Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν | εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης, θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰς ἀεὶ κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.

Ταῦτα μὲν οὐν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, (καὶ) τὸ(ν θεὸ)ν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. ἀνάστασιν δὲ ἀρνοῦνται οὐ μόνον σαρκός. ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι.

τ(αύ)τ(ῃ δὲ) εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ <τού>τῳ πληροῦσθαι τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα.

ὅτι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅτι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ Νῷ μηδὲν τῶν κατὰ ἴνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι.

αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἳνα καλώς βιώσῃ καὶ τέκνα ἐπὶ γῆς καταλείπῃ. προφήταις δὲ οὐ προσέχουσιν, [*](6f vgl. Ι 19, 19 — 9—12. 17—25. u. 26—S. 263, 3 Zusatz des Hipp. 22 ff vgl. 1 22, 5 ὅ τι ἂν δράσῃ τις ἐν τῷ βίῳ τούτῳ καὶ διαλάθῃ, ἀνεύθυνον εἶναι παντελῶς) [*](2 καιρίοις Ρ 4 ἐπιεικῶς Miller: ἐπιεικὸς Ρ, ἐπὶ νεῖκος Gö. 14 καὶ τὸν θεὸν auch los. 15 ἐξ > Cruice ἐξουσίαν Ρ, verb. Gö. ἐξουσίαν αἱρ. Miller 17 ταύτην Ρ nach Miller, verb. Scott 18 ἐνὶ δέ τῳ Miller τούτῳ Scott Gö.: τῶ Ρ 23 ἄνθρωπος > We., ἀνθρώποις Gö. καὶ] κἂν UV Sauppe διαλάθῃ We. (vgl. Zeugaisse und Plato Gorg. 472 Ε ff): διαλαχθῆ Ρ, διαλλαχθῇ Miller 24 διαφυγῶν Ρ 25 μέλειν Ρ κατά γῆν oder κάτω Gö.)

263
ἀλλ᾿ οὐδὲ ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. ταῦτα μὲν οὖν, ἂ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.

Ἐπεὶ τοίνυν καὶ τὰς παρὰ Ἰουδαίοις διαφορὰς ἐκτεθείμεθα, εὔλογον δοκεῖ καὶ τὴν ἄσκησιν τῆς τούτων θεοσεβείας μὴ παρασιωπᾶν. ἔστι μὲν οὖν ἡ κατὰ πάντας Ἰουδαίους κατὰ τὴν θεοσέβειαν πραγματεία τετραχῆ, θεολογική, φυσική, ἠθική, ἱερουργική.

καὶ τὸν μὲν θεὸν ἕνα εἶναι λέγουσι, δημιουργόν τε τοῦ παντὸς καὶ ποιήσαντα πάντα οὐ πρότερον ὄ(ντα), οὐδὲ ἔκ τινος ὑποκειμένης συγχόνου οὐσίας, ἀ(λλὰ θ)ελήσαντα καὶ κτίσαντα, εἶναί τε ἀγγέλους, καὶ τούτους γενομένους πρὸς λειτουργίαν τῆς κτίσεως, ἀλλὰ καὶ πνεῦμα ἐξουσιαστικὸν πρὸς δόξαν καὶ αἶνον θεῶ ἀεὶ παραμένον· τὰ πάντα δὲ ἐν τῇ κτίσει αἴσθησιν ἔχειν καὶ μηδὲν εἶναι ἄψυχον.

ἤθους τε ἀντιποιοῦνται σεμνοῦ καὶ σώφρονος βίου, καθὼς ἔστιν ἐκ τῶν νόμων ἐπιγνῶναι. ταῦτα δὲ πάλαι ἀκριβαζόμενα ἠν παρ᾿ ἀ<υ>τοῖς ἀρχῆθεν, <οὐ> νεωστὶ τὸν νόμον παρειληφόσιν, ὡς τὸν ἐντυγχάνοντα καταπλαγῆναι ἐπὶ τοσαύτῃ σωφροσύνῃ καὶ ἐπιμελείᾳ τοῦ περὶ τὸν ἄνθρωπον νομοθετουμένου ἤθους.

ἱερουργικὴ δὲ λειτουργία ἄκρως ἐξήσκητο παρ᾿ αὐτοῖς εὐσχημόνως πρὸς τὸ θεῖον προσφερομένη, καθὼς τοῖς βουλομένοις ῥᾴδιόν ἐστιν ἐντυχοῦσι τῇ περὶ τούτων ἐξαγορευούσῃ βίβλῳ μαθεῖν, ὡς σεμνῶς καὶ ὁσίως τῷ θεῷ ἀπαρχόμενοι τῶν παρ᾿ αὐτοῦ δεδωρημένων εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων, κελευόμενοι εὐτάκτως καὶ παραμόνως ἐλειτούργουν. τούτων δέ τινα οἱ Σαδδουκαῖοι ἀπαγορεύουσιν· οὐ γὰρ βούλονται ἀγγέλους ἢ πνεύματα ὑπάρχειν.

οἱ δὲ πάντες ὁμοίως Χριστὸν προσδέχονται, τοῦ μὲν νόμου καὶ τῶν προφητῶν παρεσόμενον προκηρυξάντων, τῶν δὲ Ἰουδαίων τὸν καιρὸν τῆς παρουσίας μὴ ἐπιγνόντων, <ὡς> ἐπιμένειν τὴν ὑπόνοιαν τοῦ δοκεῖν μὴ τὰ περὶ τῆς παρουσίας τετελέσθαι, προσδοκᾶν δὲ ἤδη Χρ(ιστὸν) παρεσόμενον διὰ τὸ παρόντα μὴ ἐπεγνωκέναι, καὶ τὰ σύμβολα τῶν καιρῶν τοῦ ἤδη παραγεγονέναι ὁρῶντας ταράττεσθαι, αἰδεῖσθαί τε ὁμολο- [*](13 ff vgl. los. C. Apion. II 16. 17 § 171. 173 Ν. — 16 vgl. los. C. Apion. II 15 § 154. 156 N.) [*](4 ἐκτεθήμεθα Ρ 8 κ(ύριον) Gö.: κ(τίστην) Scott|: καλά Cruice 12f παραμένοντα πάντα Ρ, verb. Gö. 15 παρ᾿ αὐτοῖς Sauppe: παρὰ τοῖς Ρ 16 ἐν ὄρει τὸν? Miller + οὐ Sauppe νεοστὶ Ρ, θεόκτιστον Cruice 24 βούλοινται Ρ 26 <τὸν> παρεσόμενον Sanppe 28 + ὡς Gö. 30 τὸ <τὸν> Sauppe)

264
γεῖν ἐλ(ηλυθέν)αι, ἐπεὶ αὐτόχειρες αὐτοῦ γεγένηνται, ἀγανακτοῦντες ἐλεγχόμενοι ὑπ᾿ αὐτοῦ, ὅτι τοῖς νόμοις μὴ ὑπήκουσαν.