Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

διὰ τοῦτο »ψυθχικός« φησίν, »ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἔστι«. μωρία δέ φησίν, ἐστὶν ή δύναμις τοῦ δημιουργοῦ. μωρὸς γὰρ ἦν καὶ ἄνους καὶ ἐνόμιξεν αύτὸς δημιουργεῖν τὸν κόσμον, άγνοῶν, ὅτι πάντα ἡ Σοφία, ἡ μήτηρ, ἡ ὀγσοὰς ἐνεργεῖ αὐτῷ πρὸς τὴν κτίσιν τοῦ κόσμου οὐκ εἰδότι.

Πάντες οὐν οἱ προφῆται καὶ ὁ νόμος ἐλάλησαν ἀπὰ τοῦ σημιουγρυοῦ, μωροῦ λέγει θεοῦ, μωροὶ οὐδὲν εἰότες. διὰ τοῦτο, φησί, λέγει ὁ σωτήρ· πάντες οἱ πρὸ ἐμοῦ ἐληλυθότες κλέπται καὶ λῃσταί εἰσι«. καὶ ὁ όπόστολος· τὸ μυστήριον ὄ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίαθη«.

οὐδεὶς γάρ, φησί, τῶν προφητῶν εἴρηκε περὶ τούτων οὐδέν, ὧν ἡμεῖς λέγομεν· ἠγνοεῖτο γὰρ πάντα ἅτε δἠ ἀπὸ μόνου τοῦ δημιουργοῦ λελαλημένα. ὅτε οὖν τέλος ἔβλαβεν ἡ κτίσις καὶ ἴδει λοιπὸν γενέσθαι »τὴν ἀποκόλυφιν τῶν υἱῶν τοῦ θεοῦ«, τουτέστι τοῦ δημιουργοῦ, τὴν έγκεδαλυμμένην, ἠν, φησίν, ἐγκεκάλυπτο ὁ ψυχικὸς ἄνθρωπος, καὶ εἶχε κάλυμμα ἐπὶ τὴν καρδίαν«.

ὁπότε οὖν ἔδει ἀρθῆναι τὸ κάλυμμα καὶ ὀφθῆναι ταῦτα τὰ μυστήρια, γεγέννηται ὁ Ἰησοῦς διὰ Μαρίας τῆς παρθένου κατὰ τὸ εἰρημένον· Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σέ« — πνεῦμά ἐστιν ἡ Σοφία — »καὶ δύναμις ὐφίστου ἐπισκιάσει σοι« — ὕφιστός ἐστιν ὁ δημιουγυός — διὸ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσετα«.