Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

  • Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου·

    Ἐπιτομὴ πάντων τῶν φιλοσόφων,

    Ἐπιτομὴ πασῶν [τῶν] αἱρέσεων,

  • Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος.
  • Τὸν λαβύρινθον τῶν αἱρέσεων οὐ βίᾳ διαρρήξαντες, ἀλλὰ μόνῳ ἐλέγχῳ ἀληθείας δυνάμει διαλύσαντες, πρόσιμεν ἐπὶ τὴν τῆς ἀληθείας ἀπόδειξιν. Τότε γὰρ τῆς πλάνης ἔντεχνα σοφίσματα ἀσύστατα φανερωθήσεται, ἐπὰν ὁ τῆς ἀληθείας

  • ὅρος ἐπιδειχθῇ, οὐκ ἀπὸ σοφίας Ἑλλήνων ἀρχὰς μεταλαβών,
  • οὐδ᾿ Αἰγυπτίων δόγματα, τὰ ἐν αὐτοῖς μετ᾿ ἀξιοπιστίας θρησκευόμενα μάταια, ὡς ἄρρητα διδαχθείς, οὐδὲ Χαλδαίων ἀσυστάτῳ περιεργίᾳ σοφισθείς, οὐδὲ Βαβυλωνίων ἀλογίστῳ μανίᾳ
    v.1.p.496
    δι᾿ ἐν[εργεί]ας δαιμόνων καταπλαγείς, ἀλλ᾿ ᾧ ὑπάρχει τρόπῳ
  • ὅρος ἀληθὴς ὢν ἀφύλακτός τε καὶ ἀκαλλώπιστος, ὃς μόνον
  • φανεὶς ἐλέγξει τὴν πλάνην. Περὶ οὗ εἰ καὶ πλειστάκις ἀποδείξεις ἐποιήσαμεν καὶ ἱκανῶς τὸν τῆς ἀληθείας κανόνα ἀφθόνως τοῖς βουλομένοις ἐπεδείξαμεν, ἀλλά γε καὶ νῦν οὐκ ἄλογον ἐκρίναμεν ἐπὶ πᾶσι τοῖς Ἕλλησι δεδοκημένοις καὶ αἱρετικοῖς
  • ὡσεὶ κορωνίδα τῶν βίβλων ἐπενέγκαι ταύτην τὴν ἀπόδειξιν
  • διὰ τῆς δεκάτης βίβλου.

    Συμπεριλαβόντες τοίνυν τὰ πάντων τῶν παρ᾿ Ἕλλησι σοφῶν δόγματα ἐν τέσσαρσι βιβλίοις, τὰ δὲ τοῖς αἱρεσιάρχαις ἐν πέντε, νῦν τὸν περὶ ἀληθείας λόγον ἐν ᾱ ἐπιδείξομεν, ἀνακεφαλαιούμενοι

  • πρῶτον τὰ πᾶσι δεδοκημένα. Οἱ μὲν γὰρ
  • τῶν Ἑλλήνων δογματισταὶ τὴν φιλοσοφίαν τριχῆ διελόντες οὕτως ἐφιλοσόφησαν, οἱ μὲν φυσικήν, οἱ δὲ ἠθικήν, οἱ δὲ διαλεκτικὴν προσαγορεύσαντες. Καὶ οἱ μὲν τὴν φυσικὴν οὗτοι γεγένηνται, οὕτως δὲ διηγήσαντο· οἱ μὲν ἐξ ἑνὸς τὰ πάντα, οἱ
  • δὲ ἐκ πλειόνων· καὶ τῶν ἐξ ἑνὸς οἱ μὲν ἐξ ἀποίου, οἱ δὲ
  • ἐκ [τοῦ] ποιοῦ· καὶ τῶν ἐκ ποιοῦ οἱ μὲν ἐκ πυρός, οἱ δὲ ἐξ ἀέρος, οἱ δὲ ἐξ ὕδατος, ἄλλοι δὲ ἐκ γῆς· καὶ τῶν ἐκ πλειόνων οἱ μὲν ἐξ ἀριθμητῶν, [οἱ δὲ ἐξ ἀπείρων· καὶ τῶν ἐξ ἀριθμητῶν] οἱ μὲν ἐκ δυοῖν, οἱ δὲ ἐκ τεσσάρων, οἱ δὲ ἐκ (??),
  • οἱ δὲ ἐκ (??)· καὶ τῶν ἐξ ἀπείρων οἱ μὲν ἐξ ὁμοίων τοῖς γεννωμένοις,
  • οἱ δὲ ἐξ ἀνομοίων· καὶ τούτων οἱ μὲν ἐξ [ἀπα]θῶν, οἱ δὲ ἐκ παθητῶν. Ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων συνεστήσαντο γένεσιν οἱ Στωϊκοί. Ἀρχὴ
    v.1.p.498
    γὰρ τῶν ὅλων κατ᾿ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι᾿ ὅλων
  • τρεπτή· μεταβαλλούσης δὲ αὐτῆς γίνεται πῦρ, ἀήρ, ὕδωρ, γ(??)
  • Ἐξ ἑνὸς δὲ καὶ ποιοῦ γεγενῆσθαι τὰ πάντα θέλουσιν οἵ τε περὶ τὸν Ἵππασον καὶ Ἀναξίμανδρον καὶ Θαλῆ τὸν Μιλήσιον. Ἵππασος μὲν ὁ Μεταπόντιος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος ἐκ πυρὸς ἀπεφήναντο τὴν γένεσιν, Ἀναξίμανδρος δὲ ἐξ ἀέρος
  • Θαλῆς δὲ ἐξ ὕδατος, Ξενοφάνης δὲ ἐκ γῆς. Ἐκ γῆς γὰρ, φησί,
  • πάντα ἐστί, καὶ εἰς γῆν πάντα τελευτᾷ.

    Ἐκ πλειόνων δὲ καὶ ἀριθμητῶν, δυεῖν μέν, γῆς τε καὶ ὕδατος, τὰ ὅλα συνεστηκέναι φησὶν ὁ ποιητὴς Ὅμηρος ὁτὲ μὲν λέγων·

    v.1.p.500
  • Τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·
  • Ζεὺς ἀήρ, Ἥρη τε φερέσβιος, ἠδ᾿ Ἀϊδωνεύς, Νῆστις δὲ ἡ δακτοῖς σπονδε κρουνῷ μαβρόντιον. Ἐκ πέντε δὲ Ὄκελλος ὁ Λευκανὸς καὶ Ἀριστοτέλης· συμπαρέλαβον γὰρ τοῖς τέσσαρσι στοιχείοις τὸ πέμπτον καὶ κυκλοφορητικὸν
  • σῶμα, ἐξ οὗ λέγουσιν εἶναι τὰ οὐράνια. Ἐκ δὲ τῶν (??)
  • τὴν τῶν πάντων ὑπέθεντο γένεσιν οἱ περὶ τὸν Ἐμπεδοκλέα. Ἐν οἷς μὲν γὰρ λέγει· (??) τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε, ἐκ τεσσάρων ποιεῖ τὴν γένεσιν· ὅταν δὲ προσθῇ· Νεῖκός τ᾿ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἁπάντη,
  • καὶ φιλίη μετὰ τοῖσιν, ἴση μῆκός τε πλάτος τε,
  • ἓξ παραδίδωσι τὰς τῶν ὅλων ἀρχάς, (??) μὲν ὑλικάς, γῆν, ὕδωρ, πῦρ, ἀέρα, δύο δὲ τὰς δραστηρίους, φιλίαν καὶ νεῖκος. Ἐξ ἀπείρων δὲ ἐδογμάτισαν τὴν τῶν πάντων γένεσιν οἱ περὶ Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημόκριτον καὶ Ἐπίκουρον
  • καὶ ἄλλοι παμπληθεῖς, ὧν ἐκ μέρους πρότερον ἐμνήσθημεν.
  • Ἀλλ᾿ ὁ μὲν Ἀναξαγόρας ἐξ ὁμοίων τοῖς γεννωμένοις, οἱ δὲ περὶ τὸν Δημόκριτον καὶ Ἐπίκουρον ἐξ ἀνομοίων τε καὶ ἀπαθῶν, τουτέστιν ἐκ τῶν ἀτόμων, οἱ δὲ περὶ τὸν Ποντικὸν Ἡρακλείδην καὶ Ἀσκληπιάδην ἐξ ἀνομοίων [μέν], παθητῶν δέ,
  • καθάπερ τῶν ἀνάρμων ὄγκων, οἱ δὲ περὶ τὸν Πλάτωνα ἐκ
  • τριῶν· εἶναι ταῦτα λέγουσι θεὸν καὶ ὕλην καὶ παράδειγμα. Τὴν δὲ ὕλην μερίζει εἰς τέσσαρας ἀρχάς, πῦρ, ὕδωρ, γῆν,
    v.1.p.502
    ἀέρα· θεὸν δὲ τὸν ταύτης εἶναι δημιουργόν, τὸ δὲ παράδειγμα νοῦν.

  • Πεπεισμένοι τοίνυν ὅτι πᾶσι τούτοις ὁμολογουμένως
  • ἄπορος εὑρίσκεται ὁ τῆς φυσιολογίας λόγος, αὐτοὶ περὶ τῶν τῆς ἀληθείας παραδειγμάτων ὡς ἔστι καὶ πεπιστεύκαμεν, ἀόκνως ἐροῦμεν, πλ[ὴν] καὶ τὰ τοῖς αἱρεσιάρχαις ἐπιτομῇ πρότερον ἐκθέμενοι, ἵνα καὶ διὰ τούτου εὔγνωστα τὰ πάντων δόγματα παραστήσαντες
  • φανερὰν καὶ εὔγνωστον τὴν ἀλήθειαν ἐπιδείξωμεν.
  • Ἀλλ᾿ ἐπεὶ οὕτως δοκεῖ, ἀρξώμεθα πρῶτον ἀπὸ τῶν τοῦ ὄφεως λειτουργῶν. Ναασσηνοὶ ἄνθρωπον καλοῦσι τὴν πρώτην τῶν ὅλων ἀρχήν, τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου· τοῦτον δὲ τριχῆ διαιροῦσιν. Ἔστι μὲν γὰρ αὐτοῦ, φασί, τὸ μὲν

  • νοερόν, τὸ δὲ ψυχικόν, τὸ δὲ χοϊκόν. Καλοῦσι δὲ αὐτὸν Ἀδάμαν,
  • καὶ νομίζουσι τὴν εἰς αὐτὸν εἶναι γνῶσιν ἀρχὴν τοῦ δύνασθαι γνῶναι θεόν. Καὶ ταῦτα πάντα τὰ νοερὰ καὶ τὰ ψυχικὰ καὶ τὰ χοϊκὰ κεχωρηκέναι εἰς τὸν Ἰησοῦν, καὶ ὁμοῦ δι᾿ αὐτοῦ λελαληκέναι τὰς τρεῖς οὐσίας τοῖς τρισὶ γένεσι. Τοῦ
  • παντὸς οὗτοι φάσκουσι τρία γένη, ἀγγελικόν, ψυχικόν, χοϊκόν,
  • καὶ τρεῖς εἶναι ἐκκλησίας, ἀγγελικήν, ψυχικήν, χοϊκήν· ὀνόματα δὲ αὐταῖς, ἐκλεκτή, κλητή, αἰχμάλωτος. Ταῦτα ἐστὶ τὰ κατ᾿ αὐτοὺς κεφάλαια, ὡς ἐν ὀλίγῳ ἔστι καταλαβεῖν. Ταῦτά
  • φασι παραδεδωκέναι τὸν Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου τῇ
  • Μαριάμνῃ, καταψευδόμενοι ἀμφοτέρων.

    Οἱ δὲ Περάται, Ἀδέμης ὁ Καρύστιος καὶ Εὐφράτης ὁ Περατικός, λέγουσιν ἕνα εἶναι κόσμον τινά, οὕτως καλοῦντες τοῦτον, τριχῆ διῃρημένον. Ἔστι δὲ [τῆς] τριχῆ διαιρέσεως

    v.1.p.504
  • παρ᾿ αὐτοῖς [τὸ μὲν ἓν μέρος,] οἷον ἡ μία ἀρχὴ καθάπερ πηγὴ
  • μεγάλη, εἰς ἀπείρους τομὰς τῷ λόγῳ τμηθῆναι δυναμένη. Ἡ δὲ πρώτη τομὴ καὶ προεχεστέρα κατ᾿ αὐτούς ἐστιν ἡ τριάς, καὶ [τὸ μὲν ἒν μέρος] καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πα(??)ικόν· τὸ δὲ δεύτερον μέρος τῆς τριάδος οἱονεὶ δυνάμεων ἄπειρόν
  • τι πλῆθος· τρίτον ἰδικόν· καὶ ἔστι τὸ μὲν πρῶτον ἀγέννητον
  • [ὅπερ ἐστὶν ἀγαθόν· τὸ δὲ δεύτερον ἀγαθὸν αὐτογενές τὸ τρίτον γεννητόν·] ὅθεν διαρρήδην λέγουσι τρεῖς θεούς, τρεῖ, λόγους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. Ἑκάστῳ γὰρ μέρει τοῦ κόσμου, τῆς διαιρέσεως διακεκριμένης, διδόασι καὶ θεοὺς καὶ
  • λόγους καὶ ἀνθρώπους καὶ τὰ λοιπά. Ἄνωθεν δὲ ἀπὸ τῆς
  • ἀγεννησίας καὶ τῆς τοῦ κόσμου πρώτης τομῆς, ἐπὶ συντελείᾳ λοιπὸν τοῦ κόσμου καθεστηκότος, κατεληλυθέναι ἐπὶ τοῖς Ἡρώδου χρόνοις τριφυῆ τινα ἄνθρωπον καὶ τρισώματον καὶ τριδύναμον, καλούμενον Χριστόν, ἀπὸ τῶν τριῶν ἔχοντα τοῦ κόσμου
  • μερῶν ἐν αὑτῷ πάντα τὰ [τοῦ κόσμου] συγκρίματα καὶ
  • τὰς δυνάμεις. Καὶ τοῦτο εἶναι θέλουσι τὸ εἰρημένον· Ἐν ᾦ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Κατενεχθῆναι δὲ ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογεννήτου, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾧ
  • ἐσμὲν ἡμεῖς, παντοίων δυνάμεων σπέρματα. Κατεληλυθέναι
  • δὲ τὸν Χριστὸν ἄνωθεν ἀπὸ ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῆ διῃρημένα. Ἃ μὲν γὰρ, φησίν, ἔστιν ἄνωθεν κατενηνεγμένα, ἀνελεύσεται δι᾿ αὐτοῦ,
    v.1.p.506
    τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἀφίεται καὶ κολασθέντα
  • ἀποπέμπεται. Δύο δὲ εἶναι μέρη τὰ σωζόμενα λέγει,
  • τὰ ὑπερκείμενα, ἀπαλλαγέντα τῆς φθορᾶς, τὸ δὲ τρίτον ἀπόλλυσθαι, ὃν κόσμον ἰδικὸν καλεῖ. Ταῦτα καὶ οἱ Περάται.

    Τοῖς δὲ Σηθιανοῖς δοκεῖ, ὅτι τῶν ὅλων εἰσὶ τρεῖς ἀρχαὶ περιωρισμέναι. Ἑκάστη δὲ τῶν ἀρχῶν . . .

  • πέφυκε [δύνασθαι] γενέσθαι, ὡς ἐν ἀνθρωπίνῃ ψυχῇ πᾶσα
  • ἡτισοῦν διδασκομένη τέχνη, οἱονεὶ γένοιτο παιδίον αὐλητῇ γενέσθαι αὐλεῖν, ἢ γεωμέτρῃ γεωμετρεῖν, ἢ τινὶ τέχνῃ ὁμοίως. Αἱ δὲ τῶν ἀρχῶν, φασίν, οὐσίαι εἰσὶ φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον· τὸ δὲ πνεῦμα τὸ τεταγμένον
  • ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω, καὶ τοῦ φωτός,
  • ὅπερ ἐστὶν ἄνω, λέγουσιν, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὖρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεί τις ὀσμὴ μύρου ἢ θυμιάματος ἐκ συνθέσεως κατασκευαζομένου λεπτή, διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι λόγου φορᾷ
  • εὐωδίας. Ἐπεὶ τοίνυν ἐστὶν ἄνω τὸ φῶς καὶ κάτω τὸ σκότος
  • καὶ τούτων μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς [ὡς] ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπουσα εἰς τὸ ὑποκείμενον σκότος, ἡ δὲ τοῦ πνεύματος εὐωδία φέρεται μέσην ἔχουσα τάξιν καὶ ἐξικνεῖται, ὥσπερ ἡ τῶν θυμιαμάτων ὀσμὴ ἐπὶ τῷ πυρὶ φέρεται, τοιαύτης δὲ οὔσης
  • τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ
  • φωτὸς ὁμοῦ ἐστι κάτω ἡ δύναμις ἐν τῷ σκότει τῷ ὑποτεταγμένῳ. Τὸ δὲ σκότος ὕδωρ εἶναι φασὶ φοβερόν, εἰς ὃ
    v.1.p.508
    κατέσπασται [καὶ] μετενήνεκται εἰς τοιαύτην φύσιν μετὰ τοῦ πνεύματος τὸ φῶς. Φρόνιμον οὖν τὸ σκότος ὂν καὶ γινῶσκον, ὅτι,
  • ἂν ἀπαρθῇ ἀπ᾿ αὐτοῦ τὸ φῶς, μένει τὸ σκότος ἔρημον, ἀφανές,
  • ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές, τῷδε πάσῃ συνέσει καὶ φρονήσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόνα καὶ τὸν σπινθῆρα τοῦ φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας. Εἰκόνα τούτου ταύτην παρεισάγουσι, λέγοντες· ὥσπερ
  • ἡ κόρη τοῦ ὀφθαλμοῦ [ὑπὸ] ὑποκειμένων ὑδάτων σκοτεινῂ
  • φαίνεται, φωτίζεται δὲ ὑπὸ τοῦ πνεύματος, οὕτως ἀντιποιεῖται τὸ σκότος τοῦ πνεύματος, ἔχει δὲ παρ᾿ ἑαυτῷ πάσας τὰς δυνάμεις βουλομένας ἀφίστασθαι καὶ ἀνιέναι. Εἰσὶ δὲ αὗται ἀπειράκις ἄπειροι, ἐξ ὧν τὰ πάντα τυποῦται καὶ γίνεται ἐπιμιγνυμένων
  • δίκην σφραγίδων. Ὥσπερ γὰρ σφραγὶς ἐπικοινωνήσασα
  • κηρῷ τὸν τύπον ἐποίησεν αὐτὴ παρ᾿ ἑαυτῇ ἡτισοῦν [ἦν] μένουσα, οὕτως καὶ αἱ δυνάμεις ἐπικοινωνήσασαι τὰ πάντα ἀπεργάζονται γένη ζῴων ἄπειρα. Γεγονέναι οὖν ἀπὸ τῆς πρώτης συνδρομῆς τῶν τριῶν ἀρχῶν μεγάλης σφραγῖδος ἰδέαν, οὐρανὸν
  • καὶ γῆν, εἶδος ἔχουσαν παραπλήσιον μήτρᾳ ὀμφαλὸν
  • ἐχούσῃ μέσον. Οὕτως δὲ καὶ τὰς λοιπὰς ἐκτυπώσεις τῶν πάντων ἐκτετυπῶσθαι ὥσπερ οὐρανὸν καὶ γῆν μήτρᾳ παραπλησίους. Ἐκ δὲ τοῦ ὕδατος γεγονέναι φασὶ πρωτόγονον ἀρχήν, ἄνεμον σφοδρὸν καὶ λάβρον καὶ πάσης γενέσεως αἴτιον, βρασμόν
  • τινα καὶ κίνησιν ἐργαζόμενον τῷ κόσμῳ ἐκ τῆς τῶν ὑδάτων
  • κινήσεως. Τοῦτον δὲ ἐπιτελεῖν εἶδος συρίγματι ὄφεως παραπλήσιον, φέρων ὅθεν ἦν ὁ φορῶν ὁ κόσμος πρὸς γένεσιν ὁρμᾷ ὀργήσας ὡς μήτρα, καὶ ἐντεῦθεν θέλουσι συνίστασθαι τὴν τῶν ὅλων γένεσιν. Τοῦτον δὲ εἶναι πνεῦμα ἀνέμου λέγουσι
  • τέλειον θεὸν ἐκ τῆς τῶν ὑδάτων καὶ τῆς τοῦ πνεύματος
  • εὐωδίας καὶ φωτὸς λαμπηδόνος γεγονέναι, καὶ εἶναι γέννημα θηλείας νοῦν· τὸν ἄνωθεν σπινθῆρα κάτω ἀναμεμιγμένον σὺν τοῖς περισυγκρίτοις σώματος σπεύδειν ἐκφεύγειν, ἐκφυγόντα
    v.1.p.510
    πορεύεσθαι καὶ τὴν λύσιν οὐχ εὑρίσκειν διὰ τὴν ἐν τοῖς ὕδασι
  • δέσιν. Διὸ ἐβόα ἐκ τῆς τῶν ὑδάτων μίξεως κατὰ τὸν ψαλμῳδόν,
  • ὡς λέγουσι. Πᾶσα οὗν ἡ φροντὶς τοῦ ἄνω φωτός ἐστιν, ὅπως ῥύσηται τὸν κάτω σπινθῆρα ἀπὸ τοῦ κάτω πατρός, ἀνέμου ἐπεγείροντος βρασμὸν καὶ τάραχον καὶ ἑαυτῷ νοῦν υἱοποιήσαντος οὐκ ὄντα αὐτοῦ, φάσκουσιν, [ἴδιον, ὃν] ἰδόντα
  • τὸν τέλειον λόγον τοῦ ἄνωθεν φωτὸς αὐτὸν ἀπομορφώσαντα
  • εἴδει ὄφεως κεχωρηκέναι ἐν μήτρᾳ, ἵνα τὸν νοῦν ἐκεῖνον, τὸν ἐκ τοῦ φωτὸς σπινθῆρα, ἀναλαβεῖν δυνηθῇ. Καὶ τοῦτο εἶναι τὸ εἰρημένον· Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε
  • μορφὴν δούλου λαβών. Καὶ ταύτην εἶναι τὴν [δουλικὴν]
  • μορφὴν οἱ κακοδαίμονες θέλουσι καὶ πολυπή[μονες] Σηθιανοί. Ταῦτα μὲν οὗν καὶ οὗτοι λέγουσιν.