Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἄψεθος ὁ Λίβυς ἐπεθύμησε θεὸς γενέσθαι· ὡς ώς πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν δοκεῖν γεγονέναι, καὶ ἔδοξέ γε ὡς ἀληθῶς χράνῳ πλείονι γεγονέναι θεός. εθυον γὰρ οἱ ἀνόητοι Λίβυες αὐτῷ, θείᾳ τινὶ [δυνάμει,] νομίζοντες ἄνωθεν ἐζ οὐρανοῦ πεπιστευκέναι φωνῇ.

συναθροίσας γὰρ εἰς ἕνα καὶ τὸν αὐτὸν τὸν οἰκίσκον ὄρνιθας πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην ψιττακοὶ καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λἐrειν· Ἄψεθος θεός ἐστιν. ὡς δὲ ἤσκησαν οἱ ὅρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο [τὸ] λεχθὲν θεὸν θεὸν ποιήσειν τὸν Ἄφεθον, τότε όνοίζας τὸ δόκημα εἴασεν ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς.