Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν· πάντα γὰρ ἠν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ. τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος, ὡς ἐδόκει, τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς.

ἠν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἐβδομάς. οὑτός ἐστι φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· »ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς« — οὕτως γὰρ θέλουσι γεγράφθαι —, τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ.

πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν ἐλάλησαν. ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς τὰ τέκνα τοῦ θεοῦ, περὶ ὡν ἐστέναξε, φησίν, ἡ κτίσις καὶ ὤδινεν ἀπεκδεχομένη τὴν ἀποκάλυψιν, ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον καὶ διῆλθε διὰ πάσης ἀρχῆς καὶ ἐξουσίας #x003E; κυριότητος #x003E; παντὸς ὀνόματος ὀνομαζομένου·

ἠλθε δὲ ὄντως, #x003E; οὐδὲν κατῆλθεν ἄνωθεν οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἐπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὀ Ἰνδικὸ ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς ἀμορφίας τοῦ σωροῦ διήκουσιν οἱ δυνάμεις μέχρις ἄνω τῆς υἱότητος.

ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν Ἰνδικόν, οἶον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. ἡ γὰρ ἐν μέσω τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.

[*](3 Rom. 5, 13. 14 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ .... ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως — 5 f Deut. 32, 39; Jes. 45, 5 — 7f vgl. Ephes. 3, —5; Kol. 1, 26. 27 — 12 Exod. 6, 2. 3, vgl. VI 36, 2 — 15 15 f Hebr. 1, 1 und Mattb. 11, 13? — —18 Rom. 8, 19. 22, vgl. VI 35, 2 — 19 f vgl. Ephes. 1, 21 — 23 vgl. zu S. 115, —22 — 28f Ephes. 1, 21)[*](1 <πρὸς τὸ> διακοσμῆσαι Cruice, vgl. S. 207, 26. 208, 3, doch s. 2 κάτω ö.: κατὰ Ρ, τὰς Bunsen 19 † καὶ Miller 20 † καὶ Bansen ὄντως Uhlhorn S. 29: οὕτως Ρ καίτοι Uhlhorn: καὶ Ρ, καίπερ ö. 23 ἄψας Ρ . 24 διήκησιν Ρ 25 ἄνω μέχρις Jacobi S. 28 26 νάφθαν Miller: ἄφθαν Ρ ἅφθας ö.: ἄφθας Ρ, νάφθας Miller 29 φερόμενον Ρ)
204

Ἠλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ τὸ] πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿ ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω #x003E; τοῦ ἀρρήτου καὶ κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἴᾳ ἦν ἀγνοίᾳ.

τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· ἀρχὴ σοφίας φόβος κυρίου«. ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου Χριστοῦ, διδασκόμενος τίς έστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότη̣ς, τί τὸ ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία <ἡ> ἐν μυστηρίῳ λεγομένη.