Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν τῶν αἱρέσεων ἐλέγχου·

Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν.

Πῶς ὁ Μονόϊμος ληρεῖ ποιηταῖς καὶ γεωμέτραις καὶ ἀριθμητικοῖς προσέχων.

Πῶς Τατιανὸς γεγένηται ἐκ τῶν Οὐαλεντίνου καὶ Μαρκίωνος δοξῶν τὰς ἑαυτοῦ συνιστῶν, ὁ δὲ ἑρμογένης τοῖς Σωκράτους δόγμασι κέχρηται, οὐ τοῖς Χριστοῦ.

Πῶς πλανῶνται οἱ τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελεῖν φιλονεκοῦντες.

Τίς ἡ πλάνη τῶν Φρυγῶν, νομιζόντων Μοντανὸν καὶ Πρισκίλλαν καὶ Μαξιμίλλαν προφήτας.

Τίς ἡ τῶν Ἐγκρατιτῶν κενοδοξία, καὶ ὅτι ἐξ αὐτῶν καὶ οὐκ ἐξ ἁγίων γραφῶν τὰ δόγματα αὐτῶν συνέστηκεν, ἀλλ᾿ ἐκ τῶν παρ’ Ἰνδοῖς γυμνοσοφιστῶν.]

Ἐπεὶ οἱ πολλοὶ τῇ τοῦ κυρίου συμβουλίᾳ μὴ χρώμενοι τὴν δοκὸν ἐν τῷ ὀφθαλμῷ ἔχοντες ὁρᾶν ἐπαγγέλλονται τυφλώττοντες, δοκεῖ ἡμῖν μηδὲ τὰ τούτων δόγματα σιωπᾶν, ὅπως κἂν διὰ τοῦ ὑφ’ ἡμῶν γινομένου ἐλέγχου πρὸς] αὐτῶν αἰδεσθέντες ἐπιγνῶσι, πῶς [*](23 ff Matth. 7, 3 — 5; Luk. 6, 41. 42) [*](5 τοῖς] τῆς Ρ 6 Titel rot auf derselben Zeile wie ß von B. VII Ρ 7 τῶν > Miller versehentlich 9 δοκήταις Ρ 11 μονόιμος corr. in μὲν P ληροῖ P 13 κεκίνηται ö., ἐλήλεγκται We. οὐαλεντιανοῦ P 14 δοξῶν τὰς ἑαυτοῦ συνιστῶν Roeper: δόξας ἑαυτὸν συνιστᾶν Ρ 20 ἐγκρατητῶν Ρ ἐξ αὐτῶν καὶ > Miller, ~ nach ἀλλ’ Cruice 21 ἀλλὰ — 22 γυμνοσοφιστῶν > 24 ἐπαγγέλονται Ρ 26 πρὸς > Gö.)

226
συνεβούλευσεν ὁ σωτὴρ ἐξαιρεῖν τὴν δοκὸν πρῶτον, εἶτα διαβλέπειν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ.

αὐτάρχως οὖν καὶ ἱκανῶς ἐκθέμενοι τὰ τῶν πλειόνων ἐν ταῖς πρὸ ταύτης βίβλοις ἑπτά, νῦν τὰ ἀκόλουθα οὐ σιωπήσομεν, τὸ ἄφθονον τῆς χάριτος τοῦ ἁγίου πνεύματος ἐπιδεικνύντες, καὶ τοὺς τῷ δοκεῖν ἀσφάλειαν λόγων †κεκτῆσθαι ἐλέγξομεν, οἵ γ’ ἑαυτοὺς Δοκητὰς ἀπεκάλεσαν, δογματίζοντες ταῦτα·

θεὸν εἶναι τὸν πρῶτον οἱονεὶ σπέρμα συκῆς, μεγέθει μὲν ἐλάχιστον παντελῶς, δυνάμει δὲ ἄπειρον μέγεθος, ἀνήριθμον ἐν πλήθει, πρὸς γένεσιν ἀπροσδεές, φοβουμένων καταφυγήν, γυμνῶν σκέπην, αἰσχύνης ἐπικάλυμμα, ζητούμενον καρπόν, ἐφ᾿ ὃν ἠλθεν ὁ ζητῶν, φησί, τρὶς καὶ οὐχ εὗρε· διὸ κατηράσατο, φησίν, τῇ συκῇ, ὅτι τὸν γλυκὺν ἐκεῖνον καρπὸν οὐχ εὗρεν ἐν αὐτῇ, καρπὸν ζητούμενον.

τοιούτου δὲ ὄντος, ὡς εἰπεῖν τύπῳ, καὶ τηλικούτου, μικροῦ καὶ <παμ>μεγέθους κατ’ ἐκείνους τοῦ θεοῦ, γέγονεν ὀ κόσμος, ὡς δοκεῖ, τοιοῦτόν τινα τρόπον· ἁπαλῶν γενομένων τῶν κλάδων τῆς συκῆς προῆλθε φύλλα, ὥσπερ ἐστὶν ὁρώμενον, ἑπομένως δὲ ὁ καρπός, ἐν ᾧ τὸ ἄπειρον καὶ τὸ ἐνεξαρίθμητον θησαυριζόμενον φυλάσσεται σπέρμα συκῆς.