Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρὰ Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας, καθάπερ αὐτὸς ὁ ἱεροφάντης, οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν ἀπηρτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν Ἐλευσῖνι ὑπὸ πολλῷ πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν«, τουτέστιν ἰσχυρὰ ἰσχυρόν.

πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. ἔστι γὰρ τὸ λεγόμενον μυστήριον Ἐλευσὶν καὶ ἀνακτόρειον Ἐλευσίν, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ ἄνωθεν ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω — ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν —, τὸ δὲ ἀνακτόρειον <διὰ> τὸ ἄνω.

τοῦτο, φησίν, ἐστίν, ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ #x003E; μυστήρια· θέσμιον δέ ἐστι τὰ μικρὰ μεμυημένους [*](2f Hinweis auf Klagel. — 4 Joh. 3. 5 — 5 Jerem. 17, 9 — 7f s. C. 6, 6 — 9 s. das Gedicht C. 9, 8 — 9f über die analoge Deutung des Adonis s. Baudissin, Adonis und Esmun S. 161ff — 18 s. Dieterich, Mithrasliturgie S. 213 mit ägen der 2. Auflage — 20 —24 vgl. die Etymologie bei Cornutus 28 S. 54, 9 —11 L.) [*](5 ἔλεγ (so) Ρ 11f τελειότατον cotv. in τελεώτατον 12 <τὸν> ἐν 13 παρὰ τοῦ ἀχαρακτηρίστου nach Reitz. wohl Zusatz zur Urschrift 14 vor φωστὴρ ücke Cruice 14 οὐκ — 16 γένεσιν nach Keitz. wohl Zusatz zur Urschrift 10 ἄττις Ρ 16 ἀπηρτημένος Keil: ἀπηρτισμένος Ρ, παρῃτημένος ö., ἀπηργμένος Piasberg σαρκίνην, Ρ, verb. ö. 18 Βριμόν ö.: Βριμή Ρ, Βριμῆ Miller 20 λεγόμενον τὸ ö. 21 <καὶ> Ἐλευσίν Reitz. 20 ἔχει γὰρ und 21 τὸ Keil 23 ἐλθεῖν —, ἀνακτόρειον δὲ We + διὰ Reitz., <διὰ τὸ τουτέστι> τὸ Keil 25 + μεγάλα Reitz. θέσμιον Miller: θέμιον θεμιτὸν Bernays)

97
αὖθις τὰ μεγάλα μυεῖσθαι. μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι.« μικρά, φησίν,

ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης πλατείας καὶ εὐρυχώρου« καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, * * * καὶ ὁ ποιητὴς δέ φησιν·

  • αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκρυόεσσα,
  • κοίλη, πηλώδης· ἡ δ’ ἡγήσασθαι ἀρίστη
  • ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης.
  • ταῦτ’ ἐστί, φησί, τὰ μικρὰ μυστήρια τὰ τῆς σαρκικῆς γενέσεως,

    α μυηθέντες οἱ ἄνθρωποι μικρὰ παύσασθαι ὀφείλουσι, <πρὶν> καὶ τὰ μεγάλα τὰ ἐπουράνια. οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες μόρους μείζονας μοίρας λαβάνουσιν«. αὕτη γάρ, φησίν, ἐστὶν »ἡ πύλη τοῦ οὐρανοῦ« καὶ οὑτος <ὁ> »οἷκος θεοῦ«, ὅπου ὁ ἀγαθὸς κατοικεῖ μόνος, εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς μόνοις, ὅπου δεῖ γενομένους βαλεῖν τὰ ἐνδύματα καὶ πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος.

    αὕτη γάρ έστιν ἡ παρθένος ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον αἰῶνα αἰώνων. περὶ τούτων, φησί, διαρρήδην εἴρηκεν ὁ σωτὴρ ὅτι »στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾿ αὐτῆς‘.

    Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι ἀμύγδαλον, οὐχὶ δένδρον, φησίν, ἀλλὰ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὂς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπὸν οἱονεὶ διασφύζοντα [*](1. 12 Heraklit Fr. 25 Dieis — 4 Matth. 7, 13 — 6 —8 Parmenides nach Meineke Z. f. Alter fcumswiss. X 375, s. Diels, Vorsokr. I S. 164 — 12f Gen. 28, 17 Tgl. C. 8, 20 — 13 ὁ ἀγαθὸς θεός] s. C. 7, 26 — 14 ἀκάθαρτος] vgl. Lobeck, Aglaophamus S. 15ff — 16 Agypterevangelium Fr. 3 (Apokrjpha U- S. 12 Κlostermann) ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε — 17f Jes. 7, 14 — 20 —23 Matth. 7, 13. 14 — 24f s. das Gedicht § 8 — 25 vgl. Plato Phaedr. S. 251 D) [*](2 μικρὰ <δὲ> ö. 3 <τῆς> κάτω ß Orpheus S. 79 5 <ὁ καὶ ὁ ö. δὲ < Miller Reitz, (keine ücke 6 ἀτραπητὸς Ρ ö. 7 ἡ δ’ ö.: ἤτ’ F, ἥτ᾿ Miller 10 μικρὸν Keil + πρὶν Keil 12 <ἐνθάδε> μείζονας μοίρας Bernays 13 + ὁ ö. 16 βαλεῖν ö.: λαβεῖν R, πατεῖν (s. Zeugnisse) öller, Gesch. der Kosmologie S. 209 19 αἰῶνα αἰώνιον? Gö. 26 οἷον ἰδία σφύζοντα Ρ, verb. ö. (vgl. MI 22, 8). Dieselbe Corruptel S. 101, 1)

    98
    καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους αὐτοῦ, καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον <καὶ> ἄρρητον παῖδα ἑαυτοῦ, οὗ λαλοῦμεν.

    ἀμύξαι γάρ ἐστιν οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν, καθάπερ, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινα συστροφὴν ἂς ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες· οὕτως, φησί, Φρύγες τὸν <προόντα> ἀμύγδαλον καλοῦσιν, ἀφ’ οὗ καὶ ἐγεννήθη ὁ ἀόρατος, δι᾿ οὗ τὰ πάντα »ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«.

    συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸ ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι τὸ γεγεννημένον. »πνεῦμα γάρ«, φησίν, »ἐστὶν ὁ θεός· διό«, φησίν, »οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ οἱ ἀληθινοὶ προσκυνηταί, ἀλλὰ ἐν πνεύματι.

    πνευματικὴ γάρ«, φησίν, »ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική«. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ, ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται καὶ ὁ υἱός, ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὑτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται.

    τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως· διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται, ἀπό τε] αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεννητῶν ἀγεννήτων, ἀκαταλήπτων καταληπτῶν, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν στιγμῆς ἀμερίστου, ἐξ ἡς ἐξάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος· ἡ γάρ) μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα στιγμὴ ἀμέριστος οὖσα γενήσεται ἐαυτῆς ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον.

    αὕτη, φησίν, ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν, ὁ κόκκος τοῦ σινάπεως, [*](7f Joh. 1, 3, Tgl. C. 8, 5 — 8 s. das Gedicht § 8 — 8f vgl. Macrobius Sat. I 21, 9. 22, 4 — 9 —13 Joh. 4, 21. 23. 24 frei citiert — 15 vgl. VIII 12, 7. 13, 4 Anf. — 15f vgl. C. 7, 10 und VII 22, 8 — 17 διὸ — 19 τεθεμελίωται = VI 9, 4 — 22ff vgl. VI 14, 6 Mitte — 25 κόκκος τοῦ σινάπεως] Mark. 4, 31. 32) [*](1 διέμυξε Ρ, verb. Roeper 2 + καὶ ö. 5 ἃς < > Gö. Reitz. ἀνατέμνοντες Keil 6 + προόντα Reitz. 8 φησὶν Ρ 13 ἐκεῖ #x003E; Cruice Reitz., ἐκεῖ > ö. 14 <καὶ> τοῦ Reitz., <καὶ ἐκ> ἐκεῖ] ἀεὶ Hilgenfeld S. 254 γεννώμενον Cruice Reitz. 16 δὲ Η ö.: τε P 18 καὶ 1 > Η καὶ 2 > Η 19 ἀπό τε > ö. 20f γεγονότων γεννητῶν Ρ, γεγονότων ἀγεννήτων Miller 22 ἐξῆς (so) Ρ ἐξέρχεται Hilgenfeld S. 458 23 + γὰρ Reitz. 24 γεννήσεται Usener, Weihnachtsfest S. 141 ἑαυτῆς ἐπινοίᾳ Roeper: ἐαυτῆ ἐπίνοιαν Ρ, αὐτῇ τῇ ἐπινοίᾳ Miller, ἑαυτῆς ἐπίνοια μέγεθός τε Hilg., αὐτῇ ἐπινοίᾳ Usener)

    99
    ἡ ἀμέριστος ἐνυπάρχουσα τῷ σώματι στιγμή, ἣν οἷδε, φησίν, οὐδεὶς ἢ οἱ πνευματικοὶ μόνοι. τοῦτο, φησίν, ἐστὶ τὸ εἰρημένον· »οὐκ εἰσὶ λόγοι οὐδὲ λαλιαί, ὡν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν«.

    Ταῦθ’ οὕτως σχεδιάζουσι, τὰ ὑπὸ πάντων ἀνθρώπων λεγόμενά τε καὶ γινόμενα πρὸς ἴδιον νοῦν <ἑρμηνεύοντες>, πνευματικὰ πάντα γίνεσθαι. ὅθεν καὶ τοὺς θεάτροις ἐπιδεικνυμένους λέγουσι μηδ’ αὐτοὺς ἀπρονοήτως τι λέγειν ἢ ποιεῖν. τοιγαροῦν, φησίν, ἐπὰν συνέλθῃ ὁ δῆμος ἐν τοῖς θεάτροις, εἰσιών τις ἠμφιεσμένος στολὴν ἔξαλλον, κιθάραν φέρων καὶ ψάλλων, οὕτως λέγει ᾄδων τὰ μεγάλα μυστήρια οὐκ εἰδὼς ἃ λέγει·

  • εἴτε Κρόνου εἴτε Διὸς Διὸς μάκαρι
  • εἴτε Ῥέας μεγάλας, χαῖρε <ὦ> τὸ
  • ἄκουσμα Ρέας Ἄττι· σὲ καλοῦσι
  • μὲν Ἀσσύριοι τριπόθητον Ἄδωνιν,
  • ὅλη δ᾿ Αἴγυπτος Ὄσιριν, ἐπουράνιον
  • μηνὸς κέρας Ἑλληνὶς
  • σοφία, | Σαμοθρᾷκες Ἄδαμνα σεβάσμιον, f 38v
  • Αἱμόνιοι Κορύβαντα, καὶ
  • οἱ Φρύγες ἄλλοτε μὲν Πάπαν, ποτὲ
  • δὲ <αὖ> νέκυν ἢ θεὸν ἢ τὸν ἄκαρπον
  • αἰπόλον, ἢ χλοερὸν στάχυν στάχυν ἀμηθέντα,
  • ἢ τὸν πολύκαρπος ἔτικτεν ἀμύγδαλος
  • ἀνέρα συρικτάν.
  • Τοῦτόν φησιν εἶναι πολύμορφον Ἄττιν, ὃν ὑμνοῦντες λέγουσιν οὔτως· [*](2 Psal. 18, 4 — 4f vgl. Iren. 11 14, 7 S. 300 Η — 11 μάκαρ] s. Malten, äol. Jahrbuch. XXVIII S. 33; Kuster, De tribus carminibus papyri Paris, magicae, Regimonti 1911 p. 30. 53) [*](5 + ἐρμηνεύοντες Reitz., Tgl. S. 77, 24 πνευματικῶς (vgl. ἀΠρονοήτως) Reitz. 6 τοὺς <τοῖς> oder τοὺς ἐν <ἐν τοῖς> Miller 7 μηδ’ Schneidewin, III 247 μὴ Ρ 8 συνέλθῃ Wilamowitz (Hermes XXXVII 329): συνελθὼν Ρ, συνελθὼν — θεάτροις καθέζηται <καθέζηται καὶ> εἰσιών G. Hermann, Opusc. VIII 374 εἰσιών Keil: εἰσίοι Ρ, εἴσεισι Wil. (und οὗτος Ζ. 9) 11ff Versabteilung nach Wil. a. a. 11 μα Ρ (nicht μάκαρος) 12 μεγάλας] consonantische ürzung P μεγάλης Miller) + ὠ Wil. 13 ἄκρισμα G. Hermana, Opusc. VIII 374 15 ὅλη] καλεῖ Roeper 16f Ἕλληνος Ἑλληνὶς Diels) σοφία Wil.: ἕλληνες σοφίαν Ρ 17 Ἄδαμνα Bergk (Hesych. s. Αδαμνεῖν): ἀδὰμ Ρ 18 αἰμόνιοι Ρ, Μαιόνιοι Schneidewin S. 254 20 + αὗ Bergk 22 τὸν Wil.: ὃν V πολύκαρπον scheint S. 95, 22 vorausgesetzt zu werden 24 <τὸν> πολύμορφον We.)

    100
  • Ἄττιν ὑμνήσω τὸν Ῥείης,
  • οὐ κωδώνων σὺν βόμβοις
  • οὐδ᾿ αὐλῶ
  • Ἰδαίων
  • Κουρήτων
  • μυκητᾳ,
  • ἀλλ’ εἰς Φοιβείαν μίξω
  • μοῦσαν φορμίγγων· εὐοῖ,
  • εὐάν, ὡς Πάν, ὡς Βακχεύς,
  • ὡς ποιμὴν λευκῶν ἄστρων.
  • Διὰ τούτους καὶ τοὺς τοιούτους λόγους παρεδρεύουσιν οὐτοι τοῖς λεγομένοις Μητρὸς μεγάλης μυστηρίοις, μάλιστα καθορᾶν νομίζοντες διὰ τῶν δρωμένων ἐκεῖ τὸ ὅλον μυστήριον. οὐδὲν γὰρ ἔχουσι πλέον οὗτοι τῶν ἐκεῖ δρωμένων, πλὴν ὅτι οὔκ εἰσιν ἀποκεκομμένοι, μόνον τὸ ἔργον τῶν ἀποκεκομμένων ἐκτελοῦσιν.

    πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι ὡς ἀποκεκομμένοι τῆς πρὸς γυναῖκα ὁμιλίας. τὸ δὲ λοιπὸν ἔργον, ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι· τιμῶσι δὲ οὐκ ἄλλο τι ἢ τὸν νάας οὑτοι, Ναασσηνοὶ καλούμενοι.

    νάας δὲ ἐστὶν ὁ ὄφις, ἀφ’ οὗ φησι πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους μένους ναοὺς ἀπὸ τοῦ νάασ· κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πάν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανόν, ἐν ᾗ ναὸς οὐκ ἔστι καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾿ οὑ ἔλαχε ναὸς καλεῖσθαι.

    εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως, ἀθανάτων ἢ θνητῶν, τῶν] ἐμψύχων ἢ ἀψύχων συνεστηκέναι χωρὶς αὐτοῦ.

    ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα, καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντων ἐν αὑτῷ ὥσπερ ἐκ κέρατι ταύρου μονοκέρωτος τὸ κάλλος τῶν ἄλλων καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὐσι κατὰ φύσιν [*](24 ff vgl. C. 7, 38. 8, 16 — 24 —26 vgl. Plut. De Iside 33. 36 S. 364 Β; Iren. I 30, 3 S. 228 Η — 25f Joh. 1, 3, vgl. Hipp. C. 8, 5. 9, 2 E. — 28 Deut. 33, 17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ, ἐν αὐτοῖς ἔθνη κρατιεῖ) [*](2 οὐ κωδώνων Schneidewin, Philol. III 261 (Wil.): οὐ ὠδινῶν Ρ, κωδώνων Gö. συμβόμβοις Ρ 3 αὐλῷ Wil.: αὐλῶν P 6 μυκητᾷ Wil.: μύκτητα Ρ 7 εἰς] οἷς 8 εὐών Ρ 9f die ὡς weisen auf eine Fortsetzung 14 μόνον <δὲ> Miller 20 ἀπὸ τοῦ νάας > Cruice 23 ἔλαχε ö.: ἔλαβε 26 Cruice 28 πάντα Ρ, verb. Diels αὐτῶ Ρ 28f <ὥστε> τὸ κάλλος τῶν ö., ßere ücke nacb μονοκέρωτος Miller 29 τῶν ὅλων Hilgenfeld S. 256)

    101
    τὴν ἑαυτῶν καὶ οἰκειότητα, οἱονεὶ διὰ πάντων ὁδεύοντα, »ὥσπερ ἐκπορευόμενον ἐξ Ἐδὲμ καὶ σχιζόμενον εἰς ἀρχὰς τέσσαρας«.