Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τὸ μιαρόν φησιν καὶ τὸ καθαρὸν ἓν καὶ ταὐτὸν εἶναι, καὶ τὸ πότιμον καὶ τὸ ἄποτον ἓν καὶ τὸ αὐτὸ εἶναι· »θάλασσα«, φησίν, »ὕδωρ καθαρώτατον καὶ μιαρώτατον,, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.«

λέγει δὲ ὁμολογουμένως τὸ ἀθάνατον εἶναι θνητὸν καὶ τὸ θνητὸν ἀθάνατον διὰ τῶν τοιούτων λόγων· »ἀθάνταοι θνητοί, θνητοὶ ἀθάνταοι, ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.« λέγει δὲ καὶ σαρκὸς ἀνάστασιν ταύτης <τῆς> ἐν ᾑ γεγενήμεθα, καὶ τὸν θεὸν οἶδε ταύτης τῆς ἀναστάσεως αἴτιον οὕτως λέγων· »ἔνθα δ’ ἐόντι ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεχρῶν«.

λέγει δὲ καὶ τοῦ κόσμου κρίσιν καὶ πάντων τῶν ἐν αὐτῷ διὰ πυρὸς γίνεσθαι λέγων οὕτως· »τὰ δὲ πάντα οἰακίζει κεραυνός«, τουτέστι κατευθύνει, κεραυνὸν τὸ πῦρ λέγων τὸ αἰώνιον. λέγει δὲ καὶ φρόνιμον τοῦτο εἶναι τὸ πῦρ καὶ τῆς διοικήσεως τῶν ὄλων αἴτιον· καλεῖ δὲ αὐτὸ »χρησμοσύνην καὶ κόρον‘· χρησμοσύνη δέ ἐστιν ἡ διακόσμησις κατ᾿ αὐτόν, ἠ δὲ ἐκπύρωσις [*](2 Heraklit Fr. 57 D. — 4 Heraklit Fr. 58 D. — 8 Heraklit Fr. 59 D. — 12 Heraklit Fr. 60 D. — 14 Heraklit Fr. 61 D. — 16 Heraklit Fr. 63 D. — 19—21. 22. 23 Martin, TU XXXTX 4 S. 15ff vergleicht mehrere Stellen Commodian — 23 Heraklit Fr. 64 D. — 24f vgl. Matth. 25, 41 — 26 Heraklit Fr. 65 D.) [*](1 <οὐκ> οἶδεν? ö. 3 εὐφρόνην Miller: εὐφροσύνην Ρ 5f μηδὲν ἄξιον μισθω≡ Ρ, verb. Bernaye 6 ταῦτα Ρ 8 γναφείῳ Bernays: γραφέων Ρ, γναφέων ö. 9 γραφίω Ρ 10 περιέρχεται Roeper: περιέχεται Ρ, περιέλκεται Bernays 12 μίη ö. ὠυτῆ Ρ 19 + τῆς Diels, Vorsokr. I3 90 φανερῶς Zeller, Philos. der Griechen I5 S. 712 3 21 ἐνθάδ᾿ ἐόντας Bernays in Bunsen Analecta I 367, ἔνθα διὰ θεόν τε Bernays in der Epist. crit. (= Ges. Abh. 1 324) 22 ἐγερτιζόντων Ρ, verb. Bernays 26 καλεῖς Ρ)

244
κόρος· πάντα γάρ‘, φησί, »τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.« ἐν δὲ τούτῳ τῷ κεφαλαίῳ πάντα ὁμοῦ τὸν ἴδιον νοῦν ἐξέθετο,

ἅμα δὲ καὶ τὸν τῆς Νοητοῦ αἱρέσεως, <ὃν> δι᾿ ὀλίγων ἐπέδειξα ὄντα Χριστοῦ ἀλλὰ Ἡρακλείτου μαθητήν. τὸν γὰρ ποιητὸν κόσμον αὐτὸν δημιουργ[ον καὶ ποιητὴν ἑαυτοῦ γινόμενον οὕτω λέγει· ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός« — τἀναντία ἅπαντα· οὗτος ὁ νοῦς· — »ἀλολοιοῦται δὲ ὅκωσπερ <πῦρ>