Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμμα καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέννηται ὁ Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου κατὰ τὸ εἰρημένον· Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ« — πνεῦμά ἐστιν ἡ Σοφία — »καὶ δύναμις ὐφίστου ἐπισκιάσει σοι« — ὕφιστός ἐστιν ὁ δημιουγυός — διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσετα«.
γεγέννητγαι γὰρ οὐκ ἀπὸ ύωίστου μόνου, ὥσπερ οἱ κατὰ τὸν Ἀδὰμ κτισθέντες ἀπὸ μόνου ἐκτίσθησαν τοῦ ὺφίστου, τουτέστι τῆς σοφίας καὶ) τοῦ δημιουργοῦ· ὁ δὲ Ἰησοῦς ὁ καινὸς ἄνθρωπος, ό ἀπὸ Πνεύματος ἁγίου <καὶ ὑψίστου>, τουτέστι τῆς Σοφίας καὶ τοῦ δημιουργοῦ, ἴνα τὴν μὲν πλάσιν καὶ κατασκευὴν τοῦ σώματος αὐτοῦ ὁ δημιουργὸς καταρτίσῃ, [*](1 Ι Κοr. 2, 14, Iren. I 8,3 —3—6 vgl. S. 162, 5ff — 7 Matth. 11, 13; Luk. 16, 16 — 9 Joh. 10, 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λησταί vgl. Zahn, Gesch. des Kanons I 732 1 — 9ff vgl. Clemens Strom. 1 81 S. 52, 24 tf St. — lOf Rom. 16, 25 κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αίωνιοις σεσιγημένου Ephes. 3, 4.5 ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, δ έτέραις γενεαῖς οὐΚ ἐγνωρίσθη vgl. Κοί. 1, 26 — 14 f Röm. 8, 19 ἠ γὰρ άποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν θεοῦ ἀπεκδέχεται vgl. VII 25, 5 — 16f II Kor. 3, 15 κάλυμμα ἐπὶ τὴν καρδίαν αύτιῶν κεῖται 16 περιαιρεῖται τὸ κἀλυμμα — 19 Luk. 1, 35 — 24 καινὸς ἄνθρωπος Ephes. 2, 15. 4, 24) [*](8 οἰδότγες Ρ 12 hinter πάντα ücke ö. 18 γεγένηται Ρ 21 γεγένηται ρ Ρ 22 μόνου1 Gö.: μόνον Ρ 23 ύψίστου <ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ὑψίστου>, τουτέστι τῆς σοφίας κτλ. und Ζ. 24 δὲ > Bernays τῆς > Miller 24 ὁ3 > Klost. 24 f < > We., vgl. S.)
περὶ τούτου ζήτησις μεγάλη ἐστὶν αὐτοῖς καὶ σχισμάτων καὶ διαφορᾶς ἀφορμή. καὶ γέγονεν ἐντεῦθεν ἡ διδασκαλία αὐτῶν διῃρημένη, καὶ καλεῖται ἡ μὲν ἀνατολική τις διδασκαλία κατ' αὐτούς, ἡ δὲ Ἰταλιωτική.
οἱ μὲν ἀπὸ τῆς Ἰταλίας, ὧν ἐστιν Ἡρακλέων καὶ Πτολεμαῖος, ψυχικόν φασι τὸ σῶμα τοῦ Ἰησοῦ γεγονέναι, καὶ διὰ τοῦτο ἐπὶ τοῦ βαπτίσματος τὸ πνεῦμα ὡς περιστερὰ κατελήλυθε, τουτἐστιν ὁ λόγος ό τῆς μητρὸς ἄνωθεν τῆς Σοφίας, καὶ <ἐγ> τῷ ψυχικῶ, καὶ ἐγήγερκεν ἐκ νεκρῶν. τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὐμῶν«, ἤτοι ψυχικά. ό χοῦς γὰρ ὑπὸ κατάραν έλήλυθε·