Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἐπειδὴ οὖν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾶν <ὄν>τα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστευματα.

Ἀριστοτέλης μὲν οὖν τὴν οὐσίαν διαιρεῖ τριχῶς. ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἡντιναοῦυν δυνάμενον.

τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, | ἀφ᾿ οὑ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη [*](f. 86v) διακέκριται. καὶ ἔστι τὸ γένος (ἕν) ὂν πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον, δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.