Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὅτι δέ ἐστιν * * * »ἁρμονίη ὄκως περ τόξου καὶ λύρης.« ὅτι δὲ ὁ θεὸς) ἀφανὴς ὁ] ἀόρατος ἄγνωστος ἀνθρώποις, ἐν τούτοις λέγει· »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων· ἐπαινεῖ καὶ προθαυμάζει πρὸ τοῦ γινωσκομένου τὸ ἄγνωστον αὐτοῦ καὶ ἀόρατον τῆς δυνάμεως. ὅτι δὲ ἐστιν ὁρατὸς ἀνθρώποις καὶ οὐκ ἀνεξεύρετος, ἐν τούτοις λέγει· »ὅσων ὄψις, ἀκοή, μάθησις, ταῦτα ἐγὼ προτιμέω«, φησί, τουτέστι τὰ ὁρατὰ τῶν ἀοράτων. * * * ἀπὸ τῶν τοιούτων αὐτοῦ λόγων κατανοεῖν ῥᾴδιον·

»ἐξηπάτηνται«, φησίν, »οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν κοὶ κατ]ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾿ ἐλάβομεν ταῦτα.«

Οὕτως Ἡράκλειτος ἐν ἴσῃ μοίρᾳ τίθεται καὶ τιμᾷ τὰ ἐμφανῆ τοῖς ἀφανέσιν, ὡς ἕν τι τὸ ἐμφανὲς καὶ τὸ ἀφανὲς ὁμολογουμένως ὑπάρχον. »εστι γὰρ«, φησίν »ἁρμονίη ἀφανὴς φανερῆς κρείττων«, καὶ »ὅσων ὄψις, ἀκοή, μάθησις« — τουτέστι τὰ ὄργανα —, »ταῦτα«, φησίν, »ἐγὼ προτιμέω«, οὐ τὰ ἀφανῆ προτιμήσας.