Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐπειδὴ οὖν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾶν <ὄν>τα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστευματα.

Ἀριστοτέλης μὲν οὖν τὴν οὐσίαν διαιρεῖ τριχῶς. ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἡντιναοῦυν δυνάμενον.

τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, | ἀφ᾿ οὑ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη [*](f. 86v) διακέκριται. καὶ ἔστι τὸ γένος (ἕν) ὂν πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον, δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.

Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον. ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, οὐ θεός, οὐκ ἄλλο τι τῶν [*](9 S. μ 183 — 14 S. Ι 20 — 21 ἄτομον] Arist. Kategorien 2. 5 S. 1 b 6. 3a 35) [*](2 ἡδείᾳ Gö.: ἰδία Ρ 6 συμβουλεύω We.: συμβουλή Ρ (falsche Auflösung der consonantischen Abkürzung), συμβουλὴ <ἐμή> Miller 10 προσέσφιγκται Miller: προσεσφίγγει Ρ 11 ἕστηκεν Ρ, verb. Roeper ὀρθόν We. (μ 162. 179) 12 προταύταις Ρ 13 ὄντα Gö.: τὰ Ρ 16 τούτων ἔγγιον (oder ἐγγίονος? We.) Gö.: τῶν ἔγγιον ὧν Ρ, τῶν ἐγγιζόντων Miller 17 ὑπὸ > >? We. 21 τὸ μὴν Ρ 22 οἱωνεὶ Ρ 24 γένους > Diels οἱωνεὶ Ρ 25 διακέκριται διάκεινται Ρ ἕν ὂν Cruice (vgl. S. 193, 6), ο und Gravis des voraufgehenden Wortes sichtbar: θεὸς ὃν Ρ nach Miller, αἴτιον ö., πρῶτον Baur, Theol. Jahrb. XV 1856 S. 147 26 διὰ τοῦ Ρ)

192
ὁ τιδήποτε ἔστι δηλοῦν, ἀλλὰ ἁπλῶς ζῷον. ἀπὸ τούτου τοῦ ζῴου αἱ πάντων τῶν κατά μέρος ζῴων ἰδέαι τὴν ὑπόστασιν ἔχουσι.

καὶ ἔστιν ὑπόστασις τοῖς ζώοις τοῖς γεγενημένοις ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ’ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν. ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.

εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων γέγονεν ἡ τῶν γεγενημένων κατὰ Ἀριστοτέλην ὑπόστασις· <καὶ> γὰρ τὸ ζῷον, ὅθεν ταῦτα ἐλήφθη <τὰ> κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἑν οὐδὲ ἐν] δὲ ὅν τῶν ὄντων μία τις ἀρχή. τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν οὐσίαν τῶν γεγονότων ὅστερον ἀρχήν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τούτων λόγον ἐροῦμεν.