Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ αὐτὰς δὲ τὰς ἡμέρας, δώδεκα ὡρῶν τὸ μέτρον ἐχούσας, τύπον τῆς κενῆς δωδεκάδος εἶναι· καὶ αὐτοῦ δὲ τοῦ ζῳδιακοῦ κύκλου τὴν περίμετρον εἶναι μοιρῶν τριακοσίων ἑξήκοντα, ἕκαστον <γὰρ> ζῴδιον ἔχειν τριάκοντα.

οὕτω δὴ καὶ διὰ τοῦ κύκλου τὴν εἰκόνα τῆς συναφείας τῶν δώδεκα πρὸς <τὰ> τριάκοντα τετηρῆσθαι λέγουσιν· μὴν καὶ τὴν γῆν εἰς δώδεκα κλίματα διῃρῆσθαι φάσκοντες καὶ καθ ἐν ἕκαστον κλίμα ἀνὰ μίαν δύναμιν ἐκ τῶν οὐρανῶν κατὰ κάθετον ὐποδεχομένην καὶ ὡμοιωμένα τίκτουσαν τέκνα τῇ καταπεμπούσῃ [κατὰ] τὴν ἀπόρροιαν δυνάμει, τύπον <εἶναι> τῆς ἄνω δωδεκάδος.