Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τοιούτοις οὖν ὅρκοις δεσμεύουσι τοὺς προσερχομένους. εἰ δέ τις ἐν ἁμαρτήματί τιν(ι καταληφθ)ῇ, ἀποβάλλεται τοῦ τάγματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾿ ὄτε διαφθείρεται. τοῖο γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ) τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν. ἔσθ᾿ ὅτε οὖν τὸ σῶμα λιμῷ διαφθείρουσιν· ὅθ)εν ἐν ἐσχάτοις ποτὲ ἐλεοῦσι πολλοὺς ἤδη ἐκλείποντας, αὐτῶν ἱκανὴν μέχρι θανάτου ἐπιτιμίαν ἡγούμενοι.

Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάσουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ’ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς. εἰ μὴ τοῖς ἐννέα δόξει.