Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὅτι δὲ λόγος ἐστὶν ἀεὶ τὸ πᾶν καὶ παντὸς παντὸς ὤν, οὕτως λέγει· »τοῦ δὲ λόγου τοῦδ᾿ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινο- [*](3 II Petr. 2, 22, vgl. Wendland S. Α. Β. 1898 S. 794 — 11 Ι 4 — 15 —17 vgl. Heraklit Fr. 67 D. — 17 den Gegensatz θεὸν δίκαιον kann Η. gebildet haben ans der gnostischen Antithese (Marcion) — Heraklit Fr. 50 D., s. auch Heide!, Proceedings of the American Academy of Arts and Sciences XLVIII S. 704 — 19 Heraklit Fr. 51 D. — 22 Heraklit Fr. 1 D.) [*](1 διελλεγξάντων Ρ 2 συναναγκαζόμενοι We. 6 + καὶ Sauppe 7 ἔπειτα Miller: ἐπεὶ Ρ μέρη > ö. 8 τυχὸν Cruice: τυχόντες Ρ εἴσασιν Ρ 10 τι Wordsworth (oder ἐπαύσαντ᾿ ἂν), παύσαιντ᾿ ἂν Diels 11 φιλοσοφομένους (so) Ρ 12 προσαντιπαραχθῆναι ö.: πρὸς ἀνπαραχθῆναι Ρ ἀγγίιονος ἐλλέγχου Ρ 13 τούτου] τοιοῦτοι Sauppe, τούτους Klost. 13 f μαθηταί, οὐκ ὄντες Sauppe: μαθητάς, οὐκ ὄντας Ρ 15 <ἕν> φησιν Bernays, doch s. Heidel 16 λόγον χρόνον> αἰῶνα Diels Vorsokr. Ι3 S. 87 πατέρα υἱόν christlicher Zusatz 17 <ἄδικον> Diels λόγου Bernays: δόγμτ Ρ 18 ἐν Ρ εἶναι Miller: εἰδέναι > Heidel (Glosse von ὁμολογεῖν) 19 εἴσασιν Ρ 20 ὁμολογέειν Ρ 22 Ρ, αἰῶνος Bernays τοῦ δέοντος Ρ ἀξύνετοι Heraklit bei Sext.: ξετοὶ Ρ 23 ἀκούσαντας Ρ 23 f γινόμενον Ρ)

242
μένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιουτέων, ὁποῖα ἐγὼ διηγεῦμαι, διαιρέων κατὰ φύσιν καὶ φράζων ὅπως ἔχει.«

ὅτι δέ ἐστι παῖς τὸ πᾶν καὶ δι᾿ αἰῶνος αἰώνιος βασιλεὺς τῶν ὅλων οὕτως λέγει· »αἰὼν παῖς ἐστι παίζων, πεττεύων· παιδὸς ἡ βασιληίη.« ὅτι δέ ἐστιν ὁ πατὴρ πάντων τῶν γεγονότων γενητὸς ἀγένητος, κτίσις δημιουργός, ἐκείνου λέγοντος ἀκούομεν· »πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν | [*](f. 111r) δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους«.