Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἔχουσι δὲ καὶ κατὰ πόλεις προεστῶτα, ὃς τὰ συναγόμενα εἰς τοῦτο ἀναλίσκει, ἐσθῆτα καὶ τροφὰς αὐτοῖς παρασκευάζων. καταστολὴ δὲ αὐτῶν καὶ σχῆμα κόσμιον· χιτῶνας δὲ δύο ἢ διπλᾶς ὐποδέσεις οὐ κτῶνται· ἐπὰν δὲ τὰ παρόντα παλαιωθῇ, τότε ἕτερα προσίενται. οὐδὲν δὲ ὅλως οὔτε ἀγοράζουσιν οὔτε πωλοῦσιν, λοῦσιν, ὃ δ’ ἂν ἔχῃ τις τῷ μὴ ἔχοντι δούς, ὃ οὐκ ἔχει λαμβάνει.

Παραμένουσι δὲ εὐτάκτως καὶ ἐπιμόνως εὐχόμενοι ἕωθεν, μηδὲν πρότερον φθεγξάμενοι εἰ μὴ τὸν θεὸν ὑμνήσωσι· καὶ οὕτω προελθόντες ἔκαστοι ἐφ’ ὃ βούλονται πράττουσι, καὶ ἕως ὥρας πέμπτης πράξαντες ἐπανίασιν.

ἔπειτα πάλιν συνελθόντες εἰς ἕνα τόπον, περιζώμασί τε λινοῖς περιζωσάμενοι πρὸς τὸ καλύψασθαι τὴν αἰσχύνην, οὕτως ὕδατι ψυχρῷ ἀπολούονται, καὶ μετὰ τὸ οὕτως ἁγνίσασθαι εἰς ἓν οἴκημα συνίασιν — οὐδεὶς δὲ ἑτεροδόξῳ σύνεισιν ἐν τῷ οἴχῳ — καὶ περὶ ἀριστοποιΐαν χωροῦσι.

καθισάντων δὲ κατά τάξιν μεθ’ ἡσυχίας προσφέρονται ἄρτον, ἔπειτα ἕν τι προσφάγιον, ἐξ οὗ ἑκάστῳ τὸ αὔταρκες μέρος. οὐ πρότερον δὲ γεύεταί τις αὐτῶν, εἰ μὴ ἐπεύξεται εὐλογῶν ὁ ἱερεύς. μετὰ δὲ τὸ ἄριστον ἐπευξαμένου πάλιν, ἀρχόμενοί τε καὶ πάλιν παυόμενοι ὑμνοῦσι τὸν θεόν.