Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλὰ γὰρ ὑπέταξε τοῖς αἰῶσι στερέωμα οὐρανοῦ κάτωθεν »καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ σκότους καὶ ἀνὰ μέσον τοῦ φωτός, καὶ ἐκάλεσε τὸ φῶς ἡμέραν, ὃ ἦν ὑπεράνω τοῦ στερεώματος, καὶ τὸ σκότος ἐκάλεσε νύκτα«.

πασῶν οὖν, ὡς ἔφην, τῶν ἀπείρων τοῦ τρίτου αἰῶνος ἰδεῶν ἀπειλημμένων ἐν τούτῳ τῶ κατωτάτω σκότῳ, καὶ αὐτοῦ τοῦ τοιούτου αἰῶνος ἐναπεσφράγισται μετὰ τῶν λοιπῶν τὸ ἐκτύπωμα, πῦρ ζῶν ἀπὸ φωτὸς γενόμενον· ὅθεν ὁ μέγας ἄρχων ἐγένετο, περὶ οὑ λέγει Μωϋσῆς· »ἐν ἀρχῇ

ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «. τοῦτον λέγει Μωϋσῆς πύρινον θεὸν ἀπὸ τοῦ βάτου λαλήσαντα, τουτέστιν ἀπὸ τοῦ σκοτεινοῦ ἀέρος — βάτος γάρ ἐστι πᾶς ὁ σκότει ὑποκείμενος ἀήρ —, βάτον [*](S. 8 —229, 8 vgl. Χ, 16, 2 — 5 — 20 Gen. 1, 4. 5. 7 καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα . . . . καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος — 26 Gen. 1, 1 — 27 f Exod. 3, 2 — 28 vgl. S. 224, 4) [*](1 γεννητὸς ö. 2 ἀγέννητον ö. 3 καικοσμιμένων (so) Ρ 6 ἀμέτριτοι Ρ 9 κατὰ] καὶ Usener a. a. Ο. 10 <καὶ> κατὰ Miller 14 αὐτὸν 17 ἀφελ·ὲς Bernays, vgl. Η: ἀσφαλὲς Ρ 20 στερέωμα οὐρανοῦ Bernays: στερεώσας οὖν Ρ, <στερέωμα> στερεώσας οὖν ö. (aber Gen. 1, 4 f kennt nur Akt) διεχώρηυσεν Ρ 21 ὁ Ρ 22 πασῶν Η ö. πάντων Ρ)

229
δέ, φησίν, εἴρηκεν Μωϋσῆς, ὄτι ἄνωθεν κάτω πᾶσαι διέβησαν τοῦ φωτὸς αἱ ἰδέαι βατὸν ἔχουσαι τὸν ἀέρα.

οὐδὲν δὲ ἠττον καὶ ἡμῖν ὁ λόγος ἀπὸ τοῦ βάτου γνωρίζεται· φωνὴ γὰρ ἐστι σημαντικὴ τοῦ λόγου πλησσόμενος ἀήρ, οὗ δίχα λόγος ἀνθρώπινος οὐ γνωρίζεται. οὐ μόνον δὲ ὁ λόγος ἡμῖν ἀπὸ τοῦ βάτου, τουτέστιν ἀέρος, νομο- θετεῖ καὶ συμπολιτεύεται, ἀλλὰ γὰρ καὶ ὀσμαὶ καὶ χρώματα διὰ τοῦ ἀέρος ἡμῖν τὰς δυνάμεις τὰς ἑαυτῶν ἐμφανίζουσιν.