Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τινα οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.

οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, <ὡς> ἐπιμένειν τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ περὶ τῆς παρουσίας τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χρ(ιστὸν) παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολο- [*](13 ff vgl. los. C. Apion. II 16. 17 § 171. 173 Ν. — 16 vgl. los. C. Apion. II 15 § 154. 156 N.) [*](4 ἐκτεθήμεθα Ρ 8 κ(ύριον) Gö.: κ(τίστην) Scott|: καλά Cruice 12f παραμένοντα πάντα Ρ, verb. Gö. 15 παρ᾿ αὐτοῖς Sauppe: παρὰ τοῖς Ρ 16 ἐν ὄρει τὸν? Miller + οὐ Sauppe νεοστὶ Ρ, θεόκτιστον Cruice 24 βούλοινται Ρ 26 <τὸν> παρεσόμενον Sanppe 28 + ὡς Gö. 30 τὸ <τὸν> Sauppe)

264
γεῖν ἐλ(ηλυθέν)αι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν.

καὶ τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν· ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὐκ ὄντα, εἰς ὃν τὰ μὲν σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, ὁμολογοῦσι, τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι·

γένεσιν μὲν γὰρ αὐτοῦ ἐσομένην λέγουσιν ἐκ γένους Δαβίδ, ἀλλ’ οὐκ ἐκ παρθένου καὶ ἁγίου πνεύματος, ἀλλ’ ἐκ γυναικὸς καὶ ἀνδρός, ὡς πᾶσιν ὅρος γεννᾶσθαι ἐκ σπέρματος, φάσκοντες τοῦτον ἐσόμενον βασιλέα ἐπ᾿ αὐτούς, ἄνδρα πολεμιστὴν καὶ δυνατόν, ὃς ἐπισυνάξας τὸ πᾶν ἔθνος Ἰουδαίων, πάντα τὰ ἔθνη πολεμήσας, ἀναστήσει αὐτοῖς τὴν Ἱερουσαλὴμ πόλιν βασιλίδα, εἰς ἣν ἐπισυνάξει ἅπαν τὸ ἔθνος, καὶ πάλιν ἐπὶ τὰ ἀρχαῖα ἔνη ἀποκαταστήσει βασιλεῦον καὶ ἱερατεῦον καὶ κατοικοῦν ἐν πεποιθήσει ἐν χρόνοις ἱκανοῖς·

ἔπειτα ἐπαναστῆναι κατ᾿ αὐτῶν πόλεμον ἐπισυναχθέντων· ἐν ἐκείνῳ τῷ πολέμῳ πεσεῖν τὸν Χριστὸν ἐν μαχαίρῃ, ἔπειτα μετ᾿ οὐ πολὺ τὴν συντέλειαν καὶ ἐκπύρωσιν τοῦ παντὸς ἐπιστῆναι, καὶ οὕτως τὰ περὶ τὴν ἀνάστασιν δοξαζόμενα ἐπιτελεσθῆναι, τάς τε ἀμοιβὰς ἑκάστῳ κατὰ τὰ πεπραγμένα ἀποδοθῆναι.

Δοκεῖ μὲν ἡμῖν ἱκανῶς τὰ πάντων Ἑλλήνων τε καὶ βαρβάρων δόγματα ἐκτεθεῖσθαι, μηδὲν δὲ ἀπολελοιπέναι μήτε τῶν φιλοσοφου- μένων μήτε τῶν ὑπὸ αἱρετικῶν φα(σκο)μένων ἀναπόδεικτον· οἷς ἐξ αὐτῶν τῶν ἐκτεθέντων φανερὸς γεγένηται ὁ ἔλεγχος ἢ κλεψιλογησάντων ἤ τινα ἐρανισαμένων, αὐτὰ τὰ ὑπὸ Ἑλλήνων πεπονημένα παραθεμένων ὡς θεῖα.

διὰ πάντων οὖν διαδραμόντες καὶ μετὰ πολλοῦ πόνου ἐν ταῖς ἐννέα βίβλοις τὰ πάντα δόγματα ἐξειπόντες, πᾶσί τε ἀνθρώποις ἐφόδιον ἐν βίῳ <οὐ> μικρὸν καταλιπόντες τοῖς παροῦσιν οὐκ ὀλίγης χαρᾶς καὶ θυμηδίας φιλομάθειαν παρασχόντες, εὔλογον ἡγούμεθα ὥσπερ κορυφὴν τοῦ παντὸς <τὸν> ἀληθείας λόγον ἐπενέγκαι, καὶ τοῦτον ἐν μιᾷ βίβλῳ τῇ δεκάτῃ περιγράψαι, ὅπως ὁ ἐντυγχάνων μὴ μόνον ἀνατροπὴν τῶν τετολμηκότων αἱρέσεις συστήσασθαι ἐπιγνοὺς καταφρονήσῃ τῶν ματαίων, ἀλλὰ καὶ τὴν τῆς ἀληθείας δύναμιν ἐπιγνοὺς ἀξίως θεῷ πιστεύσας σωθῆναι δυνηθῇ.

[*](19 C. 31 ediert von Wordsworth a. a. Ο. S. 274f)[*](1 Accent von ἐληλυθέναι sichtbar in Ρ ἐπὶ Ρ 4 εἰς ὄντα Ρ, verb. Gö. 5 μέρους <ἀναφέρεσθαι> Gö. 6 πλανώμενον Ρ 8 γενᾶσθαι Gö. 20 ἐκτεθῆσθαι Ρ ἀπολελυπέναι Ρ 23 <καὶ> αὐτὰ Cruice τοῖς Ρ (βιβλίοις? Miller) 26 + οὐ Wordsworth Cruice, vgl. S. 2, 26 27 Wordsworth Roeper: ὀλίγοις Ρ θυμιδίας Ρ 28 + τὸν Miller)
265

Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου·

Ἐπιτομὴ πάντων τῶν φιλοσόφων,

Ἐπιτομὴ πασῶν <τῶν>

Καὶ ἐπὶ πᾶσι, τίς ὁ τῆς ἀληθείας λόγος.