Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ταῦτα δὲ οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοις ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν. εἰ γὰρ τετυχήκει κατ᾿ ἐκεῖνο καιροῦ Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερευσιν ἔχουσι τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, [ἃ] τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ;

δοκεῖ τοίνυν ἱικανὰ εἶναι πρὸς ἐπίγνωσιν τὰ εἰρημένα τῆς τούτων μανίας τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις· διὸ πλείοσι ῥητοῖς οὐκ ἔδοξε χρῆσθαι, οὖσι πλείστοις καὶ καταγελάστοις. ἀλλ᾿ ἐπεὶ μηδὲ ταῦτα παρελείπομεν τὰ ἐφ᾿ ἡμῶν ἐπεγηγερμένα τά τε πρὸ ἡμῶν οὐκ ἐσιωπήσαμεν, δοκεῖ, ἵνα διὰ πάντων ὦμεν πεπορευμένοι <καὶ> μηδὲν ἀνεκδιήγητον καταλείπωμεν, εἰπεῖν τίνα καὶ τῶν Ἰουδαίων <τὰ ἔθη> καὶ τίνες αἱ ἐν τούτοις διαφοραί·

ἔτι γὰρ ταῦτα νομίζω περιλείπεσθαι. ἃ μηδὲ αὐτὰ σιωπήσας ἐπὶ τὴν ἀπόδειξιν τοῦ περὶ ἀληθείας λόγου χωρήσω, ὅπως μετὰ τὸν πολὺν ἀγῶνα τοῦ κατὰ πασῶν αἰρέσεων λόγου ἐπὶ <τὸν> τῆς βασιλείας στέρφανον εὐσεβῶς τὰ ἀληθῆ πιστεύοντες μὴ ταρασσώμεθα.