Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἰσὶ δὲ καὶ ἀπὸ ἐκάστου τῶν τριάκοντα αἰώνων αἰώνων ἰδέαι κατειλημμέναι ψυχαί, καὶ φύσιν ἔχει τούτων ἑκάστη νοεῖν τὸν κατὰ φύσιν Ἰησοῦν, ὃν ἐκεῖνος ὁ μονογενὴς ὁ αἰώνιος ἀπὸ τῶν αἰωνίων τόπων ἐνεδύσατο· εἰσὶ δὲ οὗτοι διάφοροι.

διὰ τοῦτο τοσαῦται αἱρέσεις ζητοῦσι τὸν Ἰησοῦν περιμαχήτως, καὶ ἔστι πάσαις οἰκεῖος αὐταῖς, ἄλλῃ δὲ ἄλλος ὁρώμενος ἀπ’ ἄλλου τόπου, ἐφ᾿ ὃν ἑκάστη φέρεται, φησί, καὶ σπεύδει δοκοῦσα τοῦτον εἶναι μόνον, ὄς ἐστιν αὐτῆς συγγενὴς ἴδιος καὶ πολίτης, ὅν ἰδοῦσα πρῶτον ἴδιον ἐγνώρισε μόνον ὡς ἀδελφόν, τοὺς δὲ ἄλλους νόθους.

οἱ μὲν οὖν ἐκ τῶν ὑποκάτω τόπων τὴν φύσιν ἔχοντες τὰς ὑπὲρ αὐτοὺς ἰδέας τοῦ σωτῆρος ἰδεῖν οὐ δύνανται, οἱ δὲ ἄνωθεν, φησίν, ἀπὸ τῆς δεκάδος τῆς μέσης καὶ τῆς ὀγδοάδος τῆς ἀρίστης, ὅθεν ἐσμὲν ἡμεῖς, λέγουσιν, οὐκ ἐκ μέρους, ἀλλ᾿ ὅλον αὐτοὶ τὸν Ἰησοῦν τὸν σωτῆρα ἴσασι, καὶ εἰσὶν ἄνωθεν τέλειοι μόνοι, οἱ δὲ ἄλλοι πάντες ἐκ μέρους.

Ταῦτα μὲν οὖν αὐτάρκη νομίζω εἶναι τοῖς εὖ πεφρονηκόσι πρὸς ἐπίγνωσιν τῆς τῶν Δοκητῶν πολυπλόκου καὶ ἀσυστάτου αἱρέσεως, οἳ περὶ ὕλης μὲν ἀβάτου καὶ ἀκαταλήπτου λόγους ἐπικεχειρημένους ποιήσαντες Δοκητὰς ἑαυτοὺς προσηγόρευσαν, ὡν οὐ τὸ δοκεῖν εἶναί τινας κατανοοῦμεν ματαίζοντας, ἀλλὰ τὴν ἐκ τοσαύτης ὕλης δοκὸν ἐν ὀφθαλμῷ φερομένην διελέγχομεν, εἴ πως διαβλέψαι δυνηθῶσιν, εἰ δ᾿ οὔ, κἂν † τὸ μὴ ἑτέρους τυφλῶσαι.

ὧν τὸ δόγμα πάλαι οἱ Ἑλλήνων σοφισταὶ προεσοφίσαντο κατὰ πολλά, ὡς ἔστιν ἐπι- [*](1 Luk. 3, 23 — 21 f Matth. 7, 3. 5 vgl. S. 255,23 f — 14 —16 vgl. I Kor. 13, 10 12) [*](2 f ἰδέᾳ ἐνιαυτῷ φανερούμενος Roeper: ἰδία ἑνὶ αὐτῶ φανερούμενος Ρ, ἰδίᾳ ἰδίῳ Scott) ἐνιαυτῷ φανερουμένου ö. Scott 2 <ἑνὶ> ἐνιαυτῷ ? We. ö.: εἴν Ρ ἅπασαι ἰδέαι ö.: ἅπασα ἰδέα Ρ (aber die beiden ι önnten durch einen ß ausgefallen sein), ἐν ἁπάσῃ ἰδέᾳ Roeper, ἅπασαι <αἱ> ἰδέαι <αἱ> 4 φησίν, ἔχει τούτων ἑκάστη νόημα Roeper ἑκάστην ὃ ἦν Ρ, verb. ö. 8 ἄλλος corr. aus ἄλλως Ρ τόπου Scott Roeper: τύπου Ρ ἕκαστα P 10 πρῶτος P 10 f μὲν ὡς ἴδιον ἐγνώρισε ἀδελφόν Petersen ἐγνώρισεν μὲν μόνον We.) ὡς ἀδελφόν ö.: ἐγνωρισμένως ἀδελφόν Ρ, ἐγνώρισεν ὡς ἀδ. Usener a. a. Ο. 18 πολυπλόκων Ρ 19 περὶ ὕλης Petersen: πολλῆς Ρ 20 δοκῆτας Ρ 21 κατονομάζομεν? ö., doch s. Matth. 7, 3 ματαιΐζοντας Ρ τοιαύτης Sauppe 23 εἰδοῦκαντομηεντέρους τυφλῶσαι Ρ, verb. ö., εἰ δ’ οὔκ, ἀλλὰ μὴ ἑτέρους τυφλῶσαι Roeper τὸ] κωλυθῶσιν We. 23 τυφλῶσαι <ἐμποδίζομεν> Diels 23 f Ρ, verb. ö. 24 κατὰ Scott ö.: καὶ τὰ Ρ)

232
γνῶναι τοὺς ἐντυγχάνοντας. ταῦτα μὲν οὖν τοῖς Δοκηταῖς τὰ δὸξαντα· τίνα δὲ καὶ Μονοΐμῳ δοκεῖ. οὐ σιωπήσομεν.

Μονόϊμος ὁ Ἄραψ μακρὰν τῆς τοῦ μεγαλοφώνου ποιητοῦ δόξης γεγένηται, τοιοῦτόν τινα τὸν ἄνθρωπον νομίσας, ὁποῖον ὁ ποιητὴς τὸν οὕτω οὕτω πως λέγων·

  • Ὠκεανὸς γένεσίς τε θεῶν γένεσίς τε ἀνθρώπων.
  • ταῦτα ἄλλοις λόγοις μεταστήσας λέγει ἄνθρωπον εἶναι τὸ πᾶν, <ὃ> ἀρχὴ τῶν ὅλων, ἀγένητον, ἄφθαρτον, ἀίδιον, καὶ υἱὸν ἀνθρώπου τοῦ προειρημένου γενητὸν καὶ παθητόν, ἀχρόνως γενόμενον, ἀβουλήτως, ἀπροορίστως. τοιαύτη γάρ, φησίν, ἡ δύναμις ἐκείνου τοῦ ἀνθρώπου.

    οὕτως ὄντος αὐτοῦ τῇ δυνάμει γενέσθαι τὸν υἱὸν λογισμοῦ καὶ βουλήσεως τάχιον.