Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὑτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν ὴ γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονιδμένοις τὸ λεχθέν· «ὅτι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα σαρκὸς ὠς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου μένει εὶς τὸν αἰῶνα«. ῥῆμα δὲ, φησίν, ἐστὶ καιρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλῃ δὲ χωρίον νήσεως ουχ ἐστι.