Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτοι μὲν οὐν τὴν ἀρχαίαν παράδοσιν διακρατοῦντες, ἐπὶ τοῖς κατὰ νόμον καθαροῖς καὶ μὴ καθαροῖς ἐπιεικῶς ἐξετάζοντες διαμένουσι· τά τε τοῦ νόμου ἑρμηνεύουσι, διδασκάλους εἰς ταῦτα προβιβάζοντες.

οὗτοι εἱμαρμένην εἶναι λέγουσι, καὶ τινὰ μὲν κατ᾿ ἐξουσίαν εἶναι, τινὰ δὲ κατὰ τὴν | εἱμαρμένην, ὡς τινὰ μὲν ἐφ᾿ ἡμῖν, τινὰ δὲ τῆς εἱμαρμένης, θεὸν δὲ πάντων εἶναι αἴτιον, καὶ μηδὲν ἄνευ θελήματος αὐτοῦ διοικεῖσθαι ἢ συμβαίνειν. οὗτοι καὶ σαρκὸς ἀνάστασιν ὁμολογοῦσι καὶ ψυχὴν ἀθάνατον καὶ κρίσιν ἐσομένην καὶ ἐκπύρωσιν, καὶ δικαίους μὲν ἀφθάρτους ἔσεσθαι, ἀδίκους δὲ εἰς ἀεὶ κολασθήσεσθαι ἐν πυρὶ ἀσβέστῳ.

Ταῦτα μὲν οὐν καὶ Φαρισαῖοι. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἀναιροῦσι, (καὶ) τὸ(ν θεὸ)ν μηδέν τι κακὸν δρᾶν ἢ ἐφορᾶν ὁμολογοῦσιν, εἶναι δὲ ἐξ ἀνθρώπων ἐξουσίας τὸ αἱρεῖσθαι τὸ ἀγαθὸν ἢ κακόν. ἀνάστασιν δὲ ἀρνοῦνται οὐ μόνον σαρκός. ἀλλὰ καὶ ψυχὴν μὴ διαμένειν νομίζουσι.