Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

δοκεῖ τοίνυν ἱικανὰ εἶναι πρὸς ἐπίγνωσιν τὰ εἰρημένα τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις· διὸ πλείοσι ῥητοῖς οὐκ ἔδοξε χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις. ἀλλ᾿ ἐπεὶ μηδὲ ταῦτα παρελείπομεν τὰ ἐφ᾿ ἡμῶν ἐπεγηγερμένα τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ, ἵνα διὰ πάντων ὦμεν πεπορευμένοι <καὶ> μηδὲν ἀνεκδιήγητον καταλείπωμεν, εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων <τὰ ἔθη> καὶ τίνες αἱ ἐν τούτοις διαφοραί·

ἔτι γὰρ ταῦτα νομίζω περιλείπεσθαι. ἃ μηδὲ αὐτὰ σιωπήσας ἐπὶ τὴν ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἰρέσεων λόγου ἐπὶ <τὸν> τῆς βασιλείας στέρφανον εὐσεβῶς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.

Ἰουδαίων μὲν ἀρχῆθεν ἓν ἠν ἔθος· εἷς γὰρ ὁ τούτοις θοθεὶς παρὰ θεοῦ διδάσκαλος Μωσῆς, καὶ εἶς ὁ διὰ τούτου νόμος, μία δὲ ἔρημος χώρα καὶ ἕν ὄρος τὸ Σινᾶ· εἷς γὰρ ὁ τούτοις νομοθετήσας [*](7 f Matth. 7, 6) [*](1 πύλας ἔσεθαι μὴ κατάρχεσθε P 2f ἀφότε ὑπάτευσε ἕκτου, τῖς ἐξουσίας τοῦ Πάρθου ὅτε ἐπληρώθη τρία ἔτη Hilgenfeld, Ketzergesch. S. 434 und Ν. Τ. extra canonem S. 164. 165 ὑπέταξςν ἐκ τοῦ τῆς ἐξουσίας τοῦ πάρθου Ρ, verb. Roeper 3 ὅτε—ἔτη > > Gö. 3f ἀγρίζεται Miller, ἀνερεθίζεται Dieh. 13 θαλλὴν Ρ 15 ἔχοντας Cruice 16 ἃ > Miller 21 + καὶ Miller 22 κατὰ λείπομεν Ρ 23 + τὰ ἔθη We., εἴδη Diels (vgl. S. 256, 8), ἔθη Gö. 24 παραλείπεσθαι Ρ, verb. Diels 25 χωρῆσαι 2 P 26 + τὸν Miller 27 πιστεύωντες Ρ 28 Titel ἰουδαῖοι schwarz und rot Ρ ἔθος Gö.: ἔθνος Ρ)

256
θεός. αὐθις δὲ διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ τὴν δορύκτητον γῆν κλγρονομήσαντες διαφόρως τὸν τοῦ θεοῦ νόμον διέσπασαν. ἄλλος ἄλλως ἐπινοῶν τὰ εἰρημένα, καὶ οὕτως διδασκάλους ἑαυτοῖς ἐπεγείραντες, δόξας αἰρέσεων ἐφευρόντες εἰς μερισμὸν ἐχώρησαν· ὧν τὴν διαφορὰν ἐχθήσομαι.

εἰ δὲ καὶ εἰς πλεῖστα μέρη διεσπάσθησαν τῷ μακρῷ χρόνῳ, ἀλλὰ γε τὰ κεφαλαιωδέστερα αὐτῶν ἐκθήσομαι, δι᾿ ὡν καὶ τὰ λοιπὰ οἱ φιλομαθεῖς εἴσονται εὐκόλως. τρία γὰρ παραὐτοῖς εἴδη διαιρεῖται, καὶ τοῦ μὲν αἱρετισταί εἰσι Φαρισαῖοι, τοῦ δὲ Σαδδουκαῖοι, ἕτεροι δὲε ἐσσηνοί.

οὗτοι τὸν βίον σεμνότερον ἀσκοῦσι φιλάλληλοι ὄντες καὶ ἐγκρατεῖς, πάσης τε ἐπιθυμίας ἔργον ἀποστρέφονται, ἀπεχθῶς καὶ πρὸς <τὸ> τὰ τοιαῦτα ἀκοῦσαι γάμον τε ἀπαγορεύουσι, τοὺς δὲ ἀλλοτρίους παῖδας ἀναλαμβάνοντες τεκνοποιοῦνται καὶ πρὸς τὰ ἴδια ἤθη ἄγουσιν, οὕτως ἀνατρέφοντες καὶ ἐπὶ τοῖς μαθήμασι προβιβάζοντες, οὐ τὸ γαμεῖν κωλύοντες, ἀλλ αὐτοὶ γάμου ἀπεχόμενοι. γυναῖκας δὲ, εἰ καὶ τῇ αὐτῇ προαιρέσει βούλιντο προσέχειν, οὐ προσδέχονται, κατὰ μηδένα τρόπον γυναιξί τιστευοντες.

Καταφρονοῦσι δὲ πλούτου καὶ τὸ πρὸς τοὺς δεομένους κοινωνεῖν οὐκ ἀποστρέφονται, ἀλλ’ οὐδὲ τις παρ᾿ αὐτοῖς ὑπὲρ τὸν ἕτερον πλουτεῖ. νόμος γὰρ παρ᾿ αὐτοῖς τὸν προσιόντα τῇ αἱρέσει τὰ ὑπάρχοντα πωλοῦντα τῷ κοινῷ προσφέρειν, ἃ ὑποδεχόμενος #x003E;