Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς. ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾑ † τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, <ὡς> ἀδρίδας, ὅπερ ἐστὶ τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· »πᾶσα γὰρ σὰρξ χόρτος«, φησίν.

οὐδὲν δὲ ἧττονν καὶ τὸν ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.

Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον ἐπιστολῇ διαρρήδην γέγει· καταλιπὼν ζητεῖν θεὸν καὶ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὑτὸν ἀπὸ ἑαυτοῦ καὶ μάθε, τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν σοὶ ἐξιδιοποιούμενος καὶ λέγων·

ὁ θεός μου, ὁ νοῦς μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου, καὶ μάθε, πόθεν ἐστὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν καὶ τὸ γρηγορεῖν μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα καὶ τὸ ὀργίζεσθαι μὴ θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα· κοὶ ἂν ταῦτα, φησίν, ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὑτὸν ἐν ἑαυτῷ ὲν καὶ πολλὰ κατὰ τὴν κεραίαν ἐκείνην, αφ᾿ ἑαυτοῦ τὴν διέξοδον εὑρών.