Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

í οὐν τούτου μαθηταὶ μαγείας ἐπιτελοῦσι καὶ ἐπαοιδὰς φίλτρα τε καὶ ἀγώγιμα καὶ τοὺς λεγομένους ὀνειροπομποὺς δαίμονας ἐπιπἐμπουσι πρὸς τὸ ταράοσειν οὕς βούλονται· ἀλλὰ καὶ παρέδρους τοὺς λεγομένους ἀσκοῦσιν, εἰκόνα τε τοῦ Σίμωνος ἕχουσιν εἰς Διὸς μορφὴν καὶ τῆς Ἑλένης ἐν μορφῇ ’Αθηνᾶς, καὶ ταύτας προσκυνοῦσι, τὸν μὲν καλοῦντες κύριον, τὴν δὲ κυρίαν.

εἰ δέ τις όνόματι καλέσει παρ’ αὐτοῖς ἰδὼν τὰς εἰκόνας εἰκόνας ἢ Σίμωνος ἢ Ἑλένης, ἀπόβλητος γίνεται, ὡς ἀγνοῶν τὰ μυστήρια. οὗτος ό Σίμων πολλοὺς πλανῶν ἐν τῇ Σαμαρείαι μαγείαις ὑπὸ τῶν ἀποστόλων ἠλέγχθη, καὶ ἐπάρατος γενόμενος, καθὼς ἐν ταῖς Πράξεσι γέγραπται, ὕστερον ἀπευδοκήσας ταὐτὰ ἐνεχείρησεν· ἕως καὶ τῆς Ῥώμης ἐπιδημήσας ἀντέπεσε τοῖς ἀποστόλοις· πρὸς ὅν πολλὰ Πέτρος ἀντικατέστη μαrείαις πλανῶντα πολλούς. οὑτος ἐπὶ τέλει τἐλει έλθὼν ὲν τ . . .

τη, ὑπὸ πλάτανον καόμενος ἐόίόασκε. καὶ δὴ λοιπὸν ἐγγὺς τοῦ ἐλέγχεται γινόμενος διὰ τὸ ἐγχρονίζειν, ἔφη, ὅτι εἰ χωσθείη ζῶν, ἀναστήσεται τῇ τρίτῃ ἡμέρᾳ. καὶ δὶ τάφρον κελεύσας ὀρυγῆναι ὑπὸ τῶν μαθητῶν ἐκέλευσε χωσθῆναι. οἱ μὲν οὖν τὸ προσταχθὲν ἐποίησαν, ό όὲ ἀπέμεινεν ἐ̔ως νῦν· οὐ γὰρ ἦν ό Χριστός.

οὗτος δὴ καὶ ό κατὰ τὸν Σίμωνα μῦθος, ἀφ’ οὖ Οὐαλεντῖνος τὰς ἀφορμὰν λαβὼν ἄλλοις όνόμασι ἀμὀμεασι ὁ γὰρ Νοῦς καὶ ἡ Ἀλήθεια καὶ Λόγος καὶ Ζωὴ καὶ Άνθρωπος καὶ Ἑκκλησία, οἱ Οὐαλεντίνου αἰῶνες, ὁμολογουμένως δἰσὶν αἱ Σίμωνος ἕξ ῤίξαι, Νοῦς Ἐπίνοια Φωνὴ Ὄνομα Λογισμὸς καὶ Ἑνθύμησις. ἀλλ᾿ ἐπεὶ ἱκανῶς ἰκανῶς ἐκτεθεῖθαι τὴν Σίμωνος μυθοποιίαν, ἴδωμεν τί λέγει καὶ Οὐαλεντῖνος.