Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίξει τὸ πρέμνον, τοὺς κλάλους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ περικείμενον φλοιόν· φηαί, φησί, ταῦτα τοῦ μεγάλου δένδρου ἀναφθέντα ὑπὸ τῆς παμφάγου τοῦ πυρὸς αφανίξεται φλογός.

ὁ δὲ καρπὸς τοῦ τοῦ δρου ἐὰν ἐξεικονισθῇ καὶ τὴν ὲαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς άποθήκην τίθετεαι, οὐκ εἰς τὸ πῦρ. γἐγονε μὲν γἀρ, φησίν, ὀ καρπός, ἵνα εἰς τὴν ἀποθήκην τεθῇ, τὸ δὲ ἄχυρον, ἵάρ, παραδοθῇ τῷ πυρί. ὅπερ ἐστὶ πρέμνον, οὐκ αὐτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.

καὶ τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· «ὁ γὰρ ἀμπέλων κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιι καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον«. εὶ δὲ ἅνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, δέδεικτοι, φησίν, ὅτι ξύλον οὐκ ἄλλο τι ἀλλ᾿ ἢ ἄνθρωπός ἐστιν.

ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὑτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν ὴ γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονιδμένοις τὸ λεχθέν· «ὅτι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα σαρκὸς ὠς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου μένει εὶς τὸν αἰῶνα«. ῥῆμα δὲ, φησίν, ἐστὶ καιρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλῃ δὲ χωρίον νήσεως ουχ ἐστι.