Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἠλθε δὲ ὄντως, #x003E; οὐδὲν κατῆλθεν ἄνωθεν οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἐπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὀ Ἰνδικὸ ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς ἀμορφίας τοῦ σωροῦ διήκουσιν οἱ δυνάμεις μέχρις ἄνω τῆς υἱότητος.

ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν Ἰνδικόν, οἶον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. ἡ γὰρ ἐν μέσω τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.

[*](3 Rom. 5, 13. 14 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ .... ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως — 5 f Deut. 32, 39; Jes. 45, 5 — 7f vgl. Ephes. 3, —5; Kol. 1, 26. 27 — 12 Exod. 6, 2. 3, vgl. VI 36, 2 — 15 15 f Hebr. 1, 1 und Mattb. 11, 13? — —18 Rom. 8, 19. 22, vgl. VI 35, 2 — 19 f vgl. Ephes. 1, 21 — 23 vgl. zu S. 115, —22 — 28f Ephes. 1, 21)[*](1 <πρὸς τὸ> διακοσμῆσαι Cruice, vgl. S. 207, 26. 208, 3, doch s. 2 κάτω ö.: κατὰ Ρ, τὰς Bunsen 19 † καὶ Miller 20 † καὶ Bansen ὄντως Uhlhorn S. 29: οὕτως Ρ καίτοι Uhlhorn: καὶ Ρ, καίπερ ö. 23 ἄψας Ρ . 24 διήκησιν Ρ 25 ἄνω μέχρις Jacobi S. 28 26 νάφθαν Miller: ἄφθαν Ρ ἅφθας ö.: ἄφθας Ρ, νάφθας Miller 29 φερόμενον Ρ)
204

Ἠλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ τὸ] πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿ ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω #x003E; τοῦ ἀρρήτου καὶ κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἴᾳ ἦν ἀγνοίᾳ.

τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· ἀρχὴ σοφίας φόβος κυρίου«. ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου Χριστοῦ, διδασκόμενος τίς έστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότη̣ς, τί τὸ ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία <ἡ> ἐν μυστηρίῳ λεγομένη.

περὶ ἡς, φησίν, ἡ γραφὴ λέγει· »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος‘. κατηχηθεὶς οὐν, φησίν, ὀ ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθεὶς ἐξωμολογήσατο περὶ ἁμαρτίας. ἧς ἐποίησε μεγαλύνων ἑαυτόν.