Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Δοκεῖ ἡμῖν καὶ ταῦτα ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ’ ἐπεὶ μηδὲν παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπό τινων δεδογματισμένων, ἴδω- μεν τί καὶ τὸ τοῖς Δοκηταῖς ἐπινενοημένον.

Τάδε ἔνεστιν ἐν τῇ ὀγδόῃ τοῦ κατὰ πασῶν τῶν αἱρέσεων ἐλέγχου·

Τίνα τοῖς Δοκηταῖς τὰ δοκοῦντα καὶ ὅτι ἐκ φυσικῆς φιλοσοφίας ἃ λέγουσιν ἐδογμάτισαν.

Πῶς ὁ Μονόϊμος ληρεῖ ποιηταῖς καὶ γεωμέτραις καὶ ἀριθμητικοῖς προσέχων.