Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι τοῦ Ἰσοῦ. τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν διὰ] τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι· δἰ δέ τις ἐκείνου πλέονν καταφρονήσειεν τῶν ἐνταῦθα, θύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν.

τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων·