Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πυρὶ γὰρ ἔοικεν ὸ θυμούμενος, μαχαίρᾳ δὲ λόγος. »σἀρον μὴ ύπέρβαινε«, μικροῦ πράγματος μὴ καταφρόνει. »φοίνικα ἐν οἰκίᾳ μὴ φύτευε«, φιλονικίαν ἐν οἰκίᾳ μὴ κατασκεὠαξε· μάχης γὰρ καὶ διαφορᾶς ἐστιν ὁ φοῖνιξ σημεῖον. »ἀπὸ δίφρου μὴ ἔσθιε«, βάναυσον τέχνην μὴ μεταχειρίζου, ἴνα μὴ σουλεύσῃς τῷ σώματι ὄντι φθαρτῷ, ἀλλὰ ποιοῦ τὸν βίον ἀπὸ λόγων· ένέσται γάρ σοι καὶ τρέφειν τὸ σῶμα καὶ τὴν φυκὴν ποιεῖν κρείττονα.

»'απὸ ὄλου ἄρτου μὴ ἀπόδακνε«· τὰ ὑπάρχοντά σου μὴ μειοῦ, ἀλλὰ ἀπὸ τῆς προσόδου ξῆθι, φύλασσε δὲ τὴν οὺσίαν ὡς ἄρτον ὁλόκληρον. κυάμους μὴ ἔσθιε«, ἀρχὴν πόλεως μὴ ἀποδέχου· κυάμοις γὰρ ἐκληροῦντο τὰς ἀρχὰς κατ’ ἐκεῖνον τὸν κρόνον.

Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθγόρειοι λέγουσιν, οὔς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονταί τισι λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὀ Πυθαγόρειος λόπος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἥλοιν καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅνὄλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν ὁ Πλἀτων.