Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

»τὸ δὲ πνεῦμα ῥητῶς λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον.

ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.« ἱκανὴ μὲν οὖν αὔτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. εἰ δὲ καὶ ἔτεραί τινες αἱρέσεις ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἴνα μὴ κἂν ἐν τούτῳ τινὸς αὐτοὺς ἢ] λόγου ἀξίους ἡγῶμαι.

ἀλλ᾿ ἐπεὶ καὶ τὰ περὶ τούτων οὐτάρκη δοκεῖ εἶναι, παρέλθωμεν ἐπὶ τὴν πᾶσι τῶν κακῶν αἰτίαν αἵρεσιν Νοητιανῶν, τήν τε ῥίζαν αὐτῆς ἀναπτύξαντες καὶ τὸν ἔνδον ὄντα ἰὸν εἰς φανερὸν ἐλέγξαντες παύσωμεν τῆς τοιαύτης πλάνης τοὺς ἀπαγομένους ὑπὸ πνεύματος βιαίου δίκην χειμάρρου.