Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῆ διαιροῦσιν. Ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν

  • νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν. Καλοῦσι δὲ αὐτὸν Ἀδάμαν,
  • καὶ νομίζουσι τὴν εἰς αὐτὸν εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. Καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ δι᾿ αὐτοῦ λελαληκέναι τὰς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι. Τοῦ
  • παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν,
  • καὶ τρεῖς εἶναι ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς, ἐκλεκτή, κλητή, αἰχμάλωτος. Ταῦτα ἐστὶ τὰ κατ᾿ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. Ταῦτά
  • φασι παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ
  • Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.

    Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Εὐφράτης ὁ Περατικός, λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον, τριχῆ διῃρημένον. Ἔστι δὲ [τῆς] τριχῆ διαιρέσεως

    v.1.p.504
  • παρ᾿ αὐτοῖς [τὸ μὲν ἓν μέρος,] οἷον ἡ μία ἀρχὴ καθάπερ πηγὴ
  • μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη. Ἡ δὲ πρώτη τομὴ καὶ προεχεστέρα κατ᾿ αὐτούς ἐστιν ἡ τριάς, καὶ [τὸ μὲν ἒν μέρος] καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πα(??)ικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν
  • τι πλῆθος· τρίτον ἰδικόν· καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον
  • [ὅπερ ἐστὶν ἀγαθόν· τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές τὸ τρίτον γεννητόν·] ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖ, λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. Ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ
  • λόγους καὶ ἀνθρώπους καὶ τὰ λοιπά. Ἄνωθεν δὲ ἀπὸ τῆς
  • ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐπὶ τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου
  • μερῶν ἐν αὑτῷ πάντα τὰ [τοῦ κόσμου] συγκρίματα καὶ
  • τὰς δυνάμεις. Καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον· Ἐν ᾦ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Κατενεχθῆναι δὲ ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾧ
  • ἐσμὲν ἡμεῖς, παντοίων δυνάμεων σπέρματα. Κατεληλυθέναι
  • δὲ τὸν Χριστὸν ἄνωθεν ἀπὸ ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῆ διῃρημένα. Ἃ μὲν γὰρ, φησίν, ἔστιν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾿ αὐτοῦ,
    v.1.p.506
    τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται καὶ κολασθέντα
  • ἀποπέμπεται. Δύο δὲ εἶναι μέρη τὰ σωζόμενα λέγει,
  • τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. Ταῦτα καὶ οἱ Περάται.

    Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. Ἑκάστη δὲ τῶν ἀρχῶν . . .

  • πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα
  • ἡτισοῦν διδασκομένη τέχνη, οἱονεὶ γένοιτο παιδίον αὐλητῇ γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἢ τινὶ τέχνῃ ὁμοίως. Αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον
  • ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός,
  • ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὖρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτή, διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ
  • εὐωδίας. Ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος
  • καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς [ὡς] ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον σκότος, ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται, τοιαύτης δὲ οὔσης
  • τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ
  • φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ. Τὸ δὲ σκότος ὕδωρ εἶναι φασὶ φοβερόν, εἰς ὃ
    v.1.p.508
    κατέσπασται [καὶ] μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. Φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι,
  • ἂν ἀπαρθῇ ἀπ᾿ αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές,
  • ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, τῷδε πάσῃ συνέσει καὶ φρονήσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. Εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ
  • ἡ κόρη τοῦ ὀφθαλμοῦ [ὑπὸ] ὑποκειμένων ὑδάτων σκοτεινῂ
  • φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ᾿ ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. Εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι, ἐξ ὧν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων
  • δίκην σφραγίδων. Ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα
  • κηρῷ τὸν τύπον ἐποίησεν αὐτὴ παρ᾿ ἑαυτῇ ἡτισοῦν [ἦν] μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι τὰ πάντα ἀπεργάζονται γένη ζῴων ἄπειρα. Γεγονέναι οὖν ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν
  • καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ ὀμφαλὸν
  • ἐχούσῃ μέσον. Οὕτως δὲ καὶ τὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων ἐκτετυπῶσθαι ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους. Ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμον σφοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν
  • τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων
  • κινήσεως. Τοῦτον δὲ ἐπιτελεῖν εἶδος συρίγματι ὄφεως παραπλήσιον, φέρων ὅθεν ἦν ὁ φορῶν ὁ κόσμος πρὸς γένεσιν ὁρμᾷ ὀργήσας ὡς μήτρα, καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν ὅλων γένεσιν. Τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου λέγουσι
  • τέλειον θεὸν ἐκ τῆς τῶν ὑδάτων καὶ τῆς τοῦ πνεύματος
  • εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν ἐκφεύγειν, ἐκφυγόντα
    v.1.p.510
    πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι
  • δέσιν. Διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν,
  • ὡς λέγουσι. Πᾶσα οὗν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν υἱοποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, [ἴδιον, ὃν] ἰδόντα
  • τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὐτὸν ἀπομορφώσαντα
  • εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ. Καὶ τοῦτο εἶναι τὸ εἰρημένον· Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε
  • μορφὴν δούλου λαβών. Καὶ ταύτην εἶναι τὴν [δουλικὴν]
  • μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή[μονες] Σηθιανοί. Ταῦτα μὲν οὗν καὶ οὗτοι λέγουσιν.

    Ὁ δὲ πάνσοφος Σίμων οὕτως λέγει· ἀπέραντον εἶναι

  • δύναμιν, ταύτην ῥίζωμα τῶν ὅλων εἶναι. Ἔστι δὲ, φησίν, ᾑ
  • ἀπέραντος δύναμις, τὸ πῦρ, κατ᾿ αὐτὸν οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ [δὲ] τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν εἶναι νενομίκασιν, ἀλλ᾿ εἶναι τοῦ πυρὸς τὴν φύσιν διπλῆν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι
  • κρυπτόν, τὸ δὲ φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς
  • φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. Πάντα δὲ, φησί, νενόμισται τὰ μέρη τοῦ πυρὸς ὁρατὰ καὶ ἀόρατα φρόνησιν ἔχειν. Γέγονεν οὗν, φασίν, ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. Ἤρξατο δέ, φησίν,
  • οὕτως γίνεσθαι· ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γενέσεως
  • ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου λαβών· ταύτας γὰρ ῥίζας γεγονέναι κατὰ συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας καλεῖ νοῦν καὶ ἐπίνοιαν, φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν. Εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ὁμοῦ τὴν ἀπέραντον
  • δύναμιν, [ἣν] εἶναι φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον,
  • v.1.p.512
    ὃς [ἐὰν] ἐξεικονισθῇ ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ [ἡ] αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως·
  • ἐὰν δὲ μείνῃ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ,
  • ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ [ἐν] ἀνθρώπου ψυχῇ ὑπάρξασα μὴ προσλαβοῦσα τεχνίτην τὸν διδάξαντα. Αὑτὸν δὲ εἶναι ὁ Σίμων λέγει τὸν ἑστῶτα στάντα στησόμενον, ὄντα δύναμιν τὴν
  • ὑπὲρ τὰ πάντα. Ταῦτα τοίνυν καὶ ὁ Σίμων.
  • Ὁ δὲ Οὐαλεντῖνος καὶ οἱ ἀπὸ τῆς τούτου σχολῆς εἶναι λέγουσι τὴν τοῦ παντὸς ἀρχὴν πατέρα, καὶ ἐναντίᾳ δὲ δόξῃ προσφέρονται. Οἱ μὲν γὰρ αὐτῶν μόνον εἶναι καὶ γεννητικόν, οἱ δὲ ἀδυνάτως ἔχειν γεννᾶν ἄνευ θηλείας καὶ τούτου

  • σύζυγον προστιθέασι σιγήν, βυθὸν αὐτὸν ὀνομάσαντες. Ἐκ
  • τούτου τινὲς καὶ τῆς συζύγου προβολὰς γεγονέναι ἕξ, νοῦν καὶ ἀλήθειαν, λόγον καὶ ζωήν, ἄνθρωπον καὶ ἐκκλησίαν, καὶ εἶναι ταύτην τὴν ὀγδοάδα πρωτογενέτειραν· τάς τε ἐντὸς τοῦ ὅρου προβολὰς γεγενημένας πάλιν καλεῖσθαι ἐντὸς πληρώματος,
  • δεύτερα δὲ τὰ ἐκτὸς πληρώματος, καὶ τρίτα τὰ ἐκτὸς
  • τοῦ ὅρου, ὧν ἡ γέννησις τὸ ὑστέρημα ὑπάρχει. Τὸ δὲ ἕκτου ἐν ὑστερήματι προβληθέντος αἰῶνος γεγονέναι, καὶ τοῦτον εἶναι δημιουργὸν λέγει, μὴ βουλόμενος αὐτὸν πρῶτον εἶναι θεόν, ἀλλὰ δυσφημῶν τε αὐτὸν καὶ τὰ ὑπ᾿ αὐτοῦ γεγενημένα, τὸν
  • δὲ Χριστὸν ἐκ τοῦ ἐντὸς πληρώματος κατεληλυθέναι ἐπὶ σωτηρίᾳ
  • τοῦ ἀποπλανηθέντος πνεύματος, ὃ κατοικεῖ ἐν τῷ ἔσω ἡμῶν ἀνθρώπῳ, ὃν σωζόμενον φασὶ τούτου χάριν τοῦ ἐνοικοῦντος. Τὴν δὲ σάρκα μὴ σώζεσθαι θέλει, δερμάτινον χιτῶνα ἀποκαλῶν καὶ ἄνθρωπον φθειρόμενον. Ταῦτα ἐν ἐπιτομῇ
    v.1.p.514
  • ἐξεῖπον, πολλῆς ὕλης κατ᾿ αὐτοὺς τυγχανούσης καὶ διαφόρων
  • γνωμῶν. Οὕτως οὗν δοκεῖ καὶ τῇ Οὐαλεντίνου σχολῇ.

    Βασιλείδης δὲ καὶ αὐτὸς λέγει εἶναι θεὸν οὐκ ὄντα, πεποιημένον κόσμον ἐξ οὐκ ὄντων οὐκ ὄντα, οὐκ ὄν καταβαλλόμενόν τι σπέρμα, ὡσεὶ κόκκον σινάπεως ἔχοντα ἐν ἑαυτῷ τὸ

  • πρέμνον, τὰ φύλλα, τοὺς κλάδους, τὸν καρπόν, ἢ ὡς ὠὸν
  • ταοῦ ἔχον ἐν ἑαυτῷ τὴν τῶν χρωμάτων ποικίλην πληθύν· καὶ τοῦτο εἶναι φασι τὸ τοῦ κόσμου σπέρμα, ἐξ οὗ τὰ πάντα γέγονεν. Ἔχειν γὰρ ἐν ἑαυτῷ τὰ πάντα οἶον οὐκ ὄντα ὑπό [τε] τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. Ἦν οὖν, φασίν,
  • ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ
  • οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. Ταύτης τῆς υἱότητος τριχῆ διῃρημένης τὸ μέν τι ἤν λεπτομερές, τὸ δὲ παχυμερές, τὸ δὲ ἀποκαθάρσεως δεόμενον. Τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην
  • καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθεν ἄνω,
  • καὶ ἐγένετο πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ πᾶσα φύσις ὀρέγεται δι᾿ ὑπερβολὴν κάλλους, ἄλλη δὲ ἄλλως. Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη (πολὺ γὰρ ἐνδεεστέρα ἦν τῆς λεπτομεροῦς),
  • ἀνεπτέρωσε δὲ αὐτὴν τῷ πνεύματι τῷ ἁγίῳ· τοῦτο γὰρ
  • εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. Ἡ δὲ τρίτη υἱότης ἀποκαθάρσεως δεῖται· αὕτη μεμένηκεν ἐν τῷ τῆς πανσπερμίας σωρῷ, καὶ αὐτὴ εὐεργετοῦσα καὶ εὐεργετουμένη. Εἶναι δέ τι καλούμενον κόσμον, τὸ δὲ ὑπερκόσμια· διαιρεῖται γὰρ
  • ὑπ᾿ αὐτοῦ [τὰ ὄντα] εἰς δύο τὰς πρώτας διαιρέσεις. Τὸ δὲ
  • τούτων μέσον καλεῖ μεθόριον πνεῦμα ἅγιον, ἔχον τὴν ὀσμὴν τῆς υἱότητος. Ἀπὸ τῆς πανσπερμίας τοῦ σωροῦ τοῦ κοσμικοῦ σπέρματος διέσφυξε καὶ ἐγεννήθη ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ κόσμου, κάλλει καὶ μεγέθει ἀνεκλαλήτῳ. Οὗτος ὑψώσας
    v.1.p.516
  • ἑαυτὸν ἄχρι τοῦ στερεώματος ᾠήθη μὴ εἶναι ἑαυτοῦ ἐπάνω
  • ἕτερον, καὶ ἐγένετο πάντων τῶν ὑποκειμένων φωτεινότερος καὶ δυνατώτερος πλὴν τῆς ὑπολελειμμένης υἱότητος, ἥν ἠγνόει οὖσαν αὐτοῦ σοφωτέραν. Οὗτος οὖν τραπεὶς ἐπὶ τὴν τοῦ κόσμου δημιουργίαν πρῶτον γεννᾷ υἱὸν αὐτῷ αὐτοῦ κρείττονα, καὶ
  • τοῦτον ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε· καὶ ταύτην οὗτοι φάσκουσι
  • τὴν ὀγδοάδα. Αὐτὸς οὗν τὴν οὐράνιον κτίσιν ἅπασαν ἐργάζεται. Ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττων τοῦ προτέρου, ὃν καλοῦσιν ἑβδομάδα
  • Αὐτός ἐστι πάντων τῶν ὑφ᾿ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ
  • διοικητής· καὶ οὗτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον. Ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν, εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα. [Ἐπὶ] τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχωρηκέναι τὴν εὐαγγελίου
  • δύναμιν, τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόν τε τῆς ὀγδοάδος
  • υἱὸν καὶ [τὸν] τῆς ἑβδομάδος, ἐπὶ τῷ φωτίσαι καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι. Καὶ αὐτοὺς εἶναι υἱούς φασιν, οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ, ἵνα διδάξαντες τὰς
  • ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω
  • πατέρα, οὗ ἡ πρώτη ἐχώρησεν υἱότης· καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἕως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι. Ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ
  • αἰσχύνεται.
  • Ἰουστῖνος δὲ καὶ αὐτὸς ὅμοια τούτοις τολμῶν οὕτως λέγει· τρεῖς εἶναι ἀρχὰς τῶν ὅλων ἀγεννήτους, ἀρρενικὰς δύο, θηλυκὴν μίαν. Τῶν δὲ ἀρρενικῶν ἡ μέν τις ἀρχὴ καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτω λεγόμενος, προγνώστης τῶν ὅλων· ἡ

  • δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος καὶ ἄγνωστος
  • καὶ ἀόρατος, Ἐλωεὶμ δὲ καλεῖται, φησίν. Ἡ [δὲ] θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δισώματος, καθὼς ἐν τοῖς περὶ αὐτοῦ λόγοις λεπτομερῶς διηγησάμεθα, τὰ μὲν ἄνω αὐτῆς μέχρι βουβῶνος εἶναι παρθένον, ἀπὸ δὲ βουβῶνος τὰ κάτω
    v.1.p.518
  • ἔχιδναν. Καλεῖται δὲ ἡ τοιαύτη Ἐδὲμ καὶ Ἰσραήλ. Ταύτας
  • φάσκει ἀρχὰς εἶναι τῶν ὅλων, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο. Τὸν Ἐλωεὶμ δὲ ἀπρογνώστως ἐλθεῖν εἰς ἐπιθυμίαν τῆς μιξοπαρθένου, καὶ ἐπιμιγέντα γεννῆσαι ἀγγέλους δώδεκα. Τούτων τὰ ὀνόματα . . . καὶ οἱ μὲν πατρικοὶ [τῷ πατρὶ] συναίρονται,
  • οἱ δὲ μητρικοὶ τῇ μητρί. Τούτους εἶναι τοῦ . . .
  • ἀλληγορικῶς εἰρηκότος Μωσέως τὰ ἐν τῷ νόμῳ γεγραμμένα. Πεποιῆσθαι δὲ τὰ πάντα ὑπὸ τοῦ Ἐλωεὶμ καὶ τῆς Ἐδέμ, καὶ τὰ μὲν ζῷα ἅμα τοῖς λοιποῖς ἀπὸ τοῦ θηριώδους μέρους, τὸν δὲ ἄνθρωπον ἀπὸ τῶν ἄνωθεν τοῦ βουβῶνος. Καὶ ἡ μὲν
  • Ἐδὲμ κατατεθεῖσθαι ἐν αὐτῷ τὴν ψυχήν, ἥτις αὐτῆς δύναμις
  • ἦν, [Ἐλωεὶμ δὲ τὸ πνεῦμα]. Τοῦτον δὲ φάσκει μαθόντα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν καὶ καταλελοιπέναι τὴν Ἐδέμ· ἐφ᾿ ᾧ ὀργισθεῖσαν ταύτην πᾶσαν τὴν ἐπιβουλὴν ποιεῖσθαι κατὰ τοῦ πνεύματος τοῦ Ἐλωείμ, ὅπερ κατέθετο ἐν τῷ ἀνθρώπῳ.
  • Καὶ τούτου χάριν ἀπεσταλκέναι τὸν πατέρα τὸν Βαροὺχ διαταττόμενον
  • τοῖς προφήταις, ἵνα ῥυσθῇ τὸ πνεῦμα τοῦ Ἐλωείμ, καὶ πάντας ὑποσεσύρθαι ὑπὸ τῆς Ἐδέμ. Ἀλλὰ καὶ τὸν Ἡρακλέα φάσκει προφήτην γεγονέναι, ἡττῆσθαι δὲ αὐτὸν ὑπὸ τῆς Ὀμφάλης, τουτέστιν ὑπὸ τῆς Βάβελ, ἣν Ἀφροδίτην ὀνομάζουσιν.
  • Ὕστερον δὲ ἐν ταῖς ἡμέραις Ἡρώδου γεγονέναι τὸν [δὲ]
  • Ἰησοῦν υἱὸν Μαρίας καὶ Ἰωσήφ, ᾧ τὸν Βαροὺχ φάσκει λελαληκέναι· καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει.
  • Καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις
  • πειθομένων [τὸ μὲν πνεῦμα] σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.

    Οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν· εἶναι τὸν πρῶτον

  • θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας,
  • ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν· τούτους δὲ προβεβληκέναι
    v.1.p.520
    (??) αἰῶνας, ἕκαστον (??)· ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ διαθέσεσι διαφέρειν τινὰς τινῶν πρώτους. Προβεβλῆσθαι δὲ ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς
  • πάντας ἀρρενοθήλεας. Τούτους δὲ βουλευσαμένους ὁμοῦ συνελθόντας
  • ἐκ τοῦ μέσου αἰῶνος γεννῆσαι ἐκ παρθένου Μαρίας σωτῆρα τῶν πάντων, κατὰ πάντα ὅμοιον τῷ πρώτῳ σώματι ἐν σπέρματι συκίνῳ, ἐν τούτῳ δὲ ἥττονα, τῷ γεννητὸν εἶναι, τὸ γὰρ σπέρμα, ὅθεν ἡ συκῆ, ἀγέννητον. Ἦν οὖν τὸ μέγα τῶν
  • αἰώνων φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον ἐν
  • ἑαυτῷ πάντων τῶν ζῴων ἰδέας· τοῦτο ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν τοῖς γεγονόσι καὶ οὖσι, καταβάν τε ἄνωθεν ἰδεῶν αἰωνίων ἀπεμάξατο κάτω [εἰς]τὸ χάος τὰς μορφάς. Ὁ γὰρ τρίτος αἰών, ὁ ἑαυτὸν τριπλασιάσας, ὁρῶν
  • τοὺς χαρακτῆρας αὐτοῦ πάντας κατασπωμένους εἰς τὸ κάτω
  • σκότος, οὐκ ἀγνοῶν τήν τε τοῦ σκότους δεινότητα καὶ τὴν τοῦ φωτὸς ἀφελότητα, ἐποίησεν οὐρανὸν καὶ μέσον πήξας διεχώρισεν ἀναμέσον τοῦ σκότους καὶ ἀναμέσον τοῦ φωτός. Πασῶν οὖν τῶν ἰδεῶν τοῦ τρίτου αἰῶνος . . . καὶ αὐτοῦ τὸ ἐκτύπωμα
  • κρατεῖσθαί φησιν ὑπὸ τοῦ σκότους, πῦρ ὢν αὖθις ζῶν ὑπὸ τοῦ
  • φωτὸς γενόμενον ὑπῆρξεν, ἐξ ἧς φάσκουσι τὸν μέγαν ἄρχοντα γεγονέναι, περὶ οὗ Μωϋσῆς ὁμιλεῖ, λέγων εἶναι τοῦτον θεὸν πύρινον καὶ δημιουργόν, ὃς καὶ τὰς ἰδέας πάντων μεταβάλλει ἀεὶ εἰς σῶμα. Ταύτας τὰς ψυχάς, οὗ χάριν φάσκουσι τὸν
  • σωτῆρα παραγεννηθῆναι, ἐπιδεικνύντα τὴν ὁδόν, δι᾿ ἧς φεύξονται
  • αἱ κρατούμεναι ψυχαί, ἐνδεδύσθαι δὲ τὸν Ἰησοῦν τὴν δύναμιν ἐκείνην τὴν μονογενῆ· διὸ μὴ δύνασθαι θεαθῆναι ὑπό τινος διὰ τὸ μεθαλλόμενον μέγεθος τῆς δόξης. Πάντα δὲ συμβεβηκέναι αὐτῷ φασὶ καθὰ ἐν τοῖς εὐαγγελίοις γέγραπται.

    v.1.p.522

  • Οἱ δὲ κατὰ Μονόϊμον τὸν Ἄραβά φασιν εἷναι τὴν
  • τοῦ παντὸς ἀρχὴν πρῶτον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου, καὶ τὰ γενόμενα, καθὼς Μωϋσῆς λέγει, μὴ ὑπὸ τοῦ πρώτου ἀνθρώπου γεγονέναι, ἀλλὰ ὑπὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, οὐχ ὅλου, ἀλλ᾿ ἐκ μέρους αὐτοῦ. Εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου
  • ἰῶτα, ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾧ ἐστὶν ἡ τοῦ παντὸς
  • ἀριθμοῦ ὑπόστασις, δι᾿ οὗ πᾶς ἀριθμὸς συνέστηκε, καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. Τούτου δὲ ὄντος ἰῶτα ἓν καὶ κεραία μία, τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν, πάντα ἔχουσα ὅσα καὶ αὐτή, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ πατὴρ
  • τοῦ υἱοῦ τοῦ ἀνθρώπου, — γεγονέναι οὖν φησὶ τὸν κόσμον
  • Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, ἐξ ὧν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. Οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα ἰσεπιφανῆ, ἐξ ὧν συνέστηκε πῦρ, ἀήρ, ὕδωρ,
  • γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι τῶν κατειλημμένων ἐν ἐκείνῃ
  • τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου. Ὅταν οὗν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον τὰ πάθη, καταλέγει τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐδὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν. Εἰ δὲ, φησί, θέλεις
  • ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή
  • μου, ἡ σάρξ μου, ὁ νοῦς μου, καὶ ἓν ἕκαστον κατιδιοποιούμενος ὡς ἕτερος αὐτῷ· τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια ἡγούμενον οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. Ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.

  • Τατιανὸς δὲ παραπλησίως τῷ Οὐαλεντίνῳ καὶ τοῖς
  • ἑτέροις φησὶν αἰῶνας εἷναι τινὰς ἀοράτους, ἐξ ὧν ὑπό τινος κάτω τὸν κόσμον δεδημιουργῆσθαι καὶ τὰ ὄντα. Κυνικωτέρῳ
    v.1.p.524
    δὲ βίῳ ἀσκεῖται καὶ σχεδὸν οὐδὲν Μαρκίωνος ἀπεμφαίνει πρός
  • τε τὰς δυσφημίας καὶ τὰς περὶ γάμων νομοθεσίας.
  • Μαρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων ὁ τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς ἀγαθόν, δίκαιον, ὕλην· τινὲς δὲ τούτων μαθηταὶ προστιθέασι (??) λέγοντες ἀγαθόν, δίκαιον, πονηρόν, ὕλην. Οἱ δὲ πάντες τὸν

  • μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον οἱ μὲν
  • τὸν πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι, πεποιηκέναι δὲ τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης· πεποιηκέναι γὰρ οὐ καλῶς, ἀλλ᾿ ἀλόγως· ἀνάγκη γὰρ τὰ γενόμενα ὅμοια εἷναι τῷ πεποιηκότι. Διὸ καὶ ταῖς παραβολαῖς ταῖς εὐαγγελικαῖς οὕτως
  • χρῶνται λέγοντες· Οὐ δύναται δένδρον καλὸν καρποὺς
  • πονηροὺς ποιεῖν καὶ τὰ ἑξῆς, εἰς τοῦτο φάσκων εἰρῆσθαι τὰ ὑπ᾿ αὐτοῦ κακῶς νομιζόμενα. Τὸν δὲ Χριστὸν υἱὸν εἶναι τοῦ ἀγαθοῦ καὶ ὑπ᾿ αὐτοῦ πεπέμφθαι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν, ὃν ἔσω ἄνθρωπον καλεῖ, ὡς ἄνθρωπον φανέντα
  • λέγων οὐκ ὄντα ἄνθρωπον, καὶ ὡς ἔνσαρκον οὐκ ἔνσαρκον,
  • δοκήσει πεφηνότα, οὔτε γένεσιν ὑπομείναντα οὔτε πάθος, ἀλλὰ τῷ δοκεῖν. Σάρκα δὲ οὐ θέλει ἀνίστασθαι, γάμον δὲ φθορὰν εἶναι λέγων κυνικωτέρῳ βίῳ προσάγει τοὺς μαθητάς, ἐν τούτοις νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ᾿ αὐτοῦ γεγονότων
  • ἢ ὡρισμένων ἀπέχοιτο.
  • Ἀπελλῆς δὲ ὁ τούτου μαθητὴς ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἕνα φάσκει [ἀγαθόν], ὃν οὔτε οἱ προφῆται ἔγνωσαν, οὗ εἶναι υἱὸν τὸν Χριστόν· ἕτερον δὲ

  • τὸν δημιουργὸν τοῦ παντός, ὃν οὐ θεὸν εἶναι θέλει, ἕτερον
  • δὲ πύρινον τὸν φανέντα, ἕτερον δὲ πονηρόν, οὓς ἀγγέλους καλεῖ, προσθεὶς δὲ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ. Προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. Τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει
  • προσειληφέναι, ἀλλ᾿ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας.
  • v.1.p.526
    Οὕτως κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, καταλύειν αὐτοὺς ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας· σάρκας τε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει.

  • Κήρινθος δέ, ὁ ἐν τῇ Αἰγύπτῳ ἀσκηθεὶς αὐτός, οὐχ
  • ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ᾿ ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. Τὸν δὲ Ἰησοῦν λέγει μὴ ἐκ παρθένου γεγεννῆσθαι, γεγονέναι
  • δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς
  • ἀνθρώποις, καὶ διενηνοχέναι ἐν δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ συνέσει ὑπὲρ πάντας τοὺς λοιπούς. Καὶ μετὰ τὸ βάπτισμα κατεληλυθέναι εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν
  • ἄγνωστον πατέρα καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει
  • τοῦ πάθους ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ· πεπονθέναι τὸν Ἰησοῦν, τὸν δὲ Χριστὸν ἀπαθῆ μεμενηκέναι, πνεῦμα κυρίου ὑπάρχοντα.