Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

νάας δὲ ἐστὶν ὁ ὄφις, ἀφ’ οὗ φησι πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους μένους ναοὺς ἀπὸ τοῦ νάασ· κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πάν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανόν, ἐν ᾗ ναὸς οὐκ ἔστι καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾿ οὑ ἔλαχε ναὸς καλεῖσθαι.

εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως, ἀθανάτων ἢ θνητῶν, τῶν] ἐμψύχων ἢ ἀψύχων συνεστηκέναι χωρὶς αὐτοῦ.

ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα, καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντων ἐν αὑτῷ ὥσπερ ἐκ κέρατι ταύρου μονοκέρωτος τὸ κάλλος τῶν ἄλλων καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὐσι κατὰ φύσιν [*](24 ff vgl. C. 7, 38. 8, 16 — 24 —26 vgl. Plut. De Iside 33. 36 S. 364 Β; Iren. I 30, 3 S. 228 Η — 25f Joh. 1, 3, vgl. Hipp. C. 8, 5. 9, 2 E. — 28 Deut. 33, 17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ, ἐν αὐτοῖς ἔθνη κρατιεῖ) [*](2 οὐ κωδώνων Schneidewin, Philol. III 261 (Wil.): οὐ ὠδινῶν Ρ, κωδώνων Gö. συμβόμβοις Ρ 3 αὐλῷ Wil.: αὐλῶν P 6 μυκητᾷ Wil.: μύκτητα Ρ 7 εἰς] οἷς 8 εὐών Ρ 9f die ὡς weisen auf eine Fortsetzung 14 μόνον <δὲ> Miller 20 ἀπὸ τοῦ νάας > Cruice 23 ἔλαχε ö.: ἔλαβε 26 Cruice 28 πάντα Ρ, verb. Diels αὐτῶ Ρ 28f <ὥστε> τὸ κάλλος τῶν ö., ßere ücke nacb μονοκέρωτος Miller 29 τῶν ὅλων Hilgenfeld S. 256)

101
τὴν ἑαυτῶν καὶ οἰκειότητα, οἱονεὶ διὰ πάντων ὁδεύοντα, »ὥσπερ ἐκπορευόμενον ἐξ Ἐδὲμ καὶ σχιζόμενον εἰς ἀρχὰς τέσσαρας«.

Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς· παράδεισον <δ’> νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου, »ἀφορίζεσθαι εἰς ἀρχὰς τέσσαρας, καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ πρώτου ποταμοῦ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὐν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ λίθος ὁ πράσινος«.

οὗτος, φησίν, <ἐστὶν> ὀφθαλμός, τῇ τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῷ λεγομένῳ. »τὸ δὲ ὄνομα τοῦ δευτέρου ποταμοῦ Γεών· οὐτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας«. οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν. »καὶ ὄνομα τῷ τρίτῳ Τίγρις· οὗτός ἐστιν ὁ πορευόμενος κατέναντι Ἀσσυρίων«.

οὗτος φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· [*](f. 39v) πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις.

ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης«. τοῦτον λέγουσι στόμα, δι᾿ οὑ ἡ τῆς προσευχῆς ἔξοδος καὶ ἡ τῆς τροφῆς εἴσοδος, <ὃς> καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον. τοῦτο, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ ὑπεράνω τοῦ στερεώματος, περὶ οὑ, φησίν, εἴρηκεν ὁ σωτήρ· »εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἂν ᾔτησας παρ’ αὐτοῦ, καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον«.

ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις εἰσέρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ σίδηρος τῇ Ἡρακλείᾳ λίθῳ καὶ ὁ χρυσὸς τῇ [*](5f Gen. 2, 10 — 7 —10 Gen. 2, 10 —12 — 7ff eine andere allegorische Deutung bei Philo Leg. alleg. I § 63ff Cohn, Quaest. in Gen. I 12 — 11 Gen. 2, 13 — 13. 16 Gen. 2, 14 — 22 Gen. 1. 7 — 23 Joh. 4, 10 εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζών 14 τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, vgl. V 19, 21. 27, 3 Ende und Resch, TU Χ 4 S. 88 — 26—S. 102, 1 vgl. V 17, 9. 10. 21) [*](1 ιἷον ἰδία Ρ, verb. ö. 4 οὐρανὸν ö. + δ’ Miller 5 τὸν <λοιπὸν> Miller 8 οὖν] οὗ variante LXX ö. 10 + ἐστὶν ö. 15 φησίν ö.: φασίν Ρ 17 τὸ ö.: τοῦ Ρ, τὴν? Miller 20 + ὃς Diels, + ἣ ö. 25 εἰσέρχεται] ἔρκεται ö. 26 ἑκάστη φύσις Ρ, verb. Miller)

102
τοῦ θαλασσίου ἱέρακος κερκίδι καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ.

εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος »φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου καὶ πολυσπερμάτου ὗδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων καὶ ὄψεται, ὄτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οὖνον καὶ τῶν ἄλλων καὶ γένος ἕκαστον φυτῶν.

ἔστι δέ, φησίν, ὁ ἄνθρωπος ἐκεῖνος ἄτιμος ἐν τῷ κόσμῳ καὶ πολύτιμος * * * ὑπὸ τῶν οὐκ εἰδότων τοῖς οὐκ εἰδόσιν αὐτόν, λελογισμένος ὡς γὰρ] σταγὼν ἀπὸ κάδου· ἡμεῖς δ’ ἐσμέν, φησιν, οἱ πνευματικοί, οἱ ἐκλεγόμενοι ἀπὸ τοῦ ζῶντος ὕδατος τοῦ ῥέοντος Εὐφράτου διὰ τῆς Βαβυλῶνος μέσης τὸ οἰκεῖον, διὰ τῆς πύλης ὁδεύοντες ἀληθινῆς, ἥτις ἐστὶν Ἰησοῦς ὁ μακάριος.

καὶ ἐσμὲν ἐξ ἁπάντων ἀνθρώπων ἡμεῖς Χριστιανοὶ μόνοι, ἐν τῇ τρίτῃ πύλῃ ἀπαρτίζοντες τὸ μυστήριον καὶ χριόμενοι ἐκεῖ ἀλάλῳ χρίσματι ἐκ κέρατος, ὡς Δαβίδ, οὐκ ὀστρακίνου φακοῦ, φησίν, ὡς ὁ Σαούλ ὁ συμπολιτευόμενος τῷ πονηρῷ δαίμονι τῆς σαρκικῆς ἐπιθυμίας.

Ταῦτα μὲν οὖν ἐκ πολλῶν ὡς ὀλίγα παρεθέμεθα· ἔστι γὰρ ἀναρίθμητα <τὰ> τῆς μωρίας ἐπιχειρήματα ὄντα φλύαρα καὶ ἀλλ’ ἐπειδὴ δυνάμει τὴν ἄγνωστον αὐτῶν γνῶσιν ἐξεθέμεθα, καὶ τοῦτο ἔδοξε παραθεῖναι· ψαλμὸς αὐτοῖς ἐσχεδίασται οὑτος, δι᾿ οὗ πάντα αὑτοῖς τὰ τῆς πλάνης μυστήρια δοκοῦσιν ὑμνῳδεῖν οὕτως·

  • νόμος ἦν γενικός τοῦ παντὸς ὁ πρωτότοκος νόος·
  • ὁ δὲ δεύτερος ἦν τοῦ πρωτοτόκου τὸ χυθὲν χάος.
  • [*](2 Joh. 9, 1 εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς — 2f Job. 1, 9 — 9 Job. 9, 8 προσαίτης — 9f Job. 9, 21 sagen die Eltern zweimal, 9, 29 die äer οὐκ οἴδαμεν — 10 Jes. 40, 15 — 11ff vgl. C. 16, 1 — 13 Job. 10, 9, vgl. C. 8, 20 — 16f I Sam. 16, 13. 10, 1 — 17 1 Sam. 16, 14 — 23ff das Gedicht ist auch ßer den im Apparat notierten Schriften bebandelt worden von Harnack, S. A. B. 1902 S. 542 —545; Hilgenfeld S. 260f und (ohne Ertrag) von Harvey, Iren. I S. LXI; zum ß s. Norden, Agnostos Theos S. 290 2)[*](1 τῶν ἀχύρω τὸ ἤλεκτρον Ρ, verb. nach V 17, 10 Miller 2 ἐκ γεννητὴς Ρ 4 παμφύτου ö.: συμφύτου Ρ 9 πολύτιμος <ἐν τῷ οὐρανῷ, προδεδομένος παραδεδ.)> Miller 10 λελογισμένως Ρ γὰρ > ö. 11 ἡμεῖς δ᾿ ö.: 12 μέσης. <εἰς> τὸ Miller, doch s. Ζ. 6 und S. 101, 25 13 <τῆς> Weibnachtsfest2 S. 142. 168 16 ὡς1 ö.: ὧ Ρ 19 + τὰ Swoboda, Wiener Stud. XXVIl 300 21 οὕτως Ρ 22 αὐτοῖς Ρ δοκοῦσιν ὑμνῳδεῖν ö.: δοκοῦσι διὰ ὕμνου ἀεὶ δοῦν Ρ ἀείδειν Miller) 23 πρωτότοκος Usener, Altgriecb. Versbau S. 94 und Leo (der mir einige Bemerkungen zum Gedichte mitteilte): πρῶτος P, πρώτιστος Miller 24 τὸ δὲ δεύτερον Cruice)
    103
  • τριτάτη ψυχὴ δ᾿ † ἔλαβεν ἐργαζομένην νόμον,
  • διὰ τοῦτο ἔλαφον μορφὴν περικειμένη
  • κοπιᾷ θανάτῳ μελέτημα κρατουμένη·
  • ποτὲ <μὲν> βασίλειον ἔχουσα βλέπει τὸ
  • ποτὲ δ’ εἰς ἐλεείν᾿ ἐκριπτομένη κλάει,
  • † ποτὲ δὲ κλαίεται χαίρει,
  • † ποτὲ δὲ κλαίει κρίνεται,
  • † ποτὲ δὲ κρίνεται θνῄσκει,
  • ποτὲ δὲ γίνεται
  • κἀνέξοδος ἡ μελέα κακῶν
  • λαβύρινθον ἐσῆλθε πλανωμένη.
  • εἶπεν δ’ Ἰησοῦς· ἐσόρα πάτερ·
  • ζήτημα κακῶν <τόδ’> ἐπὶ
  • ἀπὸ σῆς πνοϊῆς ἐπιπλάζεται.
  • ζητεῖ δὲ φυγεῖν τὸ πικρὸν χάος,
  • καὶ οὐκ οἶδεν <ὅ>πως
  • τούτου με χάριν πέμψον, πάτερ·
  • σφραγῖδας ἔχων καταβήσομαι,
  • αἰῶνας ὅλους διοδεύσω,
  • μυστήρια πάντα δ᾿ ἀνοίξω,
  • [*](5 ff vgl. Iren. I 4, 2 S. 36 Η. ποτὲ μὲν γὰρ ἔκλαιε καὶ ἐλυπεῖτο . . . . ποτὲ δὲ . . . . διεχεῖτο καὶ ἐγέλα· ποτὲ δ’ αὖ πάλιν ἐφοβεῖτο· ἄλλοτε δὲ διηπόρει καὶ ἐξίστατο und Ι 2, 3 S. 16. 17 Η.)[*](1 τρίτατον Miller ἔλαβεν ἐργαζομένην Ρ: ἐλάφων ἐργαζομένη Leo, ἔλαβ᾿ ἔλαχ᾿ Swoboda), ἔνθ᾿ ἐργαζομένη Miller 2 ἐλάφου Miller 3 θανάτου? We., vgl. Phaidon 67 D τὸ μελέτημα αὐτὸ τοῦτό ἐστιν τῶν φιλοσόφων Ε ἀποθνῄσκειν μελετῶσι 81 Α μελέτη θανάτου θανάτου μελέτῃσι Diels μελέδημα Usener 4 + μὲν Miller βασίλειον Swoboda: βασι Ρ, βασιλείαν Miller 5 ἐλεείν᾿ Cruice: ἔλαιον Ρ, ἔλεον Miller ἐκριπτομένη Cruice: ἐρριμένη Ρ, ἔλεον ῥιπταζομένη Usener ῥιφθεῖσα μινύρεται Diels κλαίει Ρ 6 — 8 unecht? Harnack 6—9 ποτὲ δὲ χαίρει | ποτὲ δὲ κρίνεται | ποτὲ δὲ θνῄσκει | ποτὲ γίνεται Swoboda ποτὲ δ’ αὖ χαίρει Leo, der nur 7. 9 ür Dochmien ält) 9f ποτὲ δ’ ἡ μελέα <πλαθεῖσα> κακῷ Diels γίνεται >) 10 Cruice: ἀνέξοδος Ρ, ἀνέξοδον Swoboda καΛ·ῶ Ρ, verb. Miller 11 εἰσῆλθε Ρ 12 ἐσὸρ Ρ 13 ἄθλημα Cruice, ζήτημα = διαίτημα? We. + τόδ’ Miller, + ἔτ᾿ Cruice 14 πνοϊῆς Swoboda: πνόης Ρ 16 οἶδε πῶς Ρ, verb. Miller 20 δ’ ἀνοίξω Miller: διανοίξω Ρ)
    104
  • μορφὰς δὲ θεῶν ἐπιδείξω·
  • κω·] τὰ κεκρυμμένα τῆς ἁγίας ὁδοῦ,
  • γνῶσιν καλέσας, παραδώσω.
  • Ταύτα μὲν οὐν οἱ Ναασσηνοὶ ἐπιχειροῦσιν, ἑαυτοὺς γνωστικοὺς ὀνομάζοντες. ἀλλ᾿ ἐπεὶ πολυκέφαλός ἐστιν ἡ πλάνη καὶ πολυσχιδὴς ὡς ἀληθῶς ἱστορουμένη ὕδρα, κατὰ μίαν ταύτης κεφαλὴν πατάξαντες διὰ τοῦ ἐλέγξαι, τῇ τῆς ἀληθείας ῥάβδῳ χρησάμενοι ἅπαν τὸ θηρίον ἀναιρήσομεν· οὐδὲ γὰρ αἱ λοιπαὶ αἱρέσεις πολὺ ταύτης ἀπεμφαίνουσι, συνεχόμεναι ἑνὶ πλάνης πνεύματι. ἀλλ’ ἐπειδὴ τὰ ῥήματα καὶ τὰ ὀνόματα τοῦ ὄφεως ἐνδιαλλάξαντες πολλὰς εἶναι κεφαλὰς τοῦ ὄφεως ἠθέλησαν, οὐδὲ οὕτως ἐνδεήσομεν διελέγξαι ὡς βούλονται.

    Ἔστι γοῦν καὶ ἑτέρα τι; Περατική. ὧν πολλοῖς ἔτεσιν ἔλαθεν ἡ κατὰ Χριστοῦ δυσφημία· ὡν νῦν εἰς φανερὸν ἄγειν ἔδοξε τὰ ἀπόρρητα μυστήρια. οὗτοι φάσκουσι τὸν κόσμον εἶναι ἴνα, τριχῇ διῃρημένον.

    ἔστι δὲ τῆς τριχῇ διαιρέσεως παρ’ αὐτοῖς τὸ μὲν ἓν μέρος οἷον μία τις ἀρχή. καθάπερ πηγὴ μεγάλη εἰς ἀπείρους τῷ λόγῳ τμηθῆναι τομὰς δυναμένη· ἡ δὲ πρώτη τομὴ καὶ προσεχεστέρα κατ αὐτούς ἐστι τριάς καὶ καλεῖται ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. τὸ Τε δεύτερον τῆς τριάδος αὐτῶν μέρος οἱονεὶ δυνάμεων ἄπειρόν τι πλῆθος ἐξ αὐτῶν γεγενημένων· τὸ τρίτον ἰδικόν.