Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Μονόϊμος ὁ Ἄραψ μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένηται, τοιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν οὕτω οὕτω πως λέγων·

  • Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τε ἀνθρώπων.
  • ταῦτα ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ πᾶν, <ὃ> ἀρχὴ τῶν ὅλων, ἀγένητον, ἄφθαρτον, ἀίδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γενητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως. τοιαύτη γάρ, φησίν, ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου.