Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

κέχρηται μὲν οὖν καὶ αὑτος τῷδε <τῷ> ἔργῳ, ὡς αὐθαιρέτως ὑπ αὐτοῦ γενομένῳ, τὰ διακονεῖ, μιμήματα ὄντα τῶν ἀμιμήτων, τῆς ἐνθυμήσεως τῆς μητρός. καὶ ὁ μὲν πρῶτος οὐρανὸς φθέγγεται τὸ ἄλφα, ὁ δὲ μετὰ τοῦτον τὸ εἶ, ὁ δὲ τρίτος τὸ ἠτα, ὁ δὲ τέταρτος καὶ [ὁ] μέσος τῶν ἑπτὰ τὴν τοῦ ἰῶτα δύναμιν. ὁ δὲ πέμπτος τὸ οὐ, ἔκτος δὲ τὸ ῡ ἕβδομος δὲ καὶ τέταρτος ἀπὸ τοῦ μέσου τὸ ωݲ.

αἴ τε δυνάμεις πᾶσαι εἰς συμπλακεῖσαι ἠχοῦσι καὶ δοξάζουσιν ἐκεῖνον, ὑφ᾿ οὑ προεβλήθησαν. ἡ δὲ δόξα τῆς ἠχήσεως ἀνεπέμφθη πρὸς τὸν Προπάτορα. ταύτης μέντοι τῆς δοξολογίας τὸν ἠχον εἰς τὴν γῆν φερόμενόν φησι πλάστην γίνεσθαι καὶ γεννήτορα τῶν ἐπὶ τῆς γῆς· τὴν δὲ ἀπόδειξιν <φέρει> ἀπὸ τῶν ἄρτι γεννωμένων βρεφῶν, ὧν ἡ ψυχὴ ἅμα τῷ μήτρας προελθεῖν ἐπιβοᾷ ὁμοίως ἑνὸς ἑκάστου τῶν στοιχείων τούτων τὸν ἦχον.

καθὼς οὐν <αἱ> ἑπτά, φησί, δυνάμεις δοξάζουσι τὸν οὕτω καὶ ἡ ψυχὴ ἐν τοῖς βρέφεσι κλαίουσα. διὰ τοῦτο δέ φησι καὶ τὸν Δαβὲδ εἰρηκέναι· »ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ- [*](8—11 vgl. loh. Lydus De mens. II 3 S. 20 W.; Dieterich, Abraxas S. 22. Siebourg, Bonner Jahrb. Heft 103 S. 140f — 16 ff vgl. Focke, Die Entstehung der Weisheit Salomos, Gott. 1913 S. 126 ff — 20 Psal. 8, 3) [*](1 ἐπὶ2] ab Iren. lat. 2 μερισθέντα] † ἢ διχοτομηθέντα Iren. αὐτοῦ Ρ 3 διὰ τῆς ἀπ’ αἰτοῦ Iren. † τὸν Iren. ö. τὴν ζωὴν > Iren. Miller 4 μίμησιν Iren. τῆς ἑβδομάδος δυνάμεως Iren. 5 κέχριται Ρ 5 f καὶ οὗτος Ρ: Λ·αὶ αὐτὸς οὗτος Epiph., καὶ αὐτὸς Iren, lat, 6 † τῷ Epiph. Miller γενό- μενα Ρ 6 f τὰ δὲ διακονεῖ Epiph. ö. τὰ δὲ ἄλλα διακονεῖ Iren, lat.): τὰ δι’ εἰ. κόνων Ρ 7 τὴν ἐνθύμησιν τῆς μητρός Iren. 8 φθέγγεται Iren. Miller: φαίνεται Ρ ἄλφα] α Iren. 9 εἶ] ε Iren. τὸ > Epiph. ἦτα] η Iren. δὲ καὶ μέσος Epiph. ὁ > We. ὁ καὶ ~ Scott) 10 δύναμιν] † Iren. οὖ] ο Iren. 11 ἀΠὸ μέρους Epiph. τὸ ω στοιχεῖον ἐκβοᾷ, dann καθὼς ἡ Μάρχου Σιγὴ ἡ πολλὰ μὲν φλυαροῦσα μηδὲν δὲ ἀληθὲς λέγουσα διαβεβαιοοῖται· αἵτινες δυνάμεις ὁμοῦ, φησί, πᾶσαι Iren. ἓν] ἀλλήλας Iren. 13 ἠχῆς ἀναπέμπεται εἰς τὸν Iren. 15 εγενέσθαι Iren. γενήτορα Ρ τὴν Iren.: τοῖν Ρ 16 † φέρει Iren. We. γενωμένων Ρ 17 ὁμοίως > Iren. Epiph. ö.: τοῦτον Ρ Iren. lat. 18 αἱ Iren. Miller: > Ρ 19 † Λ·αὶ θρηνοῦσα δοξάξει δοξάξει αὐτόν Iren. φησὶ > Iren. 20 κατηρτήσω Ρ)

181
τίσω αἶνον« καὶ πάλιν »οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ«. ἐπὰν δὲ ἐν πόνοις γένηται ἡ ψυχή, ὡς] ἐπιβοᾷ οὐδὲν ἕτερον ἢ τὸ ωݲ ἐφ’ ᾦ ἀνιᾶται, ὅπως γνωρίσασα ἡ ἄνω Ψυχὴ τὸ συγγενὲς αὐτῆς βοηθὸν αὐτῇ καταππέμψῃ.

Καὶ περὶ τούτων μὲν οὕτως. περὶ δὲ τῆς τῶν εἰκοσιτεσσάρων στοιχείων γενέσεως οὕτως λέγει· τῇ Μονότητι συνυπάρχειν Ἑνότητα, ἐξ ὧν δύο προβολαί, Μονάς τε καὶ τὸ Ἕν, δὶς δύο οὖσαι τέσσαρες ἐγένοντο· δὶς γὰρ δύο τέσσαρες. καὶ πάλιν αἱ δύο καὶ τέσσαρες εἰς τὸ αὐτὸ συντεθεῖσαι τὸν τῶν ἓξ ἐφανέρωσαν ἀριθμόν, οὗτοι δὲ οἱ ἓξ τετραπλασιασθέντες τὰς εἱκοσιτέσσαρας.

καὶ ταυ] μὲν τῆς #x003E; τετράδος ὀνόματα, ἅγια ἁγίων νοούμενα καὶ μὴ δυνάμενα λεχθῆναι, γινώσκεσθαι δὲ ὑπὸ μόνου τοῦ Υἱοῦ, ταῦτα ὁ Πατὴρ<οἶ>δε τίνα ἐστί. τὰ #x003E; μετὰ σιωπῆς καὶ μετὰ πίστεως ὀνομαζόμενα παρ αὐτῷ ἐστι ταῦτα· Ἄρρητος καὶ Σιγή, Πατὴρ καὶ Ἀλήθεια.