Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήν τε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν καὶ τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς μυθεύουσιν, ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων μένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα.

ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι· τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἠτα τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν.

ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα [*](4 ἐπίσημον] s. Usener, Weihnachtsfest2 S. 23f — 5 ff Luk. 15, 4 — 10; Matth. 18, 12—14) [*](6 — 12 Iren. a. a. 0. ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος (δεκάδος We.) ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναὶκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ ἐπὶ > τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα (darum vorher δεκάδος), ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα, ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν (1 † 40 † 8 † 50). οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν, folgt das zu Ζ. 13 Citierte 13— S. 186, 2 aas Iren. I 16, 2 S. 159) [*](1 τέσσαρες Epiph. ἐπέδειξε Ρ Iren.: ἀπέδειξε Miller 2 δυάδος] † ὁμοίως Cruice ἡ τριακοντάς ö.: ἢ τριάκοντα Ρ, "h λ Epiph. (XXX numerus lat.) 4 συνεπηκολούθησεν Ρ 5 † λέγουσι Iren. We. 6 ücke vor ὁμοίως ö. (vgl. Iren.), eher hinter δεκάδος We. (z. B. ὡρμῆσθαι μίαν δύναμιν) 7 δωδεκάδος Epiph. und Iren, lat., also Textfehler τούτῳ? Miller δραγμὴν λέγουσιν ἦν Ρ 8 ἄψασα Ρ 9 τὴν] τὸν? We. ἑαυτοὺς Ρ 12 nach ἀριθμὸν2 ücke ö. 13 τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ Iren. εἶναι] † θέλουσιν Iren. 14 ὀγδόῳ Ρ Iren.: ἐν ὀγδόῳ Miller 15 ἐπιδυνθέντες Epiph. 15 f ἦτα τὴν τριακον τάδα Iren. 16 τις > Epiph. 16 f ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα ἀριθμῷ Iren.)

186
ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον, εὑρήσει <τὸν τῶν> τριάκοντα ἀριθμόν. ἐπεὶ οὖν ἐκ δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, <τρὶς> αὐτὸς τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα.