκοῖς γράμμασι δαίμονας, εἶτα μάγων Αἰγυπτίων θύσας τὸ καλούμενον κῦφι θυμίαμα ταῦτα μὲν ἐπαιωρήσας κατὰ τοῦ θυμιάματος
  • φέρει· ὅ δ᾿ ἔτυχε γράψας ὁ πυνθανόμενος θεὶς κατὰ
  • τῶν ἀνθράκων ἔκαυ[σεν], εἶτα θεοφορεῖσθαι δοκῶν, εἰσπεσὼν τῷ μυχῷ μέγα καὶ ἀπηχὲς κέκραγε καὶ πᾶσιν ἀσύνετον· . . . [π]ολὺ δὲ πάντας τοὺς παρόντας . . . καὶ τὸν φρῦν
    v.1.p.90
    [χάρ]τῃ ἐγγρα[φέντα] ἐπικαλοῦντες δαίμονα ἐπειδὰν εἰσελθόντες
  • παραστῶσιν οἱ παρόντες ἐπὶ . . . βαλὼν τὸν παῖδα πολλὰ
  • ἐπιλέγει αὐτῷ, τοῦτο μὲν ἑλλάδι φωνῇ τοῦτο δὲ ὡς ἑβραΐδι, τὰς συνήθεις τοῖς μάγοις ἐπαοιδάς· ὁ δὲ ἐνάρχεται προσπευσόμενος. Καὶ ἔνδον φιάλη ὕδατος πλήρης, ᾗ ἐμβαλὼν χάλκανθον καὶ τήξας τὸ φάρμακον τὸ δῆθεν ἐξαλειφθὲν χαρτίον
  • δι᾿ αὐτοῦ καταρράνας τὰ φωλεύοντα καὶ κεκρυμμένα γράμματα
  • πάλιν εἰς φῶς ἐλθεῖν ἀναγκάζει, δι᾿ ὧν μανθάνει ἅπερ ὁ πυθόμενος ἔγραψε. Καὶ διὰ τοῦ χαλκάνθου δέ τις εἰ γράψειε καὶ τῆς κηκῖδος ὑποθυμιάσειε λελειωμένης, φανερὰ γένοιτ᾿ ἂν τὰ κεκρυμμένα γράμματα. Καὶ γάλακτι δὲ εἰ γράψειέ τις, εἶτα
  • χάρτην καύσας καὶ λειώσας ἐπιπάσας τρίψειεν ἐπὶ τοῖς τῷ γάλακτι
  • γεγραμμένοις γράμμασιν, ἔσται πρόδηλα. Καὶ οὖρον δὲ καὶ γάρον καὶ τιθυμάλου ὀπὸς καὶ συκῆς ποιεῖ τὸ ὅμοιον. Ἐπειδὴ δὲ ἔμαθε τὴν ἐρώτησιν οὕτως, τίνα χρὴ τρόπον ἀποκρίνεσθαι προὐνόησε. Καὶ λοιπὸν εἴσω παρελθεῖν κελεύει τοὺς
  • παρόντας δάφνας ἔχοντας καὶ σείοντας καὶ κεκραγότας καὶ τὸν
  • φρῆν ἐπικαλοῦντας δαίμονα· καὶ γὰρ ἐπικαλεῖν τούτοις πρέπει καὶ τοῦτο αἰτεῖν παρὰ δαιμόνων ἄξιον, ὃ δι᾿ αὑτῶν παρέχειν οὐ θέλουσιν ἀπολέσαντες τὰς φρένας. Τὸ δὲ ἄκοσμον τῆς βοῆς καὶ ὁ ψόφος οἷς ἐν ἀπορρήτῳ πεποιηκέναι νομίζεται παρακολουθεῖν
  • ἐκώλυσε. Τίνα δὲ ταῦτα ἐστί, καιρὸς λοιπὸν λέγειν.
  • Πολὺ μὲν οὖν τυγχάνει τὸ σκότος. Λέγει γὰρ ἀδύνατον τὰ θεῖα ὁρᾷν θνητὴν φύσιν, ἱκανὸν γὰρ τὸ ὁμιλεῖν. Κατακλίνας δὲ τὸν παῖδα πρηνῆ καὶ δύο τῶν γραμματιδίων ἐκείνων, ἅπερ ἠν ἐγγεγραμμένα ἑβραϊκοῖς δῆθεν γράμμασιν ὡς δαιμόνων
  • ὀνόματα, πλευρᾷ παραθεὶς ἑκατέρᾳ τὰ λοιπὰ τοῖς ὠσὶν
  • ἐνθήσειν λέγει. Ἔστι δὲ τοῦτο αὐτὸ ἀναγκαῖον, ἴνα τι παραθῇ τοῖς ὠσὶ τοῦ παιδὸς ὄργανον, δι᾿ οὗ πᾶν ἔστι σημᾶναι θέλοντα· ἠχεῖ δὲ τὸ πρῶτον ἵνα φοβηθῇ ὁ παῖς, καὶ δεύτερον ἐπιβομβεῖ, ἔπειτα τὸ τρίτον λαλεῖ διὰ τοῦ ὀργάνου, ἃ λέγειν
  • τὸν παῖδα βούλεται, καὶ τὴν ἔκβασιν τοῦ πράγματος ὡς δοκεῖ,
  • v.1.p.92
    εἶτα τοὺς μὲν παρόντας ἡσυχάζειν ποιεῖ, τὸν δὲ ἃ παρὰ τῶν δαιμόνων ἤκουσε σημαίνειν ἀξιοῖ. Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανον ἐστὶ φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν ἢ κύκνων ἀρτηρία· ὧν εἰ μηδέτερον παρῇ, ἐστὶ καὶ
  • ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν
  • δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι᾿ ὧν πρὸς τὸ οὗς ὅσα θέλει φθέγγεται. Καὶ ταῦτα ὁ παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται. Εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς
  • ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ καὶ ἀποσπάσας
  • τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. Εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐκτείνας, τὰ ὅμοια ἐνεργεῖ. Εἰ δὲ προειδείη ὅστις πάρεστι πευσόμενος, ἑτοιμότερος πρὸς
  • πάντα γίνεται. Εἰ δὲ καὶ τὴν πεῦσιν προμάθῃ, γράφει τῷ
  • φαρμάκῳ· καὶ ὡς ἐμπαράσκευος ἱκανώτερος νομίζεται σαφῶς γράψας τὸ ἐρωτώμενον. Εἰ δὲ ἀγνοεῖ, ὑποτοπάζει καὶ ἀμφίβολον καὶ ποικίλην ἀποφαίνεταί τι δεχόμενον μετάφρασιν, ἵνα τὴν μὲν ἀρχὴν ἄσημος οὖσα ἡ χρησμοδοσία εἰς πολλὰ ἔσται,
  • ἐπὶ δὲ τῇ ἐκβάσει τῶν συμβησομένων πρὸς τὸ συμβὰν πρόρρησις
  • νομίζηται. Εἶτα λεκάνην πληρώσας ὕδατος ὡς ἄγραφον τὸν χάρτην καθίησι συνεμβαλὼν χάλκανθον. οὕτως γὰρ ἀνατέλλει τὴν ἀπόκρισιν φέρων ὁ γραφεὶς χάρτης. Τῷ μὲν δὴ
  • παιδίῳ καὶ φαντασίαι φοβεραὶ γίνονται πολλάκις· καὶ γὰρ πληγὰς
  • ἐμβάλλει εὐπόρως ἐκφοβῶν. Λίβανον γὰρ εἰς πῦρ ἐμβαλὼν πάλιν ποιεῖ τοῦτον τὸν τρόπον. Βῶλον τῶν λεγομένων ὀρυκτῶν ἁλῶν κηρῷ Τυρρηνικῷ περισκεπάσας καὶ αὐτὸν δὲ λιβάνου βῶλον διχοτομήσας ἐντίθησι τοῦ ἅλατος χόνδρον, καὶ
  • πάλιν συγκολλήσας ἐπὶ ἀνθράκων καιομένων τιθεὶς ἐᾷ. Τοῦ
  • δὲ συγκαέντος οἱ ἅλες ἀναπηδῶντες φαντασίαν ἀπεργάζονται ὥσπερ ξένου θεάματος γινομένου· αἱματώδη δὲ φλόγα ποιεῖ τὸ ἰνδικὸν μέλαν ἐντεθὲν τῷ λιβανωτῷ καθὼς προείπαμεν. Αἱματώδη δὲ ὑγρασίαν ποιεῖ κηρὸν ἀγχούσῃ ἀναμίξας καὶ ὡς
  • ἔφην τῷ λιβανωτῷ τὸν κηρὸν ἐνθέμενος· ἄνθρακας δὲ κινεῖσθαι
  • v.1.p.94
    ποιεῖ σχιστὴν ὑποθεὶς στυπτηρίαν, ἧς λυομένης καὶ δίκην πομφολύγων διοιδούσης κινοῦνται οἱ ἄνθρακες.

    Ὠὰ δὲ διάφορα ἐπιδεικνύνται τὸν τρόπον τόνδε· κορυφὴν τρυπήσας ἐξ ἑκατέρων καὶ τὸ λευκὸν ὑπεξαγαγὼν αὖθις

  • βάψας ἔμβαλε τὸ μὲν τῆς σινώπιδος, τὸ δὲ τοῦ γραφικοῦ
  • μέλανος. Ἀπόφρασσε δὲ τὰς τρυμαλιὰς ξέσματι τῶν ὠῶν λείῳ μετ᾿ ὀποῦ συκῆς ἐμπλάσας.

    Τοῖς δὲ ἀμνοὺς ἀποτέμνεσθαι τὰς κεφαλὰς ἑαυτῶν ποιοῦσιν οὗτος ὁ τρόπος. Κρύβδην καυστικῷ φαρμάκῳ χρίσας

  • τὸν φάρυγγα ἐᾷ παραθεὶς τὸ ξίφος· ὁ δὲ κνήθεσθαι θέλων
  • προσπεσὼν τῇ μαχαίρᾳ θλίβων σφάζεται καὶ μικροῦ δεῖν ἀποτέμνει τὴν κεφαλήν. Ἔστι δὲ τὸ φάρμακον βρυωνία καὶ ἀδάρκη καὶ σκίλλα κατ᾿ ἴσον μεμιγμένα. Ἵνα δὲ λάθῃ φέρων τὸ φάρμακον, φέρει πυξίδα διπλῆν κερατίνην, ἧς τὸ φανερὸν μέρος
  • ἔχει λιβανωτόν, τὸ δὲ ἀφανὲς φάρμακον· ἀλλὰ καὶ τοῖς ὠσὶ
  • τοῦ τεθνηξομένου ἐμβάλλει ὑδράργυρον· ἔστι δὲ θανατηφόρον φάρμακον.

    Αἰγῶν δὲ κἄν ἐπιπλάσῃ τις κηρωτῇ τὰς ἀκοάς, φασὶ θνήσκειν μετ᾿ ὀλίγον ἀναπνεῖν κωλυομένας· ὁδὸν γὰρ αὐταῖς

  • ταύτην εἶναι λέγουσι τοῦ δι᾿ ἀναπνοῆς ἑλκομένου πνεύματος.
  • Κριὸν δὲ θνήσκειν φασίν, εἰ κατ᾿ ἄντικρύς τις ἀνακλάσειεν ἡλίου. Οἶκον δὲ ποιοῦσι καίεσθαι τῶν θαλαττίων τινὸς ἰχῶρι χριόμενον τοῦ καλουμένου δακτύλου. Καὶ τὸ διὰ τῆς ἅλμης δὲ πάνυ χρήσιμον. Ἔστι δὲ ἀφρὸς θαλάσσης ἐν ὀστρακίνῳ στάμνῳ
  • μετὰ γλυκέων ἡψημένος, ᾧ ζέσαντι λύχνον ἐὰν προσάγῃς καιόμενον,
  • ἁρπάσαν τὸ πῦρ ἐξάπτεται, καὶ καταχυθὲν τῆς κεφαλῆς οὐ καίει τὸ σύνολον. Εἰ δὲ καὶ μαννῇ ἐπιπάσσεις ζέοντι, πολλῷ μᾶλλον ἐξάπτεται. Βέλτιον δὲ δρᾷ, εἰ καὶ θείου τι προςλάβοι.