Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ἵν’ οὖν παρακολουθήσωμεν τοῖς λόγοις, οἶς καταβἐβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ὅ Πυθαγόρας ό Σάμιος μετὰ τῆς ὐμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι <σι> φιλοσοφεῖ, εἶθ᾿ οὕτως ἅ <παρὰ> Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὄλων καὶ Σιγῇ τῇ διεζευγμένῃ τῷ πατρί.
Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἆπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς ἄλλους άριθμούς. καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν μονάδα, πόντων δὲ τῶν γεννωμένων μητέρα δυάδα, γεννητὴν γεννητῶν.
καὶ Ζαράτας ὁ Πυθαγόρου διδάδκαλος ἐκάλει τὸ μὲν ἓν πατέρα, τὸ δὲ δύο μητέρα. [*](4f S. 12. 19; IV 51 — 15 Timaios 20 Eff — 18 Plato, Timaios 22 28B Ἕλληνες άεὶ παῖδές ἐστε κτλ. — 22 σιγῆς vgl. S.5, 11. 8, 14 — — S. 150, 6 vgl. Ι 2,6—9. IV 51, 4—7 — 29f vgl. Plut. De animae procr. 2 S. Ε καὶ ό Πυθαγόρου διδάσκαλος βαίτην μὲν ἐκάλει τοῦ ἀριθμοῦ μητέρα, τὸ δ΄ ὲ̀ν πατέρα.) [*](1 ἀπομάξατε Ρ 2f Πλατωνικὴν corr. in Πλάτωνος Ρ 8 ὀμοίων oder ὁμοῦ We. 10 + Gö. 11 Lücke Gö., sonst üßte man mit Cruice 3 Partie, in den Gen. setzen παραλλάξαντα? Gö. 15 <ἡ> ἐν Miller 16 Miller 16 Σολομῶν Ρ 17 γεννέσεωςP, γεννήσεως Μiller 22 σιγῆς ö.: γῆς Ρ 23 ὅ παρὰ We., παρὰ Roeper Scott 24 Χριστοῦ] Χριστοῦ] Ρ (falsche Angabe bei Miller) 29 γεννητὴν Ρ)
τοῦτον γὰρ οἶδε μόνον τέλειον ἀριθμὸν Πυθαγόρας τὸν δἐκα· τὸν γὰρ ἕνδεκα καὶ δώδεκα προθήκην καὶ ἐπαναποδισμὸν τῆς δεκάδος, οὐκ ἄλλου τινὸς ἀριθμοῦ γέννησιν τὸ προστιθέμενον]. πάντα τε σώματα στερεὰ ἐξ ἀσωμάτων γεννᾷ. τῶν τε γὰρ σωμάτων καὶ ἀσωμάτων ὁμοῦ στοιχεῖον εἶναί φησι καὶ ἀρχὴν τὸ σημεῖον ὅ ἐστιν ἀμερές· γίνεται δέ, φησίν, ἐκ σημείου γραμμή, καὶ ἐκ γραμμῆς ἐπιφάνεια ἐπιθάνεια δὲ ῥυεῖσα δὲ βάθος βάθος ὑφέστηκε, φηθί, σῶμα. 4 ὅθεν καὶ ὅρκος τίς ἐστι τοῖς Πυθαγορικοῖς ἡ τῶν τεσσάρων στοικείων συμφωνία. ὀμνύουσι δ᾿ οὕτως·