Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τὸν μὲν θεὸν ἕνα εἶναι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ ποιήσαντα πάντα οὐ πρότερον ὄ(ντα), οὐδὲ ἔκ τινος ὑποκειμένης συγχόνου οὐσίας, ἀ(λλὰ θ)ελήσαντα καὶ κτίσαντα, εἶναί τε ἀγγέλους, καὶ τούτους γενομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικὸν πρὸς δόξαν καὶ αἶνον θεῶ ἀεὶ παραμένον· τὰ πάντα δὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον.

ἤθους τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ τῶν νόμων ἐπιγνῶναι. ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἠν παρ᾿ ἀ<υ>τοῖς ἀρχῆθεν, <οὐ> νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους.

ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τινα οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.

οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, <ὡς> ἐπιμένειν τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ περὶ τῆς παρουσίας τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χρ(ιστὸν) παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολο- [*](13 ff vgl. los. C. Apion. II 16. 17 § 171. 173 Ν. — 16 vgl. los. C. Apion. II 15 § 154. 156 N.) [*](4 ἐκτεθήμεθα Ρ 8 κ(ύριον) Gö.: κ(τίστην) Scott|: καλά Cruice 12f παραμένοντα πάντα Ρ, verb. Gö. 15 παρ᾿ αὐτοῖς Sauppe: παρὰ τοῖς Ρ 16 ἐν ὄρει τὸν? Miller + οὐ Sauppe νεοστὶ Ρ, θεόκτιστον Cruice 24 βούλοινται Ρ 26 <τὸν> παρεσόμενον Sanppe 28 + ὡς Gö. 30 τὸ <τὸν> Sauppe)

264
γεῖν ἐλ(ηλυθέν)αι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν.

καὶ τὸν μὲν οὕτως ἀποσταλέντα ὑπὸ τοῦ θεοῦ Χριστὸν οὐκ εἶναι τοῦτον λέγουσιν· ἐλεύσεσθαι δὲ ἕτερον, τὸν οὐκ ὄντα, εἰς ὃν τὰ μὲν σύμβολα ἐκ μέρους, ὅσα ὁ νόμος καὶ οἱ προφῆται προέφηναν, ὁμολογοῦσι, τινὰ δὲ καὶ πλανώμενοι νομίζουσι·