Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὁ δὲ σπεύσας ἐπὶ τὸ βῆμα τοῦ ἐπάρχου ἐβόα· δέομαι, κύριε Φουσκιανέ, μὴ σὺ αὐτῷ πίστευε, οὐ γὰρ ἐστι Χριστιανός, ἀφορμὴν δὲ ζητεῖ θανάτου χρήματά μου πολλὰ ἀφανίσας, ὡς ἀποδείξω. τῶν δὲ Ἰουδαίων ὐποβολὴν τοῦτο νομισάντων, ὡς ζητοῦντος τοῦ Καρποφόρου ταύτῃ τῇ προφάσει ἐξελέσθαι αὐτόν, μᾶλλον ἐπιφθόνως κατεβόων τοῦ ἐπάρχου. ὁ δὲ κινηθεὶς ὑπ’ αὐτῶν, μαστιγώσας αὐτὸν ἔδωκεν εἰς μέταλλον Σαρδονίας.

μετὰ χρόνον δὲ ἐτέρων ἐκεῖ ὄντων μαρτύρων, θελήσασα ἡ Μαρκία ἔργον τι ἀγθὸν ἐργάσασθαι, οὖσα φιλόθεος παλλακὴ Κομόδου, προσκαλεσαμένη τὸν μακάριον Οὐΐκτορα, ὄντα ἐπίσκοπον τῆς ἐκκλησίας κατ᾿ ἐκεῖνο καιροῦ, ἐπηρώτα, τίνες εἶεν ἐν Σαρδονίᾳ μάρτυρες. ὁ δὲ πάντων ἀναδοὺς τὰ ὀνόματα, τὸ τοῦ Καλλίστου οὐκ ἔδωκεν, εἰδὼς τὰ <τε> παρ’ αὐτοῦ.

τυχοῦσα οὖν τῆς ἀξιώσεως ἡ Μαρκία παρὰ τοῦ Κομόδου, δίδωσι τὴν ἀπούσιμον ἐπιστολὴν Υακίνθῳ τινὶ σπάδοντι πρεσβυτέρῶ, ὃς λαβὼν [*](1 οὕτως Bunsen: οὑτος Ρ 2 πιστρῶνον Sauppe τῶ αὐτῶ Ρ 11 φθορεῖσθαι Ρ σκεψάμενος Ρ 13 ἐπιστὰς ö. 18 φοσκιανοῦ Ρ, doch s. Ζ. 15. 21 und S. 246, 12 20 ἐπαγγείλας Ρ 22 σὺ αὐτῶ Miller: ἑαυτῶ Ρ 29 παλακὴ Ρ Κομμόδου? ö. 32 τολμημένα Ρ 33 f ἀπολυσίμην Ρ, verb. Gö.)

248
διέπλευσεν εἰς τὴν Σαρδονίαν, καὶ ἀποδοὺς τῶ κατ᾿ ἐκεῖνο καιροῦ τῆς χώρας ἐπιτροπεύοντι ἐπέλυσε τοὺς μαρτυρας πλὴν τοῦ Καλλίστου.

ὁ δὲ γονυπετῶν καὶ δακρύων ἱκέτευε καὶ αὐτὸς τυχεῖν ἀπολύσεως. δυσωπηθεὶς οὖν ὁ Ὑάκινθος ἀξιοῖ τὸν ἐπίτροπον, φάσκων θρέψας εἶναι Μαρκίας, τασσόμενος αὐτῷ τὸ ἀκίνδυνον· ὁ δὲ πεισθεὶς ἀπέλυσε καὶ τὸν Κάλλιστον.

οὗ παραγενομένου ὁ Οὐΐκτωρ πάνυ ἤχθετο ἐπὶ τῷ γεγεονότι, ἀλλ᾿ ἐπεὶ εὔσπλαγχνος ἦν, ἡσύχασε· φυλασσόμενος δὲ τὸν ὑπὸ πολλῶν ὄνειδον — οὐ γὰρ ἠν μακρὰν τὰ ὑπαὐτοῦ τετολμημένα —, ἔτι δὲ καὶ τοῦ Καρποφόρου ἀντιπίπτοντος, πέμπει αὐτὸν καταμένειν ἐν Ἀνθείῳ, ὁρίσας αὐτῷ μηνιαῖόν τι εἰς τροφάς.

μεθ᾿ οὗ κοίμησιν Ζεφυρῖνος συναράμενον αὐτὸν σχὼν πρὸς τὴν κατάστασιν τοῦ κλήρου, ἐτίμησε τῷ ἰδίῳ κακῷ, καὶ τοῦτον μεταγαγὼν ἀπὸ τοῦ Ἀνθείου εἰς τὸ κοιμητήριον κατέστησεν. ᾧ ἀεὶ συνὼν καί, καθὼς φθάσας προεῖπον, ὑποκρίσει αὐτὸν θεραπεύων, ἐξηφάνισε μήτε κρῖναι τὰ λεγόμενα δυνάμενον μήτε νοοῦντα τὴν τοῦ Καλλίστου ἐπιβουλήν, πάντα αὐτῷ πρὸς ἅ ἥδετο ὁμιλοῦντος.