Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν | εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης, θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰς ἀεὶ κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.

Ταῦτα μὲν οὐν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, (καὶ) τὸ(ν θεὸ)ν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. ἀνάστασιν δὲ ἀρνοῦνται οὐ μόνον σαρκός. ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι.

τ(αύ)τ(ῃ δὲ) εἶναι μόνον τὸ ζῆν, καὶ τοῦτο δὲ εἶναι οὗ χάριν ἐγένετο ἄνθρωπος, ἐν δὲ <τού>τῳ πληροῦσθαι τῆς ἀναστάσεως λόγον, ἐν τῷ καταλείψαντας ἐπὶ γῆς τὰ τέκνα τελευτᾶν· μετὰ δὲ θάνατον μηδὲν ἐλπίζειν παθεῖν ἢ κακὸν ἢ ἀγαθόν· λύσιν γὰρ ἔσεσθαι καὶ ψυχῆς καὶ σώματος, καὶ εἰς τὸ μὴ εἶναι χωρεῖν τὸν ἄνθρωπον, καθ᾿ ὃ καὶ τὰ λοιπὰ ζῷα.

ὅτι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅτι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ Νῷ μηδὲν τῶν κατὰ ἴνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι.