Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι· καὶ οὕτω προελθόντες ἔκαστοι ἐφ’ ὃ βούλονται πράττουσι, καὶ ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν.

ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν — οὐδεὶς δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴχῳ — καὶ περὶ ἀριστοποιΐαν χωροῦσι.

καθισάντων δὲ κατά τάξιν μεθ’ ἡσυχίας προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν, ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν.

ἔπειτα τὰς ἐσθῆτας, ἃς ἔν)δον συνεστιώμενοι ἀμφιέννυνται, ἀποθέμεν(οι ὡς ἱε)ράς — εἰσὶ δὲ λιναῖ — τὰς ἐν τῇ πάλιν πάλιν ἀναλαμβάνοντες ἐπὶ τὰ φίλα ἔργα ὁρμῶσιν ἕως δείλης, δειπνοῦσι δὲ ὁμοίως τοῖς προειρημένοις πάντα ποιήσαντες.

οὐδεὶς δὲ πώποτε κραυγάσει ἤ τις ἑτέρα θορυβώδης ἀκουσθήσεται φωνή, ἠρέμα δὲ ἕκαστοι λαλοῦντες, εὐσχημόνως ἕτερος τῷ ἑτέρῳ τὴν ὁμιλίαν συγχωρεῖ, ὡς τοῖς ἔξωθεν μυστήριόν τι καταφαίνεσθαι τὴν τῶν ἔνδον σιωπήν. νήφουσι δὲ πάντοτε, πάντα μέτρῳ καὶ ἐσθίοντες καὶ πίνοντες.

Πάντες μὲν οὖν τῷ προεστῶτι προσέχουσι, καὶ ὅσα κελεύσει ὡς νόμῳ πείθονται. ἐσπουδάκασι γὰρ πρὸς τὸ ἐλεεῖν καὶ βοηθεῖν [*](1 ἑκάστοτεε ö.: ἕκαστός τε Ρ 8 ἀτάκτως Ρ 9 los. redet von Hymneu an die Sonne 14 ἑτεροδόξων? We., los. § 129 ἔνθα μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν 15 περὶ] ἐπὶ oder πρὸς We. (oder ἔχουι statt χωροῦσι) καθησάντων Ρ 18 εἰ μὴ] εἰμὶ Ρ 18f unlogisch, los. § 131 ἀριστοποιησάμενος (oder ἀριστοποιησαμένοις δ᾿ ἐπεύχεται πάλιν· ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι θεὸν ὡς χορηγὸν τῆς ζωῆς 19 τε Jos. Miller: δὲ Ρ παβόμενοι Ρ 20 ἀμφιένυνται Ρ καταθέμενος los. 21 λίναι Ρ 24 ἀκολουθήσεται Ρ 25 los. S 132 τὰς δὲ λαλιὰς ἐν τάξειεε παραχωροῦσιν ἀλλήλοις συνεχώρει Ρ, verb. Miller (los. παραχωροῦσιν) 28 ὅσ᾿ ἂν κελεύσῃ oder ὄσα κελεύει Miller 29 der Zwischensatz, auf den γὰρ sich bezieht, ausgelassen: los. § 134 δύο δὲ ταῦτα παρ’ αὐτοῖς αὐτεξούσια, ἐπικουρία καὶ ἔλεος)

258
τοῖς καταπονουμένοις. πρὸ δὲ πάντων ῤγῆς ἀπέχουσι καὶ θυμοῦ καὶ πάντων τῶν ὁμοίων, ἐπίβουλα ταῦτα τοῦ ἀνθρώπου κρίνοντες. οὐδεὶς δὲ ὄμνυσι παρ’ αὐτοῖς, ὄσα δ᾿ ἄν τις εἴπῃ, τοῦτο ὅρκου ἰσχυρότερον κρίνεται. εἰ δὲ ὁμόσει τις, καταγινώσκεται ὡς μὴ πιστευθείς <δίχα θεοῦ>.

σπουδάζουσι δὲ περὶ τὰς τοῦ νόμου ἀναγνώσεις καὶ προφητῶν, ἔτι δὲ καὶ εἴ τι σύνταγμα εἴη πιστῶν. πάνυ δὲ περιέργως ἔχουσι περὶ βοτάνας καὶ λίθους, περιεργότεροι ὄντες πρὸς τὰς τούτων ἐνεργείας. φάσκοντες μὴ μάτην ταῦτα γεγονέναι.

Τοῖς δὲ βουλομένοις τῇ αἰρέσει μαθητεύειν οὐκ εὐθέως τὰς παραδόσεις ποιοῦνται, δἰ μὴ πρότερον δοκιμάσωσιν, ἐπ᾿ ἐνιαυτὸν δὲ τὰς ὁμοίας τροφὰς παρατιθέασιν ἔξω τῆς ἑαυτῶν σ(υνό)δου οὖσιν ἐν ἑτέρῳ οικῳ, ἀξινάριόν τε καὶ τὸ λινοῦν περίζωμα καὶ λευκὴν ἐσθῆτα δόντες. ἐπειδὰν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ.

πρόσεισιν ἔγγιον τῇ διαίτῃ, καὶ καθαρωτέρως ἀπολ(ούεται) ἢ τὸ πρότερον· οὐδέπω δὲ σὺν αὐτοῖς τροφῆς μεταλαμβάνει. μετὰ γὰρ τὸ δεῖξαι εἰ ἐγκρατεύεσθαι δύναται, ἐπὶ ἔτη ἄλλα δύο δοκιμάζεται τοῦ τοιούτου γὰρ] τὸ ἦθος, καὶ φανεὶς ἄξιος οὕτως εἰς αὐτοὺς κρίνεται.

πρὶν δὲ αὐτοῖς συνεστιαθῇ, ὅρκοις φρικτοῖς ὁρκίζεται, πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ κατὰ μηδένα τρόπον ἀδικήσειν τινά, μηδένα δὲ μήτε ἀδικοῦντα μήτε ἐχθρὸν μισήσειν, προσεύχεσθαι δὲ ὑπὲρ αὐτῶν, συναγωνίζεσθαι αὐτὸν τοῖς δικαίοις, τὸ πιστὸν πᾶσι παρέξειν, μάλιστα τοῖς κρατοῦσιν· οὐ γὰρ δίχα θεοῦ συμβάινειν τινὶ τὸ ἄρχειν·

κἂν αὐτὸς ἄρχῃ, μηδέποτε ὑπερηφανεύσασθαι ἐν ἐξουσίᾳ μηδὲ ἀπειὡμώσει [*](4 Ρ 5 #x003C; #x003E; Cruice ἤδη γάρ, ἢδη κατεγνῶσθαί φασι τὸν ἀπιστούμενον δίχα θεοῦ los. § 135) 5 — 8 σπουδάζουσι δ’ ἐκτόπως περὶ τὰ τῶν παλαιῶν συντάγματα (oder συγγράμματα) μάλιστα τά πρὸς ὠφέλειαν ψυχῆς καὶ σώματος ἐκλέγοντες· ἔνθεν αὐτοῖς πρὸς θεραπείαν παθῶν ῥίζαι τε ἀλεξητήρια (oder ἀλεξητήριον) καὶ λίθοιν ἰδιότητες ἀνερευνῶνται los. § 136 9 τὰς] τοῖς Ρ 13 ἐπειδὰν δὲ los. 14 πρόσεισιν Ρ los. bei Porph.: πρόσεισι μὲν los. ἔγγιον los.: ἐγγίῳ so Ρ 14 f καθαρωτέρων καθαρώτερον Porph.) τῶν πρὸς ἁγνείαν ὑδάτων μεταλαμβάνει los. 14 ἀπολαύεται Ρ nach Miller 15 οὐδυνέω δὲ Ρ 17 γὰρ > Miller 18 ἐγκρίνεται los. 21 los. § 139 μισήσειν δ’ ἀεὶ τοὺς ἀδίκους συναγωνιεῖσθαι τοῖς δικαίοις, von Hipp, christianisiert 22 συναγωνίζεσθαι auch los. bei Porph., auch los. ührt das Futurum nicht streng durch αὐτὸν We., vgl. S. 259, 1 (odfir > ?): αὐτῶν Ρ, ἀεὶ nach los. ö. 23 συμβαίνειν (los. περιγενέσθαι) Gö.: συμβαίνει Ρ 24 ὑπερηφανεύσασθαι Scott ἐξυβρίσειν εἰς τὴν ἐξουσίαν los.) 24 f ἀπειθησειν] ἀφειδήσειν oder έσnήσει (vorher in ἀπ ein Adj.) Gö., los. § 140 μηδ’ ἐσθῆτι ἤ τινι πλείονι κόσμῳ)

259
θήσειν ἢ τινι κόσμῳ πλεῖον τοῦ ἔθους χρήσασθαι· φιλαλήθη δὲ εἶναι, τὸν δὲ ψευδόμενον ἐλέγχειν, μηδὲ κέπτειν μηδὲ συνείδησιν ἐπὶ ἀνόμῳ κέρδει μολύνειν, μηδὲν ἀποκρύπτειν τοὺς συναιρεοιώτας, ἑτέροις δὲ μηδὲν ἐξειπεῖν, κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς τούτοις ὄμνυσι μηδενὶ μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς μετέλαβε.

Τοιούτοις οὖν ὅρκοις δεσμεύουσι τοὺς προσερχομένους. εἰ δέ τις ἐν ἁμαρτήματί τιν(ι καταληφθ)ῇ, ἀποβάλλεται τοῦ τάγματος, ὁ δὲ ἀποβληθεὶς δεινῷ μόρῳ ἔσθ᾿ ὄτε διαφθείρεται. τοῖο γὰρ ὅρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένος οὐδὲ) τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύναται μεταλαμβάνειν. ἔσθ᾿ ὅτε οὖν τὸ σῶμα λιμῷ διαφθείρουσιν· ὅθ)εν ἐν ἐσχάτοις ποτὲ ἐλεοῦσι πολλοὺς ἤδη ἐκλείποντας, αὐτῶν ἱκανὴν μέχρι θανάτου ἐπιτιμίαν ἡγούμενοι.