Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

αὐτὸς γοῦν ὁ Ἰερεμίας ἔλεγε· »ἄνθρωπός ἐστι καὶ τίς γνώσεται αὐτόν;« οὕτως, φησίν. ἐστὶ πάνυ βαθεῖα καὶ δυσκατάληπτος ἡ τοῦ τελείου ἀνθρώπου γνῶσις. ἀρχὴ γάρ«, φησί, τελειώσεως γνῶσις ἀνθρώπου, θεοῦ δὲ γνῶσις ἀπηρτισμένη τελείωσις‘.

Δέγουσι δὲ αὐτόν, φησί, Φρύγες καὶ χλοερὸν στάχυν τεθερισμένον, καὶ μετὰ τοὺς Φρύγας Ἀθηναῖοι μυοῦντες Ἐλευσίνια καὶ ἐπιδεικνύντες τοῖς ἐποπτεύουσι τὸ μέγα καὶ θαυμαστὸν καὶ τελειότατον ἐποπτικὸν ἐκεῖ μυστήριον ἐν σιωπῇ, τεθερισμένον στάχυν.

ὁ δὲ στάχυς οὗτός ἐστι καὶ παρὰ Ἀθηναίοις ὁ παρὰ τοῦ ἀχαρακτηρίστου φωστὴρ τέλειος μέγας, καθάπερ αὐτὸς ὁ ἱεροφάντης, οὐκ ἀποκεκομμένος μέν, ὡς ὁ Ἄττις, εὐνουχισμένος δὲ διὰ κωνείου καὶ πᾶσαν ἀπηρτημένος τὴν σαρκικὴν γένεσιν, νυκτὸς ἐν Ἐλευσῖνι ὑπὸ πολλῷ πυρὶ τελῶν τὰ μεγάλα καὶ ἄρρητα μυστήρια βοᾷ καὶ κέκραγε λέγων· ἱερὸν ἔτεκε πότνια κοῦρον Βριμὼ Βριμόν«, τουτέστιν ἰσχυρὰ ἰσχυρόν.

πότνια δέ ἐστι, φησίν, ἡ γένεσις ἡ πνευματική, ἡ ἐπουράνιος, ἡ ἄνω· ἰσχυρὸς δέ ἐστιν ὁ οὕτω γεννώμενος. ἔστι γὰρ τὸ λεγόμενον μυστήριον Ἐλευσὶν καὶ ἀνακτόρειον Ἐλευσίν, ὅτι ἤλθομεν, φησίν, οἱ πνευματικοὶ ἄνωθεν ἀπὸ τοῦ Ἀδάμαντος ῥυέντες κάτω — ἐλεύσεσθαι γάρ, φησίν, ἐστὶν ἐλθεῖν —, τὸ δὲ ἀνακτόρειον <διὰ> τὸ ἄνω.

τοῦτο, φησίν, ἐστίν, ὃ λέγουσιν οἱ κατωργιασμένοι τῶν Ἐλευσινίων τὰ #x003E; μυστήρια· θέσμιον δέ ἐστι τὰ μικρὰ μεμυημένους [*](2f Hinweis auf Klagel. — 4 Joh. 3. 5 — 5 Jerem. 17, 9 — 7f s. C. 6, 6 — 9 s. das Gedicht C. 9, 8 — 9f über die analoge Deutung des Adonis s. Baudissin, Adonis und Esmun S. 161ff — 18 s. Dieterich, Mithrasliturgie S. 213 mit ägen der 2. Auflage — 20 —24 vgl. die Etymologie bei Cornutus 28 S. 54, 9 —11 L.) [*](5 ἔλεγ (so) Ρ 11f τελειότατον cotv. in τελεώτατον 12 <τὸν> ἐν 13 παρὰ τοῦ ἀχαρακτηρίστου nach Reitz. wohl Zusatz zur Urschrift 14 vor φωστὴρ ücke Cruice 14 οὐκ — 16 γένεσιν nach Keitz. wohl Zusatz zur Urschrift 10 ἄττις Ρ 16 ἀπηρτημένος Keil: ἀπηρτισμένος Ρ, παρῃτημένος ö., ἀπηργμένος Piasberg σαρκίνην, Ρ, verb. ö. 18 Βριμόν ö.: Βριμή Ρ, Βριμῆ Miller 20 λεγόμενον τὸ ö. 21 <καὶ> Ἐλευσίν Reitz. 20 ἔχει γὰρ und 21 τὸ Keil 23 ἐλθεῖν —, ἀνακτόρειον δὲ We + διὰ Reitz., <διὰ τὸ τουτέστι> τὸ Keil 25 + μεγάλα Reitz. θέσμιον Miller: θέμιον θεμιτὸν Bernays)

97
αὖθις τὰ μεγάλα μυεῖσθαι. μόροι γὰρ μείζονες μείζονας μοίρας λαγχάνουσι.« μικρά, φησίν,

ἐστὶ τὰ μυστήρια τὰ τῆς Περσεφόνης κάτω, περὶ ὧν μυστηρίων καὶ τῆς ὁδοῦ τῆς ἀγούσης ἐκεῖ, οὔσης πλατείας καὶ εὐρυχώρου« καὶ φερούσης τοὺς ἀπολλυμένους ἐπὶ τὴν Περσεφόνην, * * * καὶ ὁ ποιητὴς δέ φησιν·

  • αὐτὰρ ὑπ᾿ αὐτήν ἐστιν ἀταρπιτὸς ὀκρυόεσσα,
  • κοίλη, πηλώδης· ἡ δ’ ἡγήσασθαι ἀρίστη
  • ἄλσος ἐς ἱμερόεν πολυτιμήτου Ἀφροδίτης.
  • ταῦτ’ ἐστί, φησί, τὰ μικρὰ μυστήρια τὰ τῆς σαρκικῆς γενέσεως,

    α μυηθέντες οἱ ἄνθρωποι μικρὰ παύσασθαι ὀφείλουσι, <πρὶν> καὶ τὰ μεγάλα τὰ ἐπουράνια. οἱ γὰρ τοὺς ἐκεῖ, φησί, λαχόντες μόρους μείζονας μοίρας λαβάνουσιν«. αὕτη γάρ, φησίν, ἐστὶν »ἡ πύλη τοῦ οὐρανοῦ« καὶ οὑτος <ὁ> »οἷκος θεοῦ«, ὅπου ὁ ἀγαθὸς κατοικεῖ μόνος, εἰς ὃν οὐκ εἰσελεύσεται, φησίν, ἀκάθαρτος οὐδείς, οὐ ψυχικός, οὐ σαρκικός, ἀλλὰ τηρεῖται πνευματικοῖς μόνοις, ὅπου δεῖ γενομένους βαλεῖν τὰ ἐνδύματα καὶ πάντας γενέσθαι νυμφίους ἀπηρσενωμένους διὰ τοῦ παρθενικοῦ πνεύματος.

    αὕτη γάρ έστιν ἡ παρθένος ἡ ἐν γαστρὶ ἔχουσα καὶ συλλαμβάνουσα καὶ τίκτουσα υἱόν, οὐ ψυχικόν, οὐ σωματικόν, ἀλλὰ μακάριον αἰῶνα αἰώνων. περὶ τούτων, φησί, διαρρήδην εἴρηκεν ὁ σωτὴρ ὅτι »στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εἰσερχόμενοι εἰς αὐτήν, πλατεῖα δὲ καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι᾿ αὐτῆς‘.

    Ἔτι δὲ οἱ Φρύγες λέγουσι τὸν πατέρα τῶν ὅλων εἶναι ἀμύγδαλον, οὐχὶ δένδρον, φησίν, ἀλλὰ εἶναι ἀμύγδαλον ἐκεῖνον τὸν προόντα, ὂς ἔχων ἐν ἑαυτῷ τὸν τέλειον καρπὸν οἱονεὶ διασφύζοντα [*](1. 12 Heraklit Fr. 25 Dieis — 4 Matth. 7, 13 — 6 —8 Parmenides nach Meineke Z. f. Alter fcumswiss. X 375, s. Diels, Vorsokr. I S. 164 — 12f Gen. 28, 17 Tgl. C. 8, 20 — 13 ὁ ἀγαθὸς θεός] s. C. 7, 26 — 14 ἀκάθαρτος] vgl. Lobeck, Aglaophamus S. 15ff — 16 Agypterevangelium Fr. 3 (Apokrjpha U- S. 12 Κlostermann) ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε — 17f Jes. 7, 14 — 20 —23 Matth. 7, 13. 14 — 24f s. das Gedicht § 8 — 25 vgl. Plato Phaedr. S. 251 D) [*](2 μικρὰ <δὲ> ö. 3 <τῆς> κάτω ß Orpheus S. 79 5 <ὁ καὶ ὁ ö. δὲ < Miller Reitz, (keine ücke 6 ἀτραπητὸς Ρ ö. 7 ἡ δ’ ö.: ἤτ’ F, ἥτ᾿ Miller 10 μικρὸν Keil + πρὶν Keil 12 <ἐνθάδε> μείζονας μοίρας Bernays 13 + ὁ ö. 16 βαλεῖν ö.: λαβεῖν R, πατεῖν (s. Zeugnisse) öller, Gesch. der Kosmologie S. 209 19 αἰῶνα αἰώνιον? Gö. 26 οἷον ἰδία σφύζοντα Ρ, verb. ö. (vgl. MI 22, 8). Dieselbe Corruptel S. 101, 1)

    98
    καὶ κινούμενον ἐν βάθει, διήμυξε τοὺς κόλπους αὐτοῦ, καὶ ἐγέννησε τὸν ἀόρατον καὶ ἀκατονόμαστον <καὶ> ἄρρητον παῖδα ἑαυτοῦ, οὗ λαλοῦμεν.

    ἀμύξαι γάρ ἐστιν οἱονεὶ ῥῆξαι καὶ διατεμεῖν, καθάπερ, φησίν, ἐπὶ τῶν φλεγμαινόντων σωμάτων καὶ ἐχόντων ἐν ἑαυτοῖς τινα συστροφὴν ἂς ἀμυχὰς οἱ ἰατροὶ λέγουσιν ἀνατεμόντες· οὕτως, φησί, Φρύγες τὸν <προόντα> ἀμύγδαλον καλοῦσιν, ἀφ’ οὗ καὶ ἐγεννήθη ὁ ἀόρατος, δι᾿ οὗ τὰ πάντα »ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«.

    συρικτὰν δέ φασιν εἶναι Φρύγες τὸ ἐκεῖθεν γεγεννημένον, ὅτι πνεῦμα ἐναρμόνιόν ἐστι τὸ γεγεννημένον. »πνεῦμα γάρ«, φησίν, »ἐστὶν ὁ θεός· διό«, φησίν, »οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνοῦσιν οὔτε ἐν Ἱερουσαλὴμ οἱ ἀληθινοὶ προσκυνηταί, ἀλλὰ ἐν πνεύματι.

    πνευματικὴ γάρ«, φησίν, »ἐστὶ τῶν τελείων ἡ προσκύνησις, οὐ σαρκική«. τὸ δὲ πνεῦμα, φησίν, ἐκεῖ, ὅπου καὶ ὁ πατὴρ ὀνομάζεται καὶ ὁ υἱός, ἐκ τούτου τοῦ πατρὸς ἐκεῖ γεννώμενος. οὑτος, φησίν, ἐστὶν ὁ πολυώνυμος μυριόμματος ἀκατάληπτος, οὗ πᾶσα φύσις, ἄλλη δὲ ἄλλως ὀρέγεται.

    τοῦτο, φησίν, ἐστὶ τὸ ῥῆμα τοῦ θεοῦ, ὅ, φησίν, ἐστὶ ῥῆμα Ἀποφάσεως τῆς μεγάλης δυνάμεως· διὸ ἔσται ἐσφραγισμένον καὶ κεκρυμμένον καὶ κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται, ἀπό τε] αἰώνων δυνάμεων ἐπινοιῶν, θεῶν ἀγγέλων πνευμάτων ἀπεσταλμένων, ὄντων μὴ ὄντων, γεννητῶν ἀγεννήτων, ἀκαταλήπτων καταληπτῶν, ἐνιαυτῶν μηνῶν ἡμερῶν ὡρῶν στιγμῆς ἀμερίστου, ἐξ ἡς ἐξάρχεται τὸ ἐλάχιστον αὐξῆσαι κατὰ μέρος· ἡ γάρ) μηδὲν οὖσα, φησί, καὶ ἐκ μηδενὸς συνεστῶσα στιγμὴ ἀμέριστος οὖσα γενήσεται ἐαυτῆς ἐπινοίᾳ μέγεθός τι ἀκατάληπτον.