Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὃ εἰ ἀπόθοιτό τις πληρωθέν, μετ᾿ οὐ πολὺ εἰς τὸ κατὰ φύσιν μέτρον πάλιν τραπήσεται, τῆς τοῦ φαρμάκου δυνάμεως σβεσθείσης τῇ τοῦ ὑγροῦ παραμονῇ. διὸ μετὰ σπουδῆς τοῖς παροῦσι προσεκίδου πίνειν, οἱ δὲ ὡς θεῖόν τι καὶ θεῶ μεμελετημένον φρίσσοντες ἅμα καὶ σπεύδοντες ἔπινον.

Τοιαῦτα δὲ καὶ ἕτερα ἐπεχείρει ὁ πλάνος ποιεῖν· διὸ ὑπὸ τῶν ἀπατωμένων ἐδοξάζετο, καὶ ποτὲ <μὲν> αὐτὸς ἐνομίζετο προφητεύειν, ποτὲ δὲ καὶ ἑτέρους ἐποίει, ὁτὲ μὲν καὶ διὰ δαιμόνων ταῦτα ἐνεργῶν, ὁτὲ δὲ καὶ κυβεύων, ὡς προείπομεν. πολλοὺς τοίνυν ἐξαφανίσας καὶ πολλοὺς τοιούτους μαθητὰς αὐτοῦ γενομένους προεβίβασεν εὐκόλους μὲν εἶναι διδάξας πρὸς τὸ ἁμαρτάνειν, ἀκινδύνους δὲ διὰ τὸ εἶναι τῆς τελείας δυνάμεως καὶ μετέχειν τῆς ἀνεννοήτου ἐξουσίας·

οἷς καὶ μετὰ τὸ βάπτισμα ἕτερον ἀπαγγέλλονται, ὃ καλοῦσιν ἀπολύτρωσιν, καὶ ἐν τούτῳ ἀναστρέφοντες κακῶς τοὺς αὐτοῖς παραμένοντας ἐπ᾿ ἐλπίδι τῆς ἀπολυτρώσεως, <ὡς> δυναμένους τὸ ἅπαξ βαπτισθῆναι πάλιν τυχεῖν ἀφέσεως·