Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο Ἐλωεὶμ τὸν ‘Ηρακλέα καὶ ὲ́πεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς τῆς ᾿Εδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ τὸν πατέρα ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. ταῦτά ἐστι τὰ δώδεκα ἆθλα τοῦ Ἡρακλέους ἄ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ τάξει, ἀπὸ τοῦ πρώτου ἐ̔ως ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ κάπρον καὶ τὰ ἐξῆς·

τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἅ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀrγέλων. ὡς <δ> ἐδόκει κατηγωνίσθαι, προσπλἐκεται ἡ ᾿Ομφάλη, ἥτις ἐστὶ Βάβυν ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ καρούχα, ὃς ένετείλατο ᾿Ελωείμ, καὶ μετενδιδύσκει τὴν τὴν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς ᾿Εδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ.

τὸ δὲ τελευταῖον »ἐν ταῖς ἡμέραις ᾿Ηρώδου τοῦ βασιλεως» πέμπεται ὁ Βαρούχ, καταπεμφεὶς πάλιν ὐπὸ τοῦ Ἐλωείμ, καὶ καὶ ἐλθὼν εὶς Ναξαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαριὸς, βόσκοντα πρόβατα, παιδάριον δωδεκαετὲς, καὶ ἀναγγέλλει αὐτῷ ἀπ’ ἀρχῆς πάντα ὄδα ἐγένετο ἀπὸτ][ης ᾿Εδὲμ καὶ τοῦ ᾿Ελωεὶμ <καὶ τὰ> μετὰ ταῦτα ἐσόμενα, καὶ εἔπε·

πάντες οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. πειράθητι οὖν, Ἰησοῦ, υἱὲ νθρώπου, μὴ ὑποσυρῆναιι ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάστειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ.

καὶ ὑπήκουσε τῷ ἀγγέλῳ ό Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠμέλησεν <ἀλλ᾿ οὐκ ἠδυνήθη>· πιστὸς γὰρ ἔμεινε ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρΜῆναι· ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ζύλον, ἀνέβη πρὸς τὸν ἀγαθόν, εἰπών δὲ τῇ ᾿Εδέμ·

γύναι, γύναι, [*](3. 23 vgl. Χ 15, 5 Ende — 5—13 vgl. Χ 15, 6 — 18 Luk. 1, 5 2, 1 — 18-S. 132, 3 vgl. Χ 15, 6 Ε., 7 Anf. — 19 Ναξαρέτ] Luk. 1, 26? — 20 f Luk. 2, 42 — 23 Job. 10, 8? — 32 Job. 19, 26 γύναι, ἴδε ὁ υἱός σου) [*](1 διὰ τῶν πρ. (aus S. 130, 28) < Gö.: ἁφάμενος τῶν προφητειῶν Miller 2 ψυχῆς ö.: εὐχῆς Ρ 3 ἐπέσυρε Ρ ἐπεσύρισεν Ρ 4 τοῖς λόγοις Miller: οἱ λόγοι ρ 12 + δ᾿ ö. 13 ἠ Ρ: ὴ̀ ö. 22 + καὶ τὰ Miller 23 ἐπεσύρησαν Ρ 29 < > We., ἀλλὰ ᾿Ιησοῦς ἀκολουθῆσαι σύτῶ οὐκ ἡθέληδε Miller)

132
χεις σου τὸν υἱόν, τουτέστι τὸν ψυχικὸν ἄνθρωπον καὶ τὸν κοϊκόν, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τὸ πνεῦμα τοῦ πατρός, ἀνῆλθε πρὸς τὸν ἀγαθόν. ὁ δὲ ἀγαῖς ἐντι Πρίαπος, ὁ πρίν τι εἶναι ποιήσας·

διὰ τοῦτο καλεῖται Πρίαπος, ὅτι ἐθηριοποίησε τὰ πάντα. διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος κοὶ ἐν ταῖς ὁδοῖς βαστάζων τὰς ὀπώρας ἐπάνω αὑτοῦ, τουτέστι τοὐς καρποὺς τῆς κτίσεως, ὠν αἴτιος ἐγένετο, προποιήσας τὴν κτίσιν πρότερον οὐκ οὖσαν.

ὅταν οὖν, φηcίν, ἀκούσητε δεόντων ἀνθρώπων, ὅτι κύκνος ἐπὶ τὴν Δήδαν ἠλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωεὶμ καὶ ἡ Λήδα ἡ ᾿Εδέμ. καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι ποι ὅτι ἀετὸς ἐπὶ τὸν Γανυμήδην, ὁ ἄετός ἐστιν ό Νáας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμα.

καὶ ὅταν θέωσιν, ὅτι ὁ χρυοὸς ἦλθεν ἐπὶ τὴν Δανάην καὶ ἐπαιδοποίησεν ἐζ αὐτῆς, ὁ χρυσός ἐστιν ὁ Ἐλωείμ, Δανάη δέ ἐστιν ἡ ᾿Εδέμ. ὁμοίως δὲ κατὰ τὸν αὐτὸν τρόπον πάντας τοὺς τοιούτους λόγους, μύθους ἐμφερεῖς ὄντας παραθέμενοι, διδάσκουσιν.

ὄτταν οὑν προφῆται νέωσιν· »ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἠ γῆ, κύριος ἐλάλησεν οὐρανὸν λέγει, φησί, τὸ πνεῦμα τὸ ἐν τῷ ἀνθρώπῳ τὸ τοῦ ᾿Ελωείμ, γῆν δὲ τὴν ψυχὴν τὴν ἐν τῷ ἀνθρώρῳ σὺν τῷ πνεύματι, κύριον δὲ τὸν Βαρούχ, Ἰσραὴλ δὲ τὴν ᾿Εδέμ· ᾿Εδέμ· Κὰρ λἐγεται καὶ ᾿Ισραὶλ ἡ σύζυγος τοῦ Ἐλωείμ. »οὐκ ὔγνω με«.