Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸν δὲ Χριστὸν υἱὸν εἶναι ὀμολογεῖ τοῦ τὰ πάντα κτίσαντος θεοῦ, καὶ ἔ)τ(ι) ἐκ παρθένου γεγενῆσθαι καὶ πνεύματος συνομολογεῖ κατὰ τὴν τῶν εὐαγγελίων φωνήν· ὃν μετὰ τὸ πάθος ἐγερθέντα ἐν σώματι πεφηνέναι τοῖς μαθηταῖς, καὶ ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς ἐν τῷ ἡλίῳ τὸ σῶμα καταλελοιπέναι, αὐτὸν δὲ πρὸς τὸν πατέρα πεπορεῦσθαι.

μαρτυρίᾳ δὲ χρῆται νομίζων ὑπὸ τοῦ ῥητοῦ συνηγορεῖσθαι οὗπερ ὁ ψαλμῳδὸς Δαβὶδ λέγει· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀλαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν«. ταῦτα μὲν οὖν καὶ Ἑρμογένης ἐπεχείρει.